1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

134

κοιτωνίτην ἐν τοῖς Στουδίοις ἀποκεῖραι αὐτόν. μετ' ὀλίγον δὲ Ζαούτζας τελευτᾷ ἐν τῷ παλατίῳ, καὶ διὰ τοῦ Βουκολέοντος κατενεγκόντες αὐτὸν ἐν τῇ μονῇ τοῦ Καυλέου κατέθαψαν. 15 Συμφιλιοῦται δὲ ὁ ἐπείκτης Βασίλειος τῷ κουβικου- λαρίῳ Σαμωνᾷ τῷ ἐξ ̓Αγαρηνῶν, τοῦ τῆς βασιλείας ὀρεγόμενος ἀξιώματος. ἐθάρρησεν δὲ τῷ Σαμωνᾷ οτι τῆς θείας ἡμῶν τελευ- τησάσης Ζωῆς ἑτέρᾳ γυναικὶ πάντως ὁ βασιλεὺς συζευχθήσεται, καὶ ἡμᾶς ἐκποδὼν καταστήσει. δὸς ουν μοι λόγον ὡς φυλάξεις τὸ ἀπόρρητον, κἀγώ σοι πάντα θαρρήσω τὰ ὑφ' ἡμῶν βουλευό- μενα. ὁ δὲ τοῦτο πεποιηκὼς πᾶσαν παρ' αὐτοῦ τὴν συσκευὴν 363 ἐδιδάσκετο. ὁ δὲ Σαμωνᾶς εἰς βασιλέα εἰσελθὼν εφη "θέλω σοί τι, δέσποτα, ἰδίᾳ εἰπεῖν, οπερ ἐμοὶ μὲν λεγόμενον θάνατον προ- ξενεῖ, σοὶ δὲ σιωπώμενον." καὶ διεξῆλθε πρὸς τὸν βασιλέα πᾶσαν Βασιλείου ἐπιβουλήν. τοῦ δὲ βασιλέως τοῖς ῥηθεῖσι διαπιστήσαν- τος, καὶ εἰπόντος μήποτε ὡς ἐξ ὑποβολῆς τινὸς ταῦτα εἰρήκει, ὁ δὲ Σαμωνᾶς "εἰ βούλει πληροφορηθῆναί" φησιν, "ους βούλει εἰς τὸ ἐμὸν κελλίον ἀπόστειλον, καὶ ἀποκρύψω τούτους ἐν ἀποκρύφῳ, καὶ οσα παρὰ Βασιλείου καὶ παρ' ἐμοῦ λέγωνται, γράψωσι, καὶ τηνικαῦτα βεβαιωθήσῃ ὡς οὐδὲν ψεῦδός ἐστι τῶν παρ' ἐμοῦ σοι ῥηθέντων." ἀποστέλλει ουν ὁ βασιλεὺς Χριστοφόρον πρωτοβε- στιάριον αμα Καλοκῦρι κοιτωνίτῃ· οι ἐν τῷ τοῦ Σαμωνᾷ κελλίῳ ἀνελθόντες ἐκρύβησαν. ὁ δὲ Σαμωνᾶς τὸν Βασίλειον δελεάσας καὶ λόγον ενορκον δοὺς επεισε πάλιν πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν φανερῶς ἐξειπεῖν καὶ τοὺς μετ' αὐτοῦ βουλευομένους· απερ Κα- λοκῦρις καὶ Χριστοφόρος ἀκούοντες διὰ γραφῆς ἐσημήναντο. τού- των δὲ ἀριστευόντων ουτοι κατελθόντες τὴν γραφὴν τῷ βασιλεῖ ὑπεσήμηναν καὶ ἀνέγνωσαν. καὶ παρευθὺ Βασίλειον μὲν προσκαλεσάμενος δέδωκε μιλιαρήσια χιλιάδας κδʹ ὡς δῆθεν ψυχικὰ τῆς αὐτοῦ θείας Ζωῆς ὁρισθέντα, καὶ ἐν Μακεδονίᾳ ἀπέστειλεν· Πάρδον δὲ δρουγγάριον τῆς βίγλης αὐτῷ κεκοινωνηκότα πρὸς τὸν Στυπιώτην ἀποστέλλει τοῦ δῆθεν ἀγαγεῖν αὐτόν, ος προμηνυθεὶς διὰ βασιλικῆς γραφῆς τοῦτον ἐδέσμευσεν· Νικόλαον δὲ ἑταιρειάρ- χην τῆς πόλεως ἐξήγαγεν. ἀγαγὼν δὲ ἐκ Μακεδονίας Βασίλειον 364 καὶ ἀνακρίνας αὐτὸν καὶ τύψας σφοδρῶς καὶ τρίχας αὐτοῦ κατα- φλέξας καὶ ἐν μέσῃ θριαμβεύσας τῇ πόλει ἐν ̓Αθήναις ἐξώρισεν. πάντας δὲ τοὺς μαγίστρους καὶ τοὺς ἐν τέλει ὁ βασιλεὺς προσκα- λεσάμενος ἐνώπιον αὐτῶν τὰ ὑπὸ Σαμωνᾶ μηνυθέντα ἀνέγνω. οἱ δὲ τοῦτον ὑπερεπῄνεσαν ὡς τῆς τοῦ βασιλέως παραίτιον κατα- στάντα ζωῆς, καὶ αξιον μεγίστης ειναι τιμῆς προσειρήκασιν. ὁ δὲ τοῦτον παρευθὺ τῇ τοῦ πρωτοσπαθαρίου τιμῇ ἠξίωσεν καὶ οἰκεῖον ἑαυτῷ κατεστήσατο. 16 ̓Ετελεύτησεν δὲ ὁ πατριάρχης Στέφανος, καὶ ἀντ' αὐτοῦ πατριάρχης ὁ μυστικὸς ἐχειροτονήθη Νικόλαος, ὁ πολλὰ μὲν κατὰ τῆς σοφίας προτερήματα σὺν εὐσχήμονι καταστάσει. παρε- λήφθη δὲ ἡ πόλις ∆ημητριάς, ἡ ἐν τῷ θέματι ̔Ελλάδος, ὑπὸ τῶν ̓Αγαρηνῶν. 17 Λέων δὲ ὁ βασιλεὺς στέφει Ανναν θυγατέραν Ζωῆς τὴν ἀπὸ τοῦ Ζαούτζα, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ κατὰ τύπον κλητόρια, Αὐγούστας μὴ ουσης. ἠγάγετο δὲ ὁ βασιλεὺς κόρην ἐκ τοῦ ̓Οψικίου θέματος, ὡραίαν τε καὶ περικαλλῆ· ονομα δὲ αὐτῇ Εὐδοκία. εγημέν τε αὐτὴν καὶ εστεψεν· ἐξ ης παῖδα ἐποίη- σεν αρρενα, ἐφ' ῳ καὶ αὐτὴ καὶ τὸ γεννηθὲν ἐτελεύτησεν. 18 Εκτισεν δὲ πλησίον τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ ἐκκλησίαν ὁ βασιλεὺς ἐπ' ὀνόματι τῆς προτέρας αὐτοῦ γυναικὸς Θεοφανοῦς. εκτισεν δὲ καὶ τὴν τοῦ ἁγίου Λαζάρου ἐκκλησίαν 365 τῶν λεγομένων Τόπων, καὶ μονὴν ἀνδρῶν εὐνούχων ἐν αὐτῇ κατε- σκεύασεν· ενθα καὶ τὸ τοῦ ἁγίου Λαζάρου σῶμα καὶ τῆς ἀδελφῆς αὐτοῦ Μαγδαληνῆς ἀνακομίσας ἀπέθετο. τοῦ δὲ στόλου ἐν τοῖς τῶν ἐκκλησιῶν τοιούτων εργοις ἀσχολουμένου, τὸ ἐν Σικελίᾳ Ταυ- ρομένιον ὑπὸ τῶν Αφρων παρελήφθη καὶ πολὺς τῶν ̔Ρωμαίων φόνος ἐγένετο. κατεσχέθη δὲ καὶ Λῆμνος ὑπὸ τῶν ̓Αγαρηνῶν, καὶ πλεῖστος ᾐχμαλωτίσθη λαός. 19 Προέλευσιν