1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

73

ἐκπηδᾶν (ἐπάτει δὲ βένετος, καὶ πράσινος ὁ λογοθέτης Κωνσταντῖνος, ὁ πατρικίου Θωμᾶ καὶ γεγονότος λογο- θέτου τοῦ δρόμου πατήρ, λευκὸς δὲ ὁ Χειλᾶς καὶ ῥούσιος ὁ Κρα- σᾶς· οὐκ ην δὲ οὐδὲ τῷ πρωτοασηκρῆτις σχολάζειν, ωσπερ οὐδὲ τῷ πρωτονοταρίῳ τοῦ δρόμου, ἀλλ' ὁ μὲν ην κομβινογράφος τῶν βενέτων, ὁ δὲ τῶν πρασίνων)-αὐτῶν ουν ἐφ' αρματος ἱσταμένων μετὰ καὶ τῆς ἡνιοχικῆς στολῆς, καὶ ἐπαγγελίας φθασάσης οτι δει- νῶς ὁ Αμερ κατατρέχει τε καὶ κατασύρει τὸ Θρᾳκήσιον καὶ τοῖς Μαλαγίνοις πλησιάζει καὶ προσδοκῶνται οσον οὐδέπω δεινά, καὶ 199 ἐπὶ τούτῳ στυγνάσαντος μὲν τοῦ πρωτονοταρίου, ἀπαγγείλαντος δὲ μετὰ κατηφείας τὴν ἐκ τοῦ δομεστίκου τῶν σχολῶν ἀπόκρισιν καὶ αμα ἐπὶ χεῖρας τὰ γράμματα φέροντός τε καὶ δεικνύοντος, "τίνι" φησίν, "ω ουτος, τόλμῃ χρησάμενος τοιαῦτα κατὰ τὸν ἀναγκαῖον τοῦτον ἀγῶνά μοι διαλέγειν ἐπιχειρεῖς, τοῦτο μόνον σπουδάζοντι, εἰ μὴ τὸν μέσον εὐώνυμον ἰδεῖν παρατετραμμένον; ὑπὲρ ου μοι πᾶς ὁ ἀγών." 37 Καὶ οὐχὶ μὲν τούτῳ τῷ πόθῳ, η εἰ βούλει γε, πάθει ἡλίσκετο, ἑτέρων δὲ ἀπρεπεστέρων ἐκτὸς ην, ἀλλὰ καὶ μέτριον ηθος ἀμέτρως καταδιώκων ἐξέπιπτε τοῦ πρέποντος καὶ τῆς βασιλικῆς τιμῆς τὰ μάλιστα. καί ποτε γυναίῳ, ης τὸν παῖδα υἱοθετησά- μενος ην, κατὰ τὴν ὁδὸν συντυχὼν ἐκ βαλανείου μὲν ἐρχομένῃ τὴν ἑαυτῆς δὲ κάλπιν ἐπὶ χεῖρας ἐχούσῃ, ἐκ τοῦ ιππου ἀπορριφεὶς τοὺς μὲν αλλους οσοι ἐκ τῆς συγκλήτου τούτῳ ἐπηκολούθουν κατὰ τὰ ἐκεῖσε οντα ἀνάκτορα ἐξαπέστειλεν, ἀκόλαστα δέ τινα καὶ μυ- στικὰ ἀνδράρια ἑταιρισάμενος ἀπῄει μετὰ τῆς γυναικός, τὴν κάλ- πιν τῶν ἐκείνης χειρῶν ἀναλαβών, καὶ "αγε δή, ω γύναι, θαρροῦ- σα" ἐπέλεξεν "ἐμὲ κατὰ τὸ οικημά σου ἀπόδεξαι, ψωμοῦ πιτυρώ- δους εφεσιν εχοντα καὶ ἀσβεστοτύρου." δεῖ γὰρ τὴν ἐκείνου λέξιν εἰπεῖν. ἐπεὶ δὲ τῷ ξένῳ τοῦ θεάματος ἡ γυνὴ ην ἐνεὸς καὶ πάντων ἠπόρει, μήτε μὴν τράπεζαν μήτε τὰ ταύτης στολίζοντα εχουσα, ὁ Μιχαὴλ θᾶττον η λόγος ειχε στραφείς, τὸ ο εφερε σάβανον ἐκ 200 τοῦ βαλανείου ετι διάβροχον ον λαβών, ἀντὶ λεπτῆς ὀθόνης, η τῇ τραπέζῃ ἐπίκειται, χρησάμενος, καὶ τὴν κλεῖδα τῆς γυναικὸς ἀφε- λὼν αὐτὸς ην τὰ πάντα, βασιλεύς, τραπεζοποιός, μάγειρος, δαι- τυμών. ἐκβαλὼν δὲ τὰ α ειχεν τῆς πενιχρᾶς ἐκείνης ἡ κιβωτός, εἱστιᾶτο ταύτῃ καὶ συνεδείπνει, τὴν μίμησιν πρὸς τὸν ἐμὸν ἀνα- φέρων Χριστὸν καὶ θεόν. κἀκεῖθεν βάδην αυθις ἀπῄει πρὸς τὰ ἀνάκτορα, πολλῆς εὐηθείας καὶ ἀλαζονείας καὶ τύφου καταγινώ- σκων τῶν πρὸ τοῦ βασιλέων· ου ἐκεῖνοι λήρου εἰ ηκουσαν, "ἀλλ' οὐκ αλλως τρυφῶντα καὶ παίζοντα ταῦτα" εφησαν "ἐχρῆν σε ποι- εῖν καὶ τὸν ἡμέτερον τύφον καταγινώσκειν, ἀλλὰ προπολεμοῦντα καὶ τῶν ἀναγκαίων σπανίζοντα καὶ τοῖς στρατιώταις σύνδειπνον οντα καὶ ἐραστήν, ἀλλ' οὐ γυναίων καπηλίδων καὶ μοχθηρῶν." ταῦτ' ουν απαντα μισητόν τε ἐποίει τὸν Μιχαὴλ καὶ τὴν τοῦ θεοῦ ἐκίνει δικαιοτάτην ὀργήν. 38 Καὶ τὸ δὴ χαλεπώτερον, ἡ τῶν ων ειχε μεθ' ἑαυτοῦ φρατρία, Σατυροί τινες ουτοι καὶ πρὸς πᾶσαν αἰσχρουργίαν ἀκό- λαστοι· ειπεν αν τις αὐτοὺς θιασώτας ειναι ∆ιονύσου καλῶς. ους ἐκεῖνος διὰ τιμῆς αγων τε καὶ αἰδοῦς, τῶν θείων κατολιγωρῶν, ἱερατικὰς στολὰς χρυσοϋφάντους τε ἐπετίθει καὶ ὠμοφόρια, καὶ αλλως ἠνάγκαζεν ἀσχημόνως τε καὶ ἀνάγνως τελεῖν τὰ ἁγνά, καὶ πατριάρχην τὸν εξαρχον τούτων ἐκάλει, ουτω Γρῦλον καλούμενον, τοὺς δὲ λοιποὺς ενδεκα μητροπολίτας τῶν ἐξαιρέτων θρόνων τε 201 καὶ λαμπρῶν, οις εἰ μὴ καὶ αὐτὸς ἐκοινώνει, οὐδὲ βασιλεύειν ἠξίου· οθεν ὁ Κωλωνείας ουτος ἐλέγετό τε καὶ ὀνομάζεται πρόεδρος. ἐπεὶ δὲ καὶ ᾳδειν ἐχρῆν αὐτοὺς καὶ τελεῖν τὰ μυστήρια, τὰς μὲν ᾠδὰς ἐξεπλήρουν διὰ κιθάρας, νῦν μὲν ἠρέμα πως ουτω καὶ λιγυ- ρῶς ἐπηχοῦντες, τὰ μυστικὰ μιμούμενοι, νῦν δὲ ἀνέτῳ φορᾷ καὶ διαπρυσίῳ, τὰς ἐκφωνήσεις δῆθεν τῶν ἱερέων. καὶ σκεύη δὲ διά- χρυσα καὶ ἐκ μαργάρων συγκείμενα οξους τε καὶ σινήπεως ἐκπλη- ροῦντες τοῖς οις ἐβούλοντο