1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

164

κατὰ καιρὸν ἀκαίρων ἀπαιτήσεων τῶν ταλαιπώρων πτωχῶν. καὶ εἰς μὲν τὸν ̓Ανατολικὸν ̔Ρωμανὸν μάγιστρον τὸν Σαρωνίτην, εἰς δὲ τὸ ̓Οψίκιον τὸν Μουσελὲ ̔Ρωμα-νὸν μάγιστρον, εἰς δὲ τὸν Θρᾳκήσιον Φώτιον πατρίκιον, εἰς δὲ τὸν ̓Αρμενιακὸν Λέοντα τὸν ̓Αγέλαστον, καὶ εἰς τὰ λοιπὰ ἐφεξῆς θέματα· οιτινες τῇ προτροπῇ τοῦ αὐτοκράτορος μικρὰν ἀνακω- χὴν τοῖς πένησιν ἐδωρήσαντο. καὶ τοῦτο αθλον καὶ προτερήματα 444 τοῦ θεοῦ συνεργοῦντος τῷ ανακτι. ουτως γὰρ περιεῖπεν τὸ ὑπή- κοον ὡς ἀετὸς σκέπων τὴν αὐτοῦ· οὐδενὶ γὰρ τῶν ἀρχόντων η τῶν μέσων η τῶν χυδαίων ὠργίσθη πώποτε, καίτοι μεγάλας ἀτο- πίας ευρε πολλοὺς εἰς τὸ κοινὸν καὶ εἰς αὐτὸν ἁμαρτήσαντας, ἀλλὰ χριστομίμητος ων μᾶλλον εὐποιίαις καὶ δωρεαῖς ἀπένειμεν καὶ τῷ κρίνοντι δικαίως ἀπεδίδου. τὸν δὲ επαρχον τῆς πόλεως Θεόφιλον, ανδρα λόγιον καὶ πρὸς τοὺς πολιτικοὺς νόμους ἱκανόν, πατρίκιον προέκρινεν καὶ ἐτίμησεν καὶ κοιαίστωρα προεβάλετο, καὶ ἀντ' αὐτοῦ προεχειρίσατο επαρχον Κωνσταντῖνον πρωτοσπαθά- ριον, τὸν τηνικαῦτα μυστικὸν καὶ καθηγητὴν τῶν φιλοσόφων, λόγῳ καὶ εργῳ ἀξιέπαινον, ὡς μὴ ετερον τῆς γνώσεως καὶ σοφίας τοῦ ἀνδρὸς ειναί τινα τῆς συγκλήτου· καὶ ουτως τὴν ἐπαρχίαν εὐ- νομίᾳ καὶ δικαιοσύνῃ διέπρεψεν. 11 ̔Ο δὲ πατριάρχης Θεοφύλακτος ἀρρωστήσας καὶ πρὸς τὸ θανεῖν ἐγγίσας καὶ μικρὸν ῥωσθεὶς οὐκ ἐνέδωκεν ἑαυτὸν τῆς πονηρᾶς μοχθηρίας καὶ τοῦ μετὰ δώρων χειροτονεῖν τοὺς ἀρχιε- ρεῖς καὶ ἐπιμελεῖσθαι τῶν ιππων καὶ βλακειῶν. καὶ αυθις ὑπὸ τῆς νόσου κυριευθεὶς τέλει τοῦ βίου χρᾶται, πατριαρχεύσας χρό- νους εικοσι καὶ τέσσαρσι. χειροτονεῖται δὲ ἀντ' αὐτοῦ Πολύευκτος μοναχὸς ἀσκητικὸν βίον διαλάμπων, καὶ μονάσας ἐξ ἁπαλῶν ὀνύ- 445 χων καὶ διαπρέψας ἐν πάσῃ ἀρετῇ καὶ ὀρθῷ δόγματι· καὶ ὡς αλ- λος ̓Ιωάννης Χρυσόστομος παρὰ πολλῶν ἐγνωρίζετο καὶ ἐλέγετο, καὶ οὐκ ἐλέγετο μόνον ἀλλὰ καὶ ἐφαίνετο. τοῦτον ὁρῶν ὁ φιλόκα- λος Κωνσταντῖνος εχαιρε καὶ ἠγαλλιᾶτο ὡς τοιοῦτον ανδρα ἐπιτυ- χὼν ἐπὶ τῶν ἡμερῶν αὐτοῦ. 12 ̔Ο δὲ φιλόθεος καὶ φιλόκαλος βασιλεὺς Κωνσταντῖνος ὁμοιότροπον εὑρὼν ̓Ιωσὴφ πατρίκιον καὶ πραιπόσιτον, καὶ πρὸς τὰς πολιτικὰς λειτουργίας ἐχέφρονα καὶ πτηνοῦ ταχύτερον, σακελ- λάριον προχειρίζεται, επειτα δρουγγάριον πλωΐμου, καὶ πᾶσαν τὴν ἐξουσίαν αὐτοῦ πρὸς αὐτὸν ἀνατέθεικεν. 13 Τὴν δὲ τοῦ πορφυρογεννήτου Κωνσταντίνου φιλοκα- λίαν καὶ καλλιεργίαν καὶ τὴν πρὸς πάντα διόρθωσιν καὶ βελτίωσιν μέλλων διηγεῖσθαι, καὶ οπως εὐσεβῶς καὶ δικαίως τὸ ὑπήκοον περιέσωσεν, καὶ τὸ κατ' ἀξίαν τοῦ ἀνδρὸς μὴ εὐπορῶν, ἐπαινέσαι δεδοικώς, σιγῆσαι μᾶλλον αξιον· πλὴν ουν ἐκ τῶν πολλῶν σπορά- δην αξιον εἰπεῖν. 14 Ουτος πάντα ἐφευρὼν εἰς ἀχρειότητα καὶ ἀμέλειαν, καὶ τῶν ἐναρέτων ἀνδρῶν χυδαιωθέντων καὶ καταφρονηθέντων, ὡς φιλόθεος καὶ φιλόκαλος προέκρινεν τῶν δειλῶν καὶ ἀνάνδρων τοὺς εὐτόλμους καὶ ἀνδρείους, καὶ τούτους τῷ μαγίστρῳ καὶ δομεστίκῳ τῶν σχολῶν Βάρδᾳ τῷ Φωκᾷ παραδοὺς νίκην τῇ ̔Ρωμαϊκῇ 446 ἀρχῇ προεξένησεν. πολλῶν δὲ ἐν τῇ πολιτείᾳ ἡμῶν καλῶν καὶ ἀξιεπαινέτων γνώσεις καὶ λογικαὶ τέχναι καὶ ἐπιστῆμαι, τούτων οὐκ οιδ' οπως ἀμεληθέντων καὶ παροραθέντων τί σοφίζεται ὁ φι- λοσοφώτατος ἐκεῖνος νοῦς; ἐπεὶ γὰρ ἠπίστατο πρᾶξιν καὶ θεωρίαν πρὸς θεὸν ἡμᾶς οἰκειοῦντα, καὶ τὴν μὲν πρᾶξιν πολιτικοῖς προσ- αρμόζουσαν πράγμασιν, τὴν θεωρίαν δὲ τοῖς λογικοῖς, ἀλλήλοις δι' ἀμφοτέρων βοηθεῖ, τὸ μὲν πρακτικὸν διὰ ῥητορικῆς τέχνης ἀσκεῖσθαι παρασκευάζων, τὸ δὲ θεωρητικὸν διὰ φιλοσοφίας καὶ φυσικῆς τῶν οντων διαγνώσεως. παιδευτὰς δὲ ἀρίστους προκέ- κρικεν· εἰς Κωνσταντῖνον πρωτοσπαθάριον τὸν τηνικαῦτα μυστι- κὸν τὸ τῶν φιλοσόφων παιδοτριβεῖον δέδωκεν, εἰς δὲ τὸ τῶν ῥητό- ρων ̓Αλέξανδρον μητροπολίτην Νικαίας, εἰς δὲ τὸ τῆς γεωμετρίας Νικηφόρον πατρίκιον τὸν γαμβρὸν Θεοφίλου ἐπάρχου τοῦ ̓Ερω-τικοῦ,