121
σώ- ζοντες ὑφεστήκασι, στεφάνην ανωθεν εχοντες περιθέουσαν, ἀφ' ων ἁπάντων κρουνηδὸν τὸ υδωρ κατὰ τὸ ἐμβαδὸν καὶ τὸν πυθμένα τῆς φιάλης ανωθεν ερρει καὶ κατώμβρει τὰ ὑποκείμενα. ἡ δὲ πρὸς βορρᾶν ἐκ τοῦ Σαγαρίου λεγομένου λίθου, ος τῷ παρά τινων ̓Οστρίτῃ καλουμένῳ λίθῳ καθέστηκεν ἐμφερής, ἐδέξατο τὴν κατα- σκευήν, ἐκ λευκοῦ λίθου πολύτρητον στρόβιλον καὶ αὐτὴ κατὰ τὸ μέσον τοῦ πυθμένος προβαλλομένη ἐξέχοντα. υπερθεν δὲ κατὰ τὴν περιτρέχουσαν στεφάνην τῇ φιάλῃ ἐκ χαλκοῦ τῷ τεχνίτῃ διετυ- πώθησαν ἀλεκτρυόνες τράγοι τε καὶ κριοί, διά τινων συρίγγων καὶ αὐτοὶ κρουνοὺς ὑδάτων ἐξερευγόμενοι καὶ οιον ἐξεμοῦντες κατὰ τὸ τῆς φιάλης ὑποκείμενον εδαφος. ενθα καὶ κύλικες ὁρῶνται, περὶ 328 ας τότε οινος ἀνέβλυζε κάτωθεν, τοὺς παριόντας ποτίζων καὶ δε- ξιούμενος. (86) ἐξιόντι δέ σοι τὴν βόρειον πύλην τοῦ ἱεροῦ μα- κρός τις ἐκδέχεται περίπατος κυλινδροειδής, ἐξ ἐνύλων γραφῶν κατηγλαϊσμένος τὴν ὀροφήν, τοὺς μαρτυρικοὺς περιέχων αθλους καὶ τὰ παλαίσματα, ἑστιῶν αμα τοὺς ὀφθαλμοὺς καὶ τὴν ψυχὴν διεγείρων πρὸς τὸν θεῖον καὶ μακάριον ερωτα, ταῖς τῶν μαρτύρων ἀριστείαις εἰς τοῦτον ἐναγομένην καὶ ὑπερβαίνειν κατὰ τὸ ἐφικτὸν πειρωμένην τὴν αισθησιν. κατὰ δὲ τὰς πρὸς νότον τε καὶ τὴν θάλασσαν πύλας, εἰ ἐξελθὼν πρὸς ἀνατολὰς ποιήσασθαι τὴν πο- ρείαν θελήσειας, αλλον εὑρήσεις ἰσομήκη τοῦ πρὸς βορρᾶν καὶ ἰσόδρομον δίαυλον, αχρι τῆς βασιλικῆς αὐλῆς καὶ αὐτὸ παρατεί- νοντα, καθ' ην μεθ' ιππων σφαιρίζειν βασιλεῦσί τε καὶ τοῖς τῶν εὐδαιμόνων παισὶ καθέστηκε σύνηθες· ην καὶ αὐτὴν ὁ αὐτὸς ἀοί- διμος βασιλεύς, τὰς πρότερον ἐκεῖσε τυγχανούσας οἰκίας ἐξωνησά- μενος καὶ αχρις ἐδάφους καταβαλὼν καὶ περικαθάρας τὸν τόπον, εἰργάσατο, κατὰ τὸ πρὸς θάλασσαν μέρος τῆς τοιαύτης αὐλῆς καὶ τὰς περικαλλεῖς οἰκίας δειμάμενος, ας οἱονεὶ ταμιεῖον καὶ οἰκονο- μεῖον τοῦ εἰρημένου τυγχάνειν ναοῦ διωρίσατο. ἡ δὲ τῶν οἰκη- μάτων ἐξώνησις καὶ κατασκευὴ τῆς αὐλῆς διὰ τὸ τὴν πρότερον εἰς τὸ τοιοῦτον γυμνάσιον ἀνειμένην τοῖς βασιλεῦσιν ἐν τῇ τοῦ θείου ναοῦ παροπλισθῆναι οἰκοδομῇ δεόντως ἐγένετο. τὸ δὲ περικλειό- μενον μέσον τῶν δύο περιδρόμων χωρίον κατὰ τὸ ἑῷον τοῦ ναοῦ μέρος παράδεισον ἐξειργάσατο, κατὰ ἀνατολὰς καὶ αὐτὸν φυτευ- 329 θέντα τῆς νέας ̓Εδὲμ καὶ παντοίοις κομῶντα φυτοῖς καὶ υδασιν ἀφθόνοις οντα κατάρρυτον· ον ἀπὸ τῆς θέσεως Μεσοκήπιον ὀνο- μάζειν εἰώθαμεν. ̓Αλλὰ ἀπόχρη περὶ τούτων τὰ εἰρημένα, μὴ καὶ ἀπειροκα- λίας τις γραφὴν ἀποίσεται καθ' ἡμῶν. (87) καὶ μεταστρεπτέον ηδη τὸν λόγον ἐπὶ τὰ λοιπὰ τῶν εργων τοῦ φιλοπόνου καὶ τῶν κα- λῶν προμηθοῦς αὐτοκράτορος. κατ' αὐτὰ γὰρ τὰ βασίλεια τίνα τῶν πώποτε μνημονευομένων ἐν ταῖς περὶ τὰ τοιαῦτα φιλοτιμίαις οὐχ ὑπερβέβηκεν εν τε πολυτελείᾳ καὶ κάλλει καὶ τῷ καινοπρεπεῖ τῶν σχημάτων καὶ ταῖς περὶ πάντα τὰ ἀξιάγαστα χάρισιν, οὐ μό- νον ἐν ναῶν καλλοναῖς καὶ πολυτελείαις καὶ τέρψεσιν, ἀλλὰ καὶ ἐν διαιτητηρίων βασιλικῶν οντως καὶ μεγαλοπρεπῶν οἰκοδομαῖς, μετὰ τοῦ πολυτελοῦς τὸ τερπνὸν καὶ μετὰ τοῦ τέρποντος πολὺ τὸ χρήσι- μον ἐχόντων καὶ θαύματος αξιον; ἀλλ' ἐπεὶ τὰ τοιαῦτα κάλλη οὐ πᾶσιν εἰς ορασιν πρόκειται, η καὶ μᾶλλον ἀκριβὴς τῶν τοιούτων πέφυκεν ειναι διδάσκαλος, ἀνάγκη διὰ τῆς γραφῆς παρατεθῆναι τῶν σπουδαίων ταῖς ἀκοαῖς, ιν' ἐντεῦθεν ο τε δημιουργὸς αὐτῶν ἀξίως θαυμάζηται καὶ οἱ τῶν βασιλείων εἰσόδων εἰργόμενοι μὴ παντελῆ τούτων εχοιεν αγνοιαν. εστι γὰρ εὐθὺς κατὰ τὸ πρὸς ἀνατολὰς τῶν ἀνακτόρων μέρος κατασκευασθεὶς ̔Ηλιοὺ τῷ Θεσβίτῃ ναός, οὐ τὰ ἐντὸς μόνον πάσης ἀνάπλεως πολυτελείας καὶ ὡραιό- τητος ἀλλ' ηδη καὶ τὰ ἐκτός. ανωθεν γὰρ τὸ στέγος απαν χρυσῷ 330 κατελάμπετο, ἐκ ψηφίδων ευ ἡρμοσμένων απαν συνεστηκός, εἰ καὶ τῷ χρόνῳ νῦν ἡ πολλὴ τῶν ομβρων ἐπιφορὰ καὶ οἱ χειμέριοι νιφετοί τε καὶ παγετοὶ τὸ πολὺ τοῦ κάλλους διαφθείραντες ἐλυμή- ναντο. συνημμένον δὲ τῷ τοιούτῳ ναῷ