4
τηρίαν ἐπραγματεύσατο), τὰ στρατιωτικὰ δὲ προδοὺς καὶ μόνον οὐχὶ χερσὶ πολεμίοις ἐμβαλὼν χρήματα. ου δὴ ενεκα δίκας, εἰ καὶ μὴ τὰς ἀξίας, τῷ καταπιστεύσαντι δοὺς Νικηφόρῳ πληγαῖς τε ταῖς κατὰ νώτου ὑπήχθη καὶ στέρνων καὶ φυγῇ ἀϊδίῳ τὴν ζη- μίαν ἀπέτισεν. ἀλλὰ τοῦ Νικηφόρου κατὰ Σκυθῶν ἐκστρατεύ- σαντος καὶ τραυματίου κατὰ τὴν παρεμβολὴν τοῦ πολέμου πεσόν- τος μηνὶ ̓Ιουλίῳ εἰκάδι εκτῃ τῆς τετάρτης ἰνδικτιῶνος, καὶ τοῦ υἱοῦ Σταυρακίου κατὰ τὸν πόλεμον καιρίαν τρωθέντος ὡς δύο μὲν μόνους μῆνας καὶ ἡμέρας ἐπιζῆσαι ὀκτώ, συμβασιλεύσαντος δὲ πρότερον τῷ πατρὶ ετη ὀκτὼ μῆνας ἑπτά, καὶ Μιχαὴλ τοῦ κουρο- 12 παλάτου μετὰ τὴν τοῦ Σταυρακίου κατὰ τὴν δευτέραν τοῦ ̓Οκτω- βρίου μηνὸς ἀποβίωσιν, γαμβροῦ μὲν Νικηφόρου τελοῦντος, ἐκ γενεᾶς δὲ καταγομένου τοῦ ̔Ραγγαβὲ καὶ κατὰ τὴν θέσιν τῶν Μαγ- γάνων σκηνοῦντος, τὴν τῆς βασιλείας δεξαμένου ἀρχὴν κατὰ τὸν ̓Οκτώβριον μῆνα τῆς πέμπτης ἰνδικτιῶνος, ἀπολύεται ὁ Λέων τῆς ὑπερορίας κατὰ τὸ ἐπικρατῆσαν εθος τῆς χρηστότητος ενεκεν τοῖς ̔Ρωμαίων βασιλεῦσι, καὶ τῆς φυγῆς κατάγεται, καὶ τοῖς αὐτοῦ τούτου δὴ τοῦ Μιχαὴλ ῥαβδούχοις τοῖς κατὰ τὰ ἀνάκτορα συν- τάττεται ἐφεδρεύουσι, καὶ πατρικίων τιμᾶται μετ' οὐ πολὺ τιμῇ, καὶ στρατηγὸς ̓Ανατολικῶν ἀναδείκνυται, ἡνίκα καὶ τὴν παλαιὰν φιλίαν τοῦ σὺν αὐτῷ τραφέντος ἀνδρὸς Μιχαὴλ ἀνανεῶν, ον κό- μητα τῆς κόρτης ἡ ἐκ τοῦ Βαρδανίου μετάταξις προετίμησεν, καὶ τῶν ἀπορρήτων μύστην λαμβάνων, τῶν ενδον τε ειχεν πιστότατον καὶ τῶν ἐκτὸς πρακτικώτατον. ̓Αλλ' εμελλεν αυθις ἀχαριστίας ἁλῶναι γραφῇ, ὠμότητι συντραφεὶς καὶ ἀγριότητι ἐκτραφείς, καὶ τοῖς δευτέροις τὰ πρῶτα καλύψαι ὁ ἀλιτήριος. (5) οθεν αρτι Κρούμνου τοῦ τῶν Βουλ- γάρων ἡγεμόνος συμβάσεις καὶ φιλίας ὑποκριναμένου καὶ σπονδὰς ζητοῦντος εἰρηνικάς, εἰ μόνον τὰ κατ' ετος διδόμενα εἰς τάξιν οιμαι δοθῶσιν φόρου αὐτῷ, ὡς τοῖς πρότερον εδοξε, καὶ προστι- θέντος ὡς καὶ τοὺς πρόσφυγας Βουλγάρων, πρὸς δὲ καὶ ̔Ρωμαίων εἰς τοὐπίσω ἐκδίδοσθαι τῷ ἑαυτῶν εθνει, ατοπον ἐφάνη τὸ τῶν 13 προσφύγων τοῖς τῆς συγκλήτου βουλῆς, εἰ καὶ ὁ βασιλεύων Μι- χαὴλ ολως ἐγένετο τῆς δόξης τοῦ αρχοντος τῷ γε δὴ τῆς εἰρήνης βούλεσθαι μὴ ἀποτυχεῖν. ἀλλ' ἐκράτησεν ἡ βουλή, Θεόκτιστον μάγιστρον ἐπικυροῦντα καὶ συντιθέμενον εχουσα τῇ δόξῃ, καὶ διελύθησαν πάλιν εἰς εργα πολέμου, τοὺς λόγους καταλιπόντες γυμνούς. καὶ τοῦτ' εἰκότως ἐφάνη καλόν· πῶς γὰρ αν τις φιλάν- θρωπος δόξῃ καὶ συμπαθὴς τόν γε διά τινα σφαλέντα δὴ περιπέ- τειαν καὶ τὴν ἑαυτοῦ μὲν ἀρνησάμενον ἐνεγκαμένην, ης οὐδὲν γλύ- κιον, ως φασι, πρὸς δὲ καὶ γαμετήν τε καὶ εγγονα, ὡς εἰς ασυλον καταφυγόντα βωμὸν τῇ τῶν ̔Ρωμαίων πολιτείᾳ, τοῦτον ἐκδίδο- σθαι ὠμότητι Σκυθῶν, θηρίων διενηνοχότων οὐδέν; οις γὰρ τὸ φοβερὸν καὶ αγριον ὁρῶσιν αὐτῶν τοὺς πολλοὺς μὴ ὑποφέροντας καὶ διὰ τοῦτο ἀπορρέοντας πρὸς τὸ ημερον καὶ πρᾶον ἡμῶν συχνῶς, ατε δή, μὴ κατὰ μικρὸν λάθωσιν ἑαυτοὺς πρὸς ἡμᾶς ἐκκενώσαν- τες, δεδιότες οἱ σφῶν ἀρχηγοὶ τὸν πολὺν περὶ τούτων λόγον πολ- λάκις καὶ μέχρις ἡμῶν κεκινήκασιν. ἀλλὰ κενήν, τὸ δὴ λεγόμενον κατὰ τὴν παροιμίαν, εψηλαν, ἀνθρώποις ἐντυχόντες στερροῖς. (6) τοιγαροῦν μικρὸν διαλιπόντες κατ' ἀλλήλων ὁπλίζονται. καὶ Μιχαὴλ τὸν ἑαυτοῦ ὑποστράτηγον Λέοντα ἐπανάγειν καὶ διαπε- ραιοῦσθαι ἐκ τῆς ̓Ανατολῆς θᾶττον ἠξίου μετὰ καὶ τῶν δυνάμεων· καὶ βοηθῷ μέλλων χρῆσθαι αὐτῷ ἐχθρὸν κατέλαβεν ασπονδον. 14 ὡς γὰρ ἐκ τῶν μεγαλαύχων ῥημάτων καὶ ἀπειλῶν ων κατὰ ̔Ρω- μαίων ὁ Κροῦμνος ἀπέπεμπε, φθόρους σωμάτων ἐπαπειλῶν καὶ γῆς δῄωσιν καὶ δένδρων ἐκτομὰς καὶ οἰκημάτων πυρπόλησιν, καὶ ολως καθ' ἡμῶν οιά τις χειμάρρους ποταμὸς φερόμενος πάντας ὑφ' ἑαυτὸν ποιῆσαι διεβεβαίου, αρτι δὴ τοῦ βασιλέως ἐκστρατεύ- σαντος καὶ συστείλαντος τὰς ὑπερορίους ἐκείνας ἀπειλάς, καὶ μόνον οὐ τοῖς οἰκείοις οροις