1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

95

πᾶν στρέφων βούλευμα, οπως ἀγαθοῦ τινὸς αιτιος τοῖς ὑπ' αὐτὸν απασι γένοιτο καὶ οπως ἐπὶ τὸ αμεινον ἐμφανῇ καὶ μεγάλην μεταβολὴν τὰ πράγματα δέξηται. καὶ πρῶτα μὲν ἐπὶ τὰς ἀρχὰς ἀδωρότατα τοὺς πάντων ἀρίστους ἐκλεγόμενος προεβάλλετο, οις ην καὶ οικοθεν, ατε ἀρίστοις ουσι, καὶ ἀπὸ τῆς ἀκριβοῦς τοῦ βασιλεύοντος ἐπισκέψεως πρῶτον 258 εργον καὶ σπούδασμα τὸ πρὸ τῶν αλλων τὰς ἰδίας χεῖρας καθαρὰς ἀπὸ παντοίου διαφυλάξαι λήμματος, ειθ' ουτως πασῶν τῶν ἀρετῶν πλέον τιμῆσαι δικαιοσύνην, καὶ ἰσότητα παρασκευά- σαι ἐμπολιτεύεσθαι πανταχοῦ, καὶ τὸ μὴ καταδυναστεύεσθαι ὑπὸ τῶν πλουτούντων τοὺς πένητας, μηδὲ ἀδίκως ζημίᾳ τινὰ ὑποβάλ- λεσθαι, ἀλλὰ ῥύεσθαι πένητα καὶ πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ κατὰ μικρὸν ἀναλαβεῖν τοὺς ἀνθρώπους ουσπερ ἀπὸ τῶν φθασάντων ῃδει λειποψυχοῦντάς τε καὶ ἐκλείποντας, καὶ ἀναρρωννύντας ἐπὶ τῆς ἀρχαίας απαντας εὐετηρίας σπουδάζειν ἀποκαθιστᾶν. ων καὶ διὰ τὴν ἐξ ἀρχῆς πρὸς τὰ βελτίω ῥοπήν (τοιοῦτοι γὰρ πάντως οἱ ἐκλεγόμενοι) καὶ διὰ τὴν τοῦ κρατοῦντος περὶ ταῦτα σπουδὴν καὶ ἐγρηγορυῖαν πανταχόσε περίβλεψιν εἰς πᾶν τὸ δέον προθύμως ἀλλήλους ὑπερβαλέσθαι ἁμιλλωμένων, απασα μὲν ἀδικία εὐθὺς ἀπὸ πάντων ἠλαύνετο, καὶ τὸ δίκαιον ἐπαρρη- σιάζετο, καὶ αἱ πρὶν ὑπὲρ τὰς Βριάρεω χεῖρες πρὸς τὰ ἀλλότρια ἐκτεινόμεναι ἐκνεναρκωμέναις ωσπερ καὶ παρειμέναις ἐῴκεισαν, καὶ τὰ ἀσθενῆ πρὸ τούτου τῶν πενήτων μέλη ἐρρώννυτο διὰ τὸ ἀδεῶς εκαστον τὴν οἰκείαν βῶλον ἐργάζεσθαι καὶ τὸν ιδιον ἀμπε- λῶνα καρποῦσθαι, καὶ τὴν ἐλαίαν καὶ τὴν συκῆν τὴν πατρῴαν μηδένα ειναι τὸν τολμῶντα ὑπὸ τὴν ἑαυτοῦ ποιεῖσθαι ἐξουσίαν, ἀλλ' εκαστον ἐν τῇ συνήθει καὶ πατρῴᾳ τούτων σκιᾷ ἀναπαύεσθαι. καὶ ουτω μὲν περὶ τὸν ὑπὸ χεῖρα πάντα λαὸν τῶν τε χωρῶν καὶ τόπων καὶ πόλεων τῆς ἑαυτοῦ ἐπικρατείας ὁ εὐσεβὴς διε259 γίνετο βασιλεύς. εἰ δέ τις οιον οζος κακίας εν τινι στερεῶς ευ μάλα συναθροισθεὶς ὑπὸ τῶν κατὰ μέρος ἀρχόντων μεταβληθῆναι η τέλεον ἐκκοπῆναι οὐχ οιός τε ην, δι' αὐτοῦ ἐκείνου τοῦ βασι- λεύοντος η μετεβάλλετο η ἀλλοίως πως τὴν ἰατρείαν ἐδέχετο. τέλεον γὰρ ἐξᾶραι πάντοθεν τὴν ἀδικίαν ὁ κράτιστος ουτος φιλονεικῶν πανταχοῦ τε διατάγματα ἐξέθετο καὶ κατὰ πᾶσαν χώραν ἐξέπεμ- ψεν, δι' ων πᾶσα δόσις μέχρι τότε τὸ ευλογον εχειν δοκοῦσα διὰ τὴν πονηρὰν ἀπὸ χρόνου συνήθειαν ἀνῃρεῖτο καὶ ἐξεκόπτετο, καὶ ἰσονομία πᾶσα καὶ δικαιοσύνη ωσπερ ἀπό τινος ὑπερορίου φυγῆς ἐδόκει κατιέναι πρὸς τὸν βίον καὶ τοῖς ἀνθρώποις ἐμπολιτεύε- σθαι. 31 ̓Αλλὰ καὶ τοὺς εἰς τὸ κρίνειν ἐπιτηδείους, ἀπὸ μὲν μαθημάτων εχειν τὸ ἱκανὸν μαρτυρουμένους, ἀπὸ δὲ γνώμης καὶ προαιρέσεως τὸ εὐσεβές τε καὶ ἀδωρόληπτον, ἀξιώμασί τε τῆς ταπεινοτέρας βαθμίδος ὑπεραίρων καὶ ἀνυψῶν καὶ ῥογῶν ἐνιαυ- σίων ἐκθέσεσι καὶ σιτηρεσίων αλλων καὶ φιλοτιμιῶν παροχαῖς δεξιούμενος κατὰ πᾶσαν σχεδὸν ἀγυιὰν καὶ πᾶν εὐαγὲς ἐνδιαίτημα ἐγκατέστησεν. ἐξαιρέτως δὲ τὸ λεγόμενον τῆς Χαλκῆς λαμπρό- τατον τὸ πάλαι καὶ ἀξιάγαστον οικημα, τῷ χρόνῳ καὶ τῇ τῶν κρατούντων ῥᾳθυμίᾳ, ισως δὲ καὶ ἀπό τινων ἐμπρησμῶν, κατὰ μέρη πολλὰ διαρρυὲν καὶ τὴν ὀροφὴν πονήσασαν ἐσχηκός, αὐτὸς καὶ πόνῳ καὶ δαπάναις συχναῖς ἀπεκάθηρέ τε καὶ περιεποιήσατο καὶ 260 κοινὸν κατέστησε δικαστήριον, ̓Αρείου τε πάγου καὶ ̔Ηλιαίας σεμνό-τερον. οὐ μόνον δὲ διὰ τῆς τῶν κριτῶν ἐκλογῆς τε καὶ προβολῆς τοὺς ἀδικεῖσθαι λέγοντας τῶν δικαίων τυγχάνειν προενοήσατο, ἀλλὰ καὶ διὰ τῆς παροχῆς τῆς καθ' ἡμέραν τροφῆς τῶν ἐπὶ τῇ παρὰ τῶν ἰσχυροτέρων βίᾳ ἑκάστοτε πρὸς τὴν βασιλεύουσαν ἀναγκαζομένων εἰσέρχεσθαι. δείσας γὰρ μὴ ἀπορίᾳ τῶν ἐπιτηδείων πολλάκις τινὲς πρὸ τοῦ πέρας τὴν κατ' αὐτοὺς ὑπόθεσιν δέξασθαι τῶν τῇδε ἀναχωρήσωσι, πρόσοδον ἀρκοῦσαν ἀφώρισεν ἀφ' ης οἱ ἐγκαλοῦντες κατά τινων ἀπετρέφοντο, εως τὴν ἀπὸ τοῦ δικαστοῦ ἀπόφασιν ελαβον. οὐ ταῦτα δὲ μόνα πρὸς τὴν παντελῆ