3
τιον. ὡς γὰρ κατὰ τῶν ̓Αγαρηνῶν ὁ Βαρδάνιος ἠνδραγάθησεν καὶ τῆς γενομένης πολλῆς λαφυραγωγίας δικαίᾳ προνοίᾳ πεποίηκε τὴν διανομήν, κατάλληλα τοῖς ἀγωνιζομένοις ἐν πολέμῳ ἀλλ' οὐ 9 κατὰ πρόσωπον τὰ αθλα προθείς, εδοξε καὶ βασιλείας τούτοις αξιος μεταλαχεῖν. οθεν ἀναρρηθεὶς δημοσίᾳ φωνῇ βασιλεύς, καὶ πολλῶν αλλων ἀπολαύσεών τε καὶ γερῶν ἐκ τοῦ δήμου καταξιω- θείς, ὡς καὶ ναὸν ἐπ' ὀνόματι αὐτοῦ ἀνεγεῖραί τε καὶ κατασκευά- σαι, τὴν ἐπὶ Νικομήδειαν φέρουσαν ῃει ὁδόν. ἀλλ' ἀποχρῶσαν καὶ ἐφάμιλλον ὁ βασιλεύων Νικηφόρος δύναμιν ἐκστρατεύσας, καὶ περὶ τοῦ μέλλοντος δύσελπιν ποιήσας αὐτὸν τῷ πλήθει τῶν ἀντι- παραταττομένων, επεισεν αὐτὸν συγγνώμην φθάσαντα ἐξαιτήσα- σθαι. αρτι μὲν γὰρ Λέων αρτι δὲ καὶ Μιχαὴλ ἀπορρυέντες πρὸς βασιλέα, αθλον ὁ μὲν τὴν φοιδεράτων καὶ βασιλικὸν οικον τοῦ Ζήνωνος καὶ τὸν ∆αγισθέα, ὁ δὲ τὴν τῆς κόρτης κόμητος ἀρχὴν καὶ τὸν τοῦ Καριανοῦ οικον ἀπενεγκάμενοι, οὐκ ἀγαθὰ φρονεῖν αὐτὸν περὶ ἑαυτοῦ πεποιήκασιν. οθεν αὐτῷ τε καὶ τῷ λαῷ συγ- γνώμην αἰτούμενος ἐκ βασιλέως μέχρι τῶν Μαλαγίνων ὑπέστρεφεν· κἀκεῖ τοὺς τῆς ἀπαθείας λόγους δεξάμενος καὶ τὸ χρυσοῦν σταυ- ρίδιον, ο παρὰ τοῦ Νικηφόρου φορούμενον αὐτῷ ἀπέσταλτο πρὸς ἀσφάλειάν τε καὶ πίστωσιν, πρὸς τὴν τοῦ ̔Ηρακλείου μονὴν νύκτωρ, τὸν Θωμᾶν μόνον συγκινδυνεύοντα εχων, ἀπέφυγεν, τὸν τῆς κεφα- λῆς κόσμον ἀφαιρῆσαι σπουδάζων. καὶ ὁ μὲν τῆς μονῆς προεστὼς τοῦτο δρᾶσαι τοῦτον οὐ συνεχώρει· αὐτὸς δὲ τῇ ῃ περιεζώννυτο σπάθῃ τὸν πλόκαμον αὐτοῦ ἀφελών, καὶ πενιχρὰν ἐσθῆτα ἀμφια- σάμενος, ειχετο τῆς πρὸς τὴν Πρώτην νῆσον πορείας, ενθα δὴ τούτῳ κτῆμα καλῶς πεπονημένον ἐνῆν, καὶ ὁ βασιλεὺς ἐκεῖ μένειν 10 περιωρισμένον ἐπέτρεψεν. ἐκεῖσε γοῦν περαιωθείς, καὶ τὰς συνή- θεις εὐχὰς καὶ τὸ τῶν μοναχῶν θεῖον σχῆμα δεξάμενος, μετωνο- μάσθη Σάββας, ἀγῶνας ἀσκητικοὺς πολλοὺς ἐνδεικνύμενος. οὐ πολὺ τὸ ἐν μέσῳ, καί τινες τῶν ἐκ τῆς Λυκαονίας αὐτῷ ἐπιθέμε- νοι καὶ ποιήσαντες ερημον τῶν ὀφθαλμῶν, γνώσει καὶ εἰδήσει τοῦ βασιλεύοντος, τῷ τοῦ θεοῦ προσφεύγουσι θείῳ καὶ μεγάλῳ ναῷ· καὶ τέλος ειχεν καὶ ἡ πρόρρησις τοῦ τὸ Φιλομήλιον ἐνδιαιτωμένου μονάζοντος. ἀλλ' ἐκεῖνος μὲν ὡς εὐεργέταις αὐτοῖς ἐπευξάμενος τῆς σκληροτέρας ειχετο ἀγωγῆς, οινου τε καὶ ἰχθύων καὶ ἐλαίου ὁλοσχερῶς ἀπεχόμενος, γυμνήν τε ἀεὶ φέρων τὴν κεφαλὴν καὶ τοὺς ἑαυτοῦ πόδας, καν ει τις σφοδρότερος ἐγεγόνει χειμών. ετι δὲ μονοχίτων διετέλει, τῷ θέρει μὲν δερμάτινον χιτῶνα ἀμφιεννύ- μενος, τῷ χειμῶνι δὲ τρίχινον περιβαλλόμενος. εζη δὲ οὐ σιτίνῳ, κρίθης δὲ ἀλεύρῳ ἐγκρυφίαν ποιῶν. καὶ ουτω παρέπεμπεν τὸν ἑαυτοῦ βίον, διαρκέσας εως ὁ Λέων τῆς βασιλείας ἐγένετο ἐγκρα- τής. ἀποκαρῆναι δὲ καὶ τὴν ἑαυτοῦ σύμβιον ∆ομνίκαν αμα θυ- γατρὶ καὶ τοῖς ἑαυτοῦ παισὶν ἐν τῷ ἰδίῳ οικῳ ἐποίησεν, μετονο- μάσας αὐτὴν ̓Αθανασίαν, απαντα δηλαδὴ τὸν πλοῦτον διανείμας πτωχοῖς. καὶ τὰ μὲν κατὰ τὸν Βαρδάνιον ουτω τε καὶ τοιαῦτα. 4 ̔Ο δὲ Λέων ειχετο τῆς δόξης καὶ ἐγαυρία ἐκ ταπεινοῦ καὶ ἀδόξου περίβλεπτος ὁραθεὶς κατὰ τὴν τῶν φοιδεράτων ἀρχήν. ἀλλ' οὐδὲ τῆς ἀχαριστίας ἀπείχετο, τοιοῦτος περὶ τὸν εὐεργέτην 11 φανείς. πλὴν ειχετο, καὶ μάχαις μάχας ἐπισυνάπτων κατὰ τῶν ̓Ισμαηλιτῶν ἠνδραγαθίζετο, ατε μεγάλην ἐν τῷ τοιούτῳ μέρει καὶ φύσει καὶ τριβῇ προσφερόμενος δύναμιν. καί ποτε στρατιωτικῶν χρημάτων διανομὴν παρὰ τοῦ τὰ σκῆπτρα διέποντος Νικηφόρου ἐγχειρισθείς, ἐπεὶ οὐδὲν εμελεν αὐτῷ τῶν βασιλικῶν ἐντολῶν, οὐδ' ἐξεπέραινέ τι, ἀλλ' ἐν πολίχνῃ Εὐχαΐτων τὸν καιρὸν ῥαστώνῃ καὶ ἀμελείᾳ κατατρίβων ἀνεβάλλετο τὰ νενομισμένα τῷ στρατῷ παρα- σχεῖν· καὶ φυλακῆς οὐδεμίαν πρόνοιαν εχων, ουτε μὴν τῶν κοι- νῶν χρημάτων, οὐδὲ καὶ τοῦ ἑαυτοῦ σώματος, οὐδ' αὐτῶν τῶν ὑπὸ χεῖρα, τῶν Ἀγαρηνῶν ἐκδραμόντων καὶ τὰ ̔Ρωμαίων ληϊζο-μένων τὴν λείαν αὐτοῖς ουτος, ἀλλ' οὐκ αλλος τις, ἀπεπλήρου ἀταλαιπώρως, ἀλλὰ δι' αὐτοῦ μὲν ου (ὀξείᾳ γὰρ φυγῇ τὴν σω-