1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

157

πολλὰ μὲν πλοῖα κατέδυσαν αυτανδρα, πολλοὺς δὲ κατέστρωσαν, πλείστους δὲ ζῶντας συνέλαβον. οἱ περιλειφθέντες ουν εἰς τὸ τῆς ἀνατολῆς μέρος εἰς τὰ Σγόρα λεγό- μενα καταπλέουσιν. ἀπεστάλη δὲ τότε καὶ Βάρδας πατρίκιος ἀπὸ στρατηγῶν ὁ Φωκᾶς διὰ γῆς μετὰ ἱππέων καὶ ἐκκρίτων ἀν- δρῶν τοῦ παρατρέχειν αὐτούς. καὶ δὴ τούτων σύνταγμα ἱκανὸν ἀποστειλάντων πρὸς τὰ τῆς Βιθυνίας μέρη ωστε τὰ πρὸς τροφὴν καὶ αλλην χρείαν πορίσασθαι, περιτυχὼν τῷ τοιούτῳ συντάγματι ὁ εἰρημένος Βάρδας ὁ Φωκᾶς κακῶς τούτους διέθηκεν, τρεψά- μενος καὶ κατασφάξας αὐτούς. κατῆλθε δὲ καὶ ὁ συνετώτατος καὶ ἐχέφρων ̓Ιωάννης ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας μετὰ παντὸς τοῦ τῆς ̓Ανατολῆς στρατεύματος, καὶ πολλοὺς τούτων διέ- 425 φθειρεν ἀποσπάδας τῇδε κἀκεῖσε καταλαμβάνων, ωστε συστα- λέντας αὐτοὺς δέει τῆς αὐτοῦ ἐπιθέσεως μένειν ἐπὶ τὸ αὐτὸ παρὰ τὰ οἰκεῖα πλοῖα καὶ μηδαμοῦ παρεκτρέχειν κατατολμᾶν. πολλὰ δὲ καὶ μέγιστα κακὰ ουτοι διεπράξαντο πρὸ τοῦ τὸ ̔Ρωμαϊκὸν στράτευμα κατελθεῖν. τό τε γὰρ Στενὸν απαν λεγόμενον ἐνέπρη- σαν, καὶ ους συνελάμβανον αἰχμαλώτους, τοὺς μὲν ἐσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ωσπερ σκοποὺς ἱστάντες βέλεσι κατετόξευον. οσους δὲ τοῦ ἱερατικοῦ κλήρου κατελάμβα- νον, οπισθεν τὰς χεῖρας δεσμοῦντες ηλους σιδηροῦς κατὰ μέσης τῆς κεφαλῆς αὐτῶν κατεπήγνυον. πολλοὺς δὲ ἁγίους ναοὺς τῷ πυρὶ παρέδωκαν. χειμῶνος δὲ ἐνισταμένου καὶ τροφῶν ἀποροῦν- τες, τό τε ἐπελθὸν στράτευμα τοῦ δομεστίκου τῶν σχολῶν τοῦ Κουρκούα καὶ αὐτὸν τὸν ἐχέφρονα καὶ νουνεχῆ ευβουλον δεδιότες, τάς τε ναυμαχίας καὶ τὰ ἐσχηματισμένα πολέμια τοῦ πατρικίου Θεοφάνους, ἐβουλεύσαντο τὰ οἰκεῖα καταλαβεῖν. καὶ δὴ λαθεῖν τὸν στόλον σπουδάζοντες, Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶνος πέμπτης καὶ δεκάτης νυκτὸς ἀντιπλεῦσαι ὡρμηκότες ἐπὶ τὰ Θρᾳκῷα μέρη, παρὰ τοῦ ῥηθέντος πατρικίου Θεοφάνους ὑπηντήθησαν· οὐδὲ γὰρ ελαθον τὴν αὐτοῦ ἐγρηγορωτάτην καὶ γενναίαν ψυχήν. εὐθὺς ουν δευτέρα ναυμαχία συνάπτεται, καὶ πλεῖστα πλοῖα ἐβύθισεν καὶ πολλοὺς τούτων ἀπέκτεινεν ὁ εἰρημένος ἀνήρ. ὀλίγοι δὲ μετὰ πλοίων περισωθέντες καὶ ἐν τῇ τῆς Κύλης παραπεσόντες ἀκτῇ νυ- κτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ ὁ πατρίκιος μετὰ νίκης 426 λαμπρᾶς καὶ μεγίστων ὑποστρέψας τροπαίων ἐντίμως καὶ μεγαλο- πρεπῶς ὑπεδέχθη καὶ παρακοιμώμενος ἐτιμήθη. 40 ̓Επειδὴ δὲ ὁ ῥηθεὶς ̓Ιωάννης μάγιστρος καὶ δομέστι- κος τῶν σχολῶν αριστος ἐγένετο εἰς τὰ πολέμια, καὶ πολλὰ καὶ μεγάλα ἀνέστησε τρόπαια, καὶ τὰ ̔Ρωμαϊκὰ ἐπέκτεινεν ορια, πλεί- στας τε πόλεις ἐπόρθησεν τῶν ̓Αγαρηνῶν, καὶ διὰ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἠβουλήθη ὁ βασιλεὺς ̔Ρωμανὸς εἰς τὸν ἑαυτοῦ εκγονον ̔Ρωμανὸν τὸν ἐκ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ θυγατέρα ἀναλαβεῖν. ἡ ουν θυγάτηρ τοῦ Κουρκούα ην ἡ Εὐφρο- σύνη, ὁ δὲ υἱὸς τοῦ Κωνσταντίνου ην ̔Ρωμανὸς ὁ εὐνουχισθεὶς παρὰ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ ἐτιμήθη πατρίκιος καὶ πραιπόσιτος. φθόνου δὲ αὐτῷ τῆς τοιαύτης ενεκεν ὑποθέσεως τῶν λοιπῶν βασιλέων κινηθέντος, παύει τῆς ἀρχῆς, εικοσι καὶ δύω χρόνους καὶ μῆνας ἑπτὰ δομέστικος ἀδιάδοχος τελέσας. (41) πλὴν ουν αξιον εἰπεῖν τό τε γένος καὶ τὴν ἀγωγὴν αὐτοῦ καὶ τὸ ἐπιτήδευμα καὶ τὸ φύσει τῆς ψυχῆς καὶ τοῦ σώματος αὐτοῦ καὶ τὴν πρᾶξιν, καὶ ὁποῖος πιστὸς καὶ ὀρθὸς ἀνεφάνη τῇ γενεᾷ ἡμῶν. ουτος ἐκ γένους τῶν ̓Αρμενιακῶν ην ἀπὸ ∆όκιαν χωρίου ∆αρβιδοῦν, πατρὸς μὲν τῶν οὐκ ἀσήμων, παλατίνου πάνυ πλου- σίου υἱοῦ ̓Ιωάννου δομεστίκου τῶν ἱκανάτων. λέγεται δὲ καὶ τὰ ἱερὰ γράμματα ἐκπεπαιδεῦσθαι παρὰ Χριστοφόρου μητροπολίτου Γαγγρῶν τοῦ συγγενοῦς αὐτοῦ. ὡς ᾳδεται δὲ ὁ λόγος, οτι εφη ὁ ἀρχιερεὺς "ουτος ὁ ̓Ιωάννης εἰς λύτρωσιν καὶ ανεσιν τῶν ̔Ρωμαίων γενήσεται." πολλὰς γὰρ καὶ πλείστας πόλεις καὶ κάστρα καὶ 427 χώρας καὶ καστέλλια καὶ τόπια τῶν ̓Αγαρηνῶν ἐχειρώσατο, καὶ τὴν ̔Ρωμανίαν διπλῆν