1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

162

παραδίδοται μεγαλοτίμως, ἐν ῃ περὶ τούτῳ ἡ πρώτη αὐτοῦ σύμβιος ἀπέκειτο ̔Ελένη τουνομα. Μιχαὴλ δὲ τὸν τοῦ βασιλέως Χριστοφόρου υἱόν, τὰ βασιλικὰ πέδιλα Κωνσταν- τῖνος ὁ πορφυρογέννητος ἀφελόμενος, κληρικὸν καὶ μάγιστρον καὶ ῥαίκτωρα πεποίηκεν. οσοι δὲ ἐπέβαλον χεῖρας ἐπὶ τῇ καταβάσει ̔Ρωμανοῦ βασιλέως, ταῦτα πεπόνθασιν. ὁ μὲν Βασίλειος μάγι- στρος εἰσκομισθεὶς καὶ πομπευθεὶς καὶ ἐξορισθεὶς στένων καὶ τρέ- μων τὸν βίον αὐτοῦ ἐν ἐξορίᾳ ἐτέλεσεν· τὸν Μαριανὸν γυνὴ ἀπὸ υψους ῥίψασα πλάκα τὴν ἑαυτοῦ κεφαλήν, τὸν μόρον ̓Ιούδα ἐχρή- σατο· ὁ δὲ ∆ιογένης καὶ στρατηγὸς λογχευθεὶς παρὰ δύο ἀτζυ- πάδων τοῦ Μαλελεΐνου κακὸν θάνατον εδωκεν· ὁ δὲ Κουρτίκης ἀπερχόμενος εἰς Κρήτην μετὰ τοῦ δρομωνίου ἐποντίσθη· ὁ δὲ Κλάδων εὑρεθεὶς εἰς μοῦλτον ῥινοτομηθεὶς καὶ τὰ ωτα αὐτοῦ ἐκ- τμηθείς· ὡσαύτως καὶ ὁ Φίλιππος καὶ οἱ λοιποί. 4 ̔Ο δὲ βασιλεὺς ̔Ρωμανὸς ὁρᾷ κατ' οναρ δύο εὐνούχους λευκοφοροῦντας, καὶ κρατήσαντες αὐτὸν τῶν χειρῶν ηγαγον αὐ- τὸν εἰς τὴν Τρικύμβαλον ὁλόγυμνον. τὸ δὲ τζυκανιστῆριν ην 439 πεπληρωμένον πυρός, συνεδαβελίζετο δὲ ὑπὸ ἀτζυπάδων πολλῶν. καὶ ὁρᾷ τὴν θεοτόκον ἐλθοῦσαν πρὸς αὐτὸν καὶ λαλήσασαν τοῖς εὐνούχοις διὰ τὴν ἐλεημοσύνην αὐτοῦ. ἐνδύσασα αὐτῶν ἡ θεοτό- κος εἰσήγαγεν αὐτὸν εἰς Τροπικήν. διῆλθεν δὲ δεδεμένος ὁ κῦρ Κωνσταντῖνος ὁ σφαγεὶς καὶ ὁ μητροπολίτης ̓Αναστάσιος ̔Ηρακλείας, ἀγόμενοι παρὰ ἀτζυπάδων· καὶ παρέδωκαν αὐτοὺς καὶ ἐνέβαλον εἰς τὸ πῦρ ἐκεῖνο. τῇ ἡμέρᾳ δὲ ἐν ῃ ἐθεάσατο ὁ βασι- λεὺς τὸ οναρ, τῇ αὐτῇ ἡμέρᾳ ἐτελεύτησαν καὶ οἱ δύο. ὁ δὲ βα- σιλεὺς ̔Ρωμανὸς ἀποστείλας εἰς πάντα τὰ μοναστήρια καὶ τὰς λαύ- ρας, ὡσαύτως καὶ εἰς τὴν ἁγίαν πόλιν καὶ εἰς ̔Ρώμην, προσεκα- λίσατο μοναχοὺς ἁγίους τὸν ἀριθμὸν τριακοσίους· καὶ τῇ μεγάλῃ πέμπτῃ ἐκδυσάμενος τὸν χιτῶνα καὶ τὴν στολήν, ην περιεβέβλητο, ἐνώπιον πάντων σταθεὶς εἰς τὴν ἐκκλησίαν, οτε εμελλεν ὁ πρεσβύ- τερος ὑψώσειν τὸν θεῖον καὶ αγιον αρτον, εχων ἐν χαρτίῳ γε- γραμμένας τὰς ἑαυτοῦ ἁμαρτίας πάσας ἐστηλίτευσεν αὐτὰς κατε- νώπιον πάντων. τῶν δὲ μοναχῶν κραζόντων τὸ κύριε ἐλέησον καὶ δακρυρροούντων, ἑνὶ ἑκάστῳ βαλὼν μετάνοιαν συγχώρησιν ῃτει. καὶ πάντων τῶν μοναχῶν συγχώρησιν δόντων αὐτῷ, καὶ κοινωνίας τυχών, ἀνερχομένων αὐτῶν ἐν τῇ τραπέζῃ δοὺς σχοινίον μειρακίῳ καὶ ῥέκαν, ετυπτεν τοὺς πόδας αὐτοῦ λέγων ουτως "εισελθε κακό- γηρε ἐν τῇ τραπέζῃ." καὶ πάντων καθεσθέντων ἐκαθέσθη ὁ βα- σιλεὺς κλαίων καὶ ὀδυρόμενος. τὸ δὲ πιττάκιον ο ην γεγραμμένον 440 εχον τὰς ἁμαρτίας αὐτοῦ, βουλλώσας ἀπέστειλεν εἰς τοὺς καλο- γήρους τοὺς ἀπολειφθέντας, ὡσαύτως καὶ εἰς τὸν ἐν ἁγίοις ∆ερ- μοκαΐτην, ἀποστείλας καὶ δύο κεντηνάρια εἰς τοὺς μοναχοὺς ἐν τῷ ̓Ολύμπῳ, ινα ευξωνται ὑπὲρ ψυχικῆς αὐτοῦ σωτηρίας. ὁ ∆ερμοκαΐτης ἀναλαβόμενος τό τε χαρτίον καὶ λογάριον ωρισε πάν- τας τοὺς μοναχοὺς τοῦ νηστεῦσαι δύο ἑβδομάδας καὶ ευξασθαι ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ. τοῦ ∆ερμοκαΐτου δὲ ἱσταμένου ἐν μιᾷ νυκτὶ καὶ εὐχομένου φωνὴ ἐγένετο πρὸς αὐτὸν ἀοράτως, "ἐνίκησεν ἡ φιλανθρωπία τοῦ θεοῦ." ταύτης δὲ φωνῆς ἐκ τρίτου ἀκούσας, τὸ χαρτίον λαβὼν καὶ λύσας ευρεν αὐτὸν καθαρὸν μὴ εχον γράμ- μα εν καὶ μόνον. προσκαλεσάμενος δὲ πάντας τοὺς μοναχοὺς καὶ ὑποδείξας αὐτό, ἐδόξασαν τὸν θεὸν πάντες. καὶ ποιήσαντες ἀφέ- σιμον πάντες οἱ μοναχοὶ ἀπέστειλαν αὐτὸ πρὸς τὸν βασιλέα ̔Ρωμα- νόν, καὶ συνετάφη μετ' αὐτοῦ. 5 Οντος δὲ τοῦ βασιλέως ̔Ρωμανοῦ ἐν τῇ νήσῳ, ὁ πα- τριάρχης Θεοφύλακτος καὶ Θεοφάνης πατρίκιος καὶ παρακοιμώ- μενος βουλὴν ἐβουλεύσαντο ωστε τοῦτον πάλιν ἐν τῷ παλατίῳ ἀγαγεῖν· ην καὶ αὐτῷ ἀνακοινωνησάμενοι καὶ παραπείσαντες τοῦ- τον ἐκαιροσκόπουν πότε τὸ πέρας τῇ τοιαύτῃ βουλῇ ἐπιθήσουσιν. ἐπεὶ δὲ τὰ τῆς βουλῆς ἐφωράθη καὶ κατεμηνύθη τῷ βασιλεῖ Κων- σταντίνῳ, τοὺς συνεργοὺς αὐτῆς ἠμύνατο· τὸν μὲν γὰρ πατρίκιον