1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

126

̓Ιουστινιανοῦ γεφύραις Καλλινίκου τοῦ μάρτυρος ἠδαφισμένον ναὸν τοῦ προτέρου κρείττονα ηγειρεν. ἐν δὲ τῷ καλουμένῳ τούτῳ Στενῷ, τὸν αὐχένα τοῦ Εὐξείνου φημί, τὸν τοῦ ἁγίου Φωκᾶ πάν- σεπτον οικον θεαρέστως τε καὶ θεοφιλῶς δομησάμενος, καὶ σύστη- μά τι μοναχῶν εὐλαβῶν συναθροίσας, κτίσμασί τε καὶ κτήμασι τὸν τόπον καταπλουτίσας, μονὴν θεοσύλλεκτον καὶ ἰατρεῖον ψυχῶν ἀπειργάσατο. ἐπὶ τούτοις απασι τὸν τοῦ ἀρχιστρατήγου Μιχαὴλ ἱερὸν οικον ἐν τῷ Σωσθενίῳ, ἐκ μακρῶν διαρρυέντα χρόνων καὶ 341 πλείστοις ὀκλάσαντα ῥήγμασι καὶ ηδη πρὸς γόνυ κλιθέντα σχεδὸν καὶ τὸ πολὺ τῆς περὶ αὐτὸν εὐπρεπείας ἀποβαλόντα, τῶν πτωμά- των τε διανίστησι καὶ πρὸς τὴν προτέραν ἀκμὴν ἀνακαλεσάμενος ὡραιότητος ἁπάσης εδειξεν εμπλεων. καὶ περὶ μὲν τοὺς ἱεροὺς οικους καὶ τὴν τούτων ἐπιμέλειαν καὶ διόρθωσιν, ἀφ' ων μάλιστα ἡ περὶ τὸ θεῖον ὁσιότης χαρακτηρίζεται, τοιοῦτος ὁ ἐν βασιλεῦσιν ἀοίδιμος Βασίλειος ην. 95 Εἰδὼς δὲ οτι ἐπ' οὐδενὶ τοσοῦτον οσον ἐπὶ σωτηρίᾳ ψυχῶν ὁ θεὸς ἐπευφραίνεται, καὶ οτι ὁ ἐξάγων αξιον ἐξ ἀναξίου ὡς στόμα χρηματίζει Χριστοῦ, οὐδὲ περὶ τὸ ἀποστολικὸν τοῦτο εργον ἀμελὴς ἐφάνη καὶ ῥάθυμος, ἀλλὰ πρῶτον μὲν τὸ τῶν ̓Ιου- δαίων εθνος ἀπερίτμητόν τε καὶ σκληροκάρδιον, τὸ οσον ἐπ' αὐ- τῷ, εἰς τὴν ὑποταγὴν σαγηνεύει Χριστοῦ. κελεύσας γὰρ αὐτοὺς τῆς οἰκείας θρησκείας τὰς ἀποδείξεις κομίζοντας εἰς διαλέξεις χω- ρεῖν καὶ η δεικνύναι τὰ κατ' αὐτοὺς ἰσχυρά τε καὶ ἀναντίρρητα, η πειθομένους οτι κεφάλαιον τοῦ νόμου καὶ τῶν προφητῶν ὁ Χρι- στὸς ην καὶ οτι σκιᾶς τύπον ειχεν ὁ νόμος, η τῇ ἐπιλάμψει τοῦ ἡλιακοῦ φωτὸς διασκεδάζεται, προσέρχεσθαι τῇ τοῦ κυρίου διδα- σκαλίᾳ καὶ βαπτίζεσθαι, προσθεὶς δὲ καὶ ἀξιωμάτων τοῖς προσερ- χομένοις διανομὰς καὶ τοῦ βάρους τῶν προτέρων ἀπαλλάξας φόρων καὶ ἐπιτίμους ἐξ ἀτίμων ποιεῖν κατεπαγγειλάμενος, πολλοὺς τοῦ ἐπικειμένου καλύμματος τῆς πωρώσεως ἠλευθέρωσε καὶ πρὸς πί- 342 στιν ειλκυσε τοῦ Χριστοῦ, εἰ καὶ πάλιν οἱ πλείους μετὰ τὴν ἐκ τοῦ βίου τοῦ βασιλέως ἐπαναχώρησιν πρὸς τὸν οἰκεῖον ὡς κύνες ὑπέστρεψαν ἐμετόν. ἀλλὰ καν ἐκεῖνοι, μᾶλλον δέ τινες ἐκείνων, ὡς Αἰθίοπες εμειναν ἀμετάβλητοι, ἀλλ' ο γε φιλόθεος βασιλεὺς ἐντελεῖς τοῦ εργου τοὺς μισθοὺς ενεκα τῆς σπουδῆς παρὰ θεοῦ ἀπολήψεσθαι εμελλεν. 96 ̔Ωσαύτως δὲ καὶ περὶ τὸ Βουλγάρων γένος εὑρίσκεται διαγεγονώς. τὸ γὰρ τοιοῦτον εθνος, εἰ καὶ πρὸ τούτου τὴν πρὸς εὐσέβειαν μεταβολὴν εἰσδέξασθαι εδοξε καὶ πρὸς τὸν χριστιανισμὸν μετελθεῖν, ἀλλ' ομως ἀπαγὲς ην ετι πρὸς τὸ καλὸν καὶ ἀνίδρυτον, ὡς ὑπὸ ἀνέμου φύλλα ῥᾳδίως σαλευόμενον καὶ μετακινούμενον. ἀλλὰ ταῖς τοῦ βασιλέως συχναῖς παραινέσεσι καὶ ταῖς λαμπραῖς δεξιώσεσιν, ετι δὲ καὶ ταῖς μεγαλοψύχοις φιλοτιμίαις τε καὶ δω- ρεαῖς, ἀρχιεπίσκοπόν τε πείθεσθαι καταδέξασθαι καὶ ἐπισκόποις καταπυκνωθῆναι τὴν χώραν ἀνέχεται· καὶ διά τε τούτων διά τε τῶν ἐξ ὀρέων τε καὶ τῶν σπηλαίων τῆς γῆς μετακληθέντων καὶ ἐκεῖσε παρὰ τοῦ βασιλέως ἀποσταλέντων, τῶν εὐσεβῶν μοναστῶν, τά τε πατρῷα ηθη καταλιμπάνει καὶ ὁλόκληρον τῷ Χριστῷ σα- γηνεύεται. 97 ̓Αλλὰ καὶ τὸ τῶν ̔Ρῶς εθνος δυσμαχώτατόν τε καὶ ἀθεώτατον ον χρυσοῦ τε καὶ ἀργύρου καὶ σηρικῶν περιβλημάτων ἱκαναῖς ἐπιδόσεσιν εἰς συμβάσεις ἐφελκυσάμενος, καὶ σπονδὰς πρὸς αὐτοὺς σπεισάμενος εἰρηνικάς, ἐν μετοχῇ γενέσθαι καὶ τοῦ σωτη- 343 ριώδους βαπτίσματος επεισε καὶ ἀρχιεπίσκοπον παρὰ τοῦ πατριάρ- χου ̓Ιγνατίου τὴν χειροτονίαν δεξάμενον δέξασθαι παρεσκεύασεν, ος κατὰ τὴν τοῦ εἰρημένου εθνους χώραν παραγεγονὼς ἀπὸ τοιαύ- της πράξεως εὐπαράδεκτος τῷ εθνει γεγένηται. τοῦ γὰρ αρχον- τος τοῦ τοιούτου γένους σύλλογον τοῦ ὑπηκόου ποιησαμένου καὶ μετὰ τῶν περὶ αὐτὸν γερόντων προκαθεσθέντος, οι τῶν αλλων μᾶλλον τῇ δεισιδαιμονίᾳ διὰ τὴν μακρὰν συνήθειαν προστετηκότες ἐτύγχανον, καὶ σκοπουμένων περί τε τῆς οἰκείας καὶ τῶν