1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

108

καὶ ἀφειδῶς ληϊζόμενοι, ὡς καὶ μέχρι τῶν πεντήκοντα καὶ ἑκατὸν κάστρων τὰ μὲν ἐκ προδοσίας τὰ δὲ πολιορκίᾳ χειρώσασθαι, ἀκούων ταῦτα ὁ βασιλεὺς ἠνιᾶτο σφοδρῶς, καὶ ταῖς περὶ τούτων φροντίσιν ἐπαγρυπνῶν ἐζήτει πῶς αν εὐπετῶς δυνηθείη η τελέως τροπώσασθαι τοὺς ἐχθροὺς η καν ἐκ τῆς ̔Ρωμαϊκῆς ἐπικρατείας ἀπώσασθαι καὶ ἐξελάσαι τὸ δυσμενές. καὶ τὰς μὲν ηδη χάριν τῶν 293 ̔Ραουσαίων καὶ ολου τοῦ εθνους τῶν ∆αλματῶν προαποσταλείσας δυνάμεις, ων ηρχεν, ὡς φθάσαντες ειπομεν, ὁ κατὰ τὸν ̓Ωορύ- φαν Νικήτας πατρίκιος, οὐκ ἀξιομάχους πρὸς τοσαύτην τῶν βαρ- βάρων πληθὺν ἐδοκίμασε, μάλιστα διὰ τὸ χρείαν ειναι καὶ πρὸς τὴν μεσόγαιον πολλάκις ποιεῖσθαι τὰς συμπλοκὰς καὶ πολὺ τῆς θαλάττης ἀπαρτᾶσθαι, οπερ ἐδόκει πρὸς νηΐτην στρατὸν ἀσύμ- φορον καὶ ἀδύνατον· αλλας δὲ πάλιν ἀπ' ἐντεῦθεν ἀποστέλλειν δυνάμεις οὐκ εκρινεν ειναι λυσιτελὲς διά τε τὸ τῆς ἐκστρατείας δα- πανηρὸν καὶ τὴν χρείαν τὴν τῶν ἐνταῦθα χωρῶν. καὶ συνετῶς βουλευσάμενος πρὸς Λοδοΐχον τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπαν ̔Ρώμης διαπρεσβεύεται συνεπικουρῆσαι ταῖς ἐντεῦθεν δυνάμεσι καὶ μετὰ τούτων συμπαρατάξασθαι κατὰ τῶν ἐν Βάρει κατοικη- σάντων ̓Αγαρηνῶν, κελεύσας καὶ τὰς ὀλίγῳ πρόσθεν μνημονευ- θείσας χώρας τῶν Σκλαβηνῶν συνεπιλαβέσθαι τοῦ εργου, διὰ τῶν οἰκητόρων ̔Ραουσίου καὶ τῶν παρ' αὐτοῖς ἐγχωρίων πλοίων πε- ραιωθέντας τὸ πέλαγος ∆αλματῶν. ων ὁμοῦ πάντων γεγενημέ- νων καὶ μεγάλης ἀθροισθείσης δυνάμεως, ἐπεὶ καὶ ὁ ̔Ρωμαϊκὸς ναύαρχος συνέσει καὶ ἀνδρίᾳ πολὺ πάντων διέφερε, θᾶττον ἡ Βάρις ἁλίσκεται. καὶ τὸ μὲν κάστρον αὐτὸ καὶ ἡ χώρα καὶ πᾶν τὸ αἰχμάλωτον εἰς τὴν ̔Ρωμαϊκὴν ἐξουσίαν ἀναλαμβάνεται, καὶ τοὺς οἰκείους ἡ χώρα ἀπολαμβάνει οἰκήτορας, τὸν δὲ Σολδάνον ἐκεῖνον καὶ τὸν ὑπ' αὐτὸν λαὸν τῶν ̓Αγαρηνῶν ὁ ῥὴξ Φραγγίας ἀναλαβόμενος ἐν Καπύῃ ἀπήγαγεν· ταύτης γὰρ αὐτὸς ηρχεν ετι καὶ προσέτι Βενεβενδοῦ. καὶ ἡ μὲν πρώτη κατὰ τὴν ἑσπέραν 294 στρατεία τῷ βασιλεῖ τοιοῦτον πέρας ἐδέξατο, καὶ τοῖς ἐντεῦθεν λαφύροις καὶ τῇ δόξῃ κατεκοσμήθη ἡ βασιλεύουσα. 56 ̓Επειδὴ δὲ πολλάκις ἡ ἱστορία φιλεῖ καὶ ταῖς κατὰ παρέκβασιν διηγήσεσι τὸν λόγον ποικίλλειν καὶ τὰς τῶν ἐντυγχα- νόντων ψυχαγωγεῖν ἀκοάς, ἐπεξηγητέον καὶ οσα μεταξὺ τοῦ ῥηγὸς Φραγγίας καὶ Σολδάνου τοῦ ̓Αφρικῆς ἀμηρᾶ καὶ τῶν οἰκητόρων Καπύης καὶ Βενεβενδοῦ συνέβη καταπραχθῆναι. ἐπὶ διετίαν γὰρ ἐν Καπύῃ συνὼν ὁ Σολδάνος τῷ τῆς Φραγγίας ῥηγὶ οὐδέποτε ωφθη ὑπό τινος τὸ παράπαν γελῶν. ὁ δὲ ῥὴξ τῷ κατάφωρον αὐτὸν γελῶντα πεποιηκότι χρυσίου δόσιν κατεπηγγείλατο. προσ- ήγγειλεν ουν τίς ποτε τῷ ῥηγὶ γελῶντα τὸν μέχρι τότε σκυθρωπὸν Σολδάνον θεάσασθαι, καὶ τούτου παρείχετο μάρτυρας. ον κα- λέσας ὁ ῥὴξ τὴν αἰτίαν τῆς μεταβολῆς καὶ τοῦ γέλωτος ἐπυνθά- νετο. ὁ δὲ "αμαξάν" φησι "κατιδὼν καὶ τοὺς ταύτης κατανοή- σας τροχούς, πῶς καὶ τὸ μετέωρον τούτων ταπεινοῦται καὶ τὸ ταπεινὸν αυθις μετεωρίζεται, καὶ ὡς εἰκόνα ταῦτα λαβὼν τῆς ἀσταθμήτου καὶ ἀβεβαίου τῶν ἀνθρώπων εὐδαιμονίας, ἐγέλασα αμα μὲν ἐνθυμηθεὶς πῶς ἐφ' ουτως ἀβεβαίων πραγμάτων ἐπαι- ρόμεθα, αμα δὲ καὶ οὐκ ἀδύνατον οἰηθεὶς τὸ καὶ ἐμέ, ωσπερ ἐκ μετεώρου γέγονα ταπεινός, ουτως καὶ ἐκ τοῦ χαμερποῦς ἐνδέχε- σθαι πάλιν ἀρθῆναι πρὸς μέγεθος." απερ ἀκούσας ὁ ῥήξ, καὶ ἐν νῷ τὰ οἰκεῖα λαβὼν καὶ ἐκεῖνον συνετὸν λογισάμενος, ηρξατο 295 παρρησίας καὶ συνδιαιτήσεως μεταδιδόναι αὐτῷ. (57) ὁ δὲ πανοῦργος ων καὶ δόλων Φοινικικῶν οὐκ ἀμέτοχος ἐκ τῆς ἑκατέρων εγνω διαβολῆς σωτηρίαν ἑαυτῷ πραγματεύεσθαι. πολλάκις γὰρ πρὸς αὐτόν, καὶ ὡς ἐκ γεροντικῆς ἐμπειρίας συνετὸν καὶ σοφὸν καὶ ὡς ἐξ εὐτυχοῦς δυστυχῆ, οἱ τῶν κάστρων Καπύης καὶ Βενε- βενδοῦ παρεγίνοντο αρχοντες. ὁ δὲ τὴν πρὸς αὐτοὺς φιλίαν πλατ- τόμενος ἐξενεγκεῖν τι πρὸς αὐτοὺς ἀπόρρητον βούλευμα τοῦ ῥηγὸς ελεγεν βούλεσθαι, δεδοικέναι δὲ τὸν ἐκ μηνύσεως κίνδυνον. τῶν δὲ διομοσαμένων ἀνέκφορον