1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

119

ἐπανελθεῖν καὶ νεότητα ἐγένετο αιτιος. δηλωτέον δὲ καὶ καθ' εκαστα. 79 Τοῦ τε γὰρ περιωνύμου καὶ θείου ναοῦ ος τὸ τῆς μεγάλης τοῦ θεοῦ σοφίας κεκλήρωται ονομα, τὴν πρὸς δύσιν ἁψῖδα, τὴν μεγάλην τε καὶ μετέωρον, ἱκανῶς διαρραγεῖσαν καὶ πτῶσιν οὐκ εἰς μακρὰν ἀπειλοῦσαν αὐτὸς ἐμπειρίᾳ τεχνιτῶν περι- σφίγξας καὶ ἀνανεωσάμενος ἀσφαλῆ καὶ μόνιμον ἀπειργάσατο· καθ' ην καὶ τὴν τῆς θεομήτορος εἰκόνα τὸν ασπορον υἱὸν ἐπωλε- νιον φέρουσαν ἀνιστόρησε, καὶ τοὺς τῶν ἀποστόλων κορυφαίους Πέτρον καὶ Παῦλον ἑκατέρωθεν εστησε. καὶ τὰ λοιπὰ δὲ ῥήγματα ταύτης ἐν κτίσμασί τε καὶ δαπανήμασι φιλοτιμότατα διωρθώσατο. οὐ μόνον γὰρ τοὺς σαθρωθέντας τῶν τοίχων ἐπηνωρθώσατο, ἀλλὰ καὶ τὴν τῶν προσόδων ἐλάττωσιν ταῖς παρ' ἑαυτοῦ ἐπιδόσε- σιν εἰς αυξησιν ηγαγεν. ἐνδείᾳ γὰρ ἐλαίου σχεδὸν κινδυνευόντων ἀποσβεσθῆναι τῶν λύχνων τῶν ἱερῶν, μεγίστου κτήματος ἐπιδό- σει, ο προσαγορεύεται Μάντεα, τούτοις τὸ φῶς διαμένειν προσεπ- ενοήσατο ασβεστον, καὶ τοῖς ἐξυπηρετουμένοις εἰς τὸν θεῖον τοῦ- τον ναὸν ἐπεδαψιλεύσατο τὰ ὀψώνια ἐκ τῆς ἱκανῆς προσόδου τοῦ κτήματος, οπερ οιδε τὴν ὑπηρεσίαν ποιεῖν ἀνυστέρητόν τε καὶ ἀδιάλειπτον. 323 80 ̓Αλλὰ καὶ τὸ τῶν θείων ἀποστόλων περιφανὲς καὶ μέγα τέμενος, τῆς προτέρας εὐπρεπείας καὶ ἀσφαλείας διαπεσόν, ἐρεισμάτων περιβολαῖς καὶ ταῖς τῶν διαρραγέντων ἀνοικοδομαῖς ὀχυρώσας, καὶ ἀποξέσας τὸ ἀπὸ χρόνου γῆρας καὶ τὰς ῥυτίδας περιελών, ὡραῖον αυθις καὶ νεουργὸν ἀπετέλεσεν. καὶ τὸν ἐν τῇ Πηγῇ δὲ τῆς θεομήτορος θεῖον ναὸν διαπτωθέντα καὶ τὸ ἀρχαῖον ἀποβαλόντα κάλλος ἀνενεώσατό τε καὶ ὑπερλάμποντα μᾶλλον ηπερ τὸ πρότερον εδειξεν. ὡσαύτως καὶ τὸν ετερον τῆς θεοτόκου ναόν, ος τὸ Σίγμα ειχεν ἐπώνυμον, πτῶμα πεσόντα δεινὸν ἐκ βάθρων ἀνῳκοδόμησε καὶ ἑδραιότερον τοῦ προτέρου εἰργάσατο. καὶ τὸν ἐν Αὐρηλιαναῖς δὲ Στεφάνου τοῦ πρώτου τῶν μαρτύρων ναὸν αχρις ἐδάφους καταπεσόντα ἐκ θεμελίων αὐτῶν ἀνεδείματο. τοὺς δὲ τοῦ βαπτιστοῦ καὶ προδρόμου σηκοὺς ἱεροὺς εν τε τῇ Στροβυ- λαίᾳ καὶ Μακεδονιαναῖς, τὸν μὲν ἐκ βάθρων, τοῦ δὲ τὸ πλεῖστον ἀνῳκοδόμησεν. οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ ἀποστόλου Φιλίππου ἱερόν, καὶ τὸ αὐτοῦ δυτικώτερον κείμενον τοῦ εὐαγγελιστοῦ Λουκᾶ, τῶν παλαιῶν ἀνακαθάρας πτωμάτων νέα εἰργάσατο. (81) ετι δὲ καὶ τὸ Μωκίου τοῦ μάρτυρος μέγα τέμενος, οὐκ ὀλίγοις ὑπο- πισὸν ῥήγμασι, καὶ τὸ αδυτον τούτου μέρος αχρι τῆς γῆς κατα- βληθὲν ἐσχηκὸς ὡς καὶ τὴν ἱερὰν κατεάξαι τράπεζαν, τῆς προση- κούσης ἐπιμελείας ἠξίωσε καὶ τελείως τοῦ πτώματος ηγειρεν. καὶ τὸν πλησιάζοντα δὲ τούτῳ κατὰ τὸ μέρος τὸ πρὸς δυσμὰς ̓Αν- 324 δρέου τοῦ πρωτοκλήτου τῶν ἀποστόλων ναὸν ἐκ πολλῆς ἀμελείας διαρρυέντα εἰς τὸ ἀρχαῖον κάλλος τῇ δεούσῃ ἐπιμελείᾳ ἀνήγαγεν. τὸν δὲ τοῦ ἁγίου ̔Ρωμανοῦ θεῖον οικον καὶ αὐτὸν καταπεσόντα ἐκ βάθρων ἀνεδείματο. καὶ τὸν τῆς ἁγίας Αννης ἐν τῷ ∆ευτέρῳ καὶ τὸν τοῦ Χριστοῦ μάρτυρος ∆ημητρίου καινοὺς ἀντὶ παλαιῶν καὶ εὐπρεπεῖς ἀπειργάσατο. τὸν δὲ τοῦ μάρτυρος Αἰμιλιανοῦ, ος ἐν τῇ ̔Ράβδῳ τῷ οικῳ τῆς θεομήτορος γειτονεῖ, τῇ παλαιότητι κατ- ερρικνωμένον ἰδὼν καινουργεῖ, ἑκατέρωθεν πυργώσας ἑδράσμασι. (82) πρὸς δὲ καὶ τὸν τοῦ ἀθλοφόρου Ναζαρίου ἱερὸν οικον, ἐκ πολλῶν τῶν χρόνων οὐ μόνον πτωθέντα ἀλλὰ καὶ τέλεον ἠφανι- σμένον, νέον ἐδείματο σεμνότητι καὶ κάλλει πολλῷ τοῦ πρὶν δια- φέροντα. ἐν δὲ τοῖς ∆ομνίνου λεγομένοις ̓Εμβόλοις τὸν εἰς ονομα τῆς θείας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀναστάσεως καὶ ̓Αναστασίας τῆς μάρτυρος περικαλλῆ ναὸν ἐπισκευάσας ἐλάμπρυνε, λιθίνην ἀντὶ ξυλίνης τὴν ὀροφὴν ἐργασάμενος, καὶ κόσμον αλλον ἐπιθεὶς ἀξιάγαστον. ὡσαύτως δὲ καὶ Πλάτωνος τοῦ μεγάλου ἐν μάρτυσι πονήσασαν τὴν τοῦ ναοῦ κατιδὼν ὀροφὴν νέαν εἰργάσατο, καὶ τοίχων ἐν οις εδει κατοχυρώσας τὸν οικον ἐπιβολαῖς. τῶν δὲ καλλινίκων μαρτύρων ̔Εσπέρου τε καὶ