5
ἐμμένειν καταναγκάζοντος ἀλλ' οὐκ ἐκπηδᾶν καὶ τὴν ἡμετέραν ληΐζεσθαι, καὶ πολλάκις ἐκ παρατάξεως προσκα- λουμένου μὲν τοῦ Μιχαήλ, ἐκείνου δὲ μὴ ἀπαυθαδιαζομένου ἀλλὰ τὴν οἰκείαν ἐπιγινώσκοντος ἀσθένειαν καὶ μὴ πρὸς βασιλέα χεῖρα ἀντᾶραι κατατολμῶντος, ἐδόκει μὲν τῷ Μιχαὴλ ἀρκεῖσθαι τὸ προ- πετὲς ἐκείνου καὶ αυθαδες ἐν τοῖς ὑπ' αὐτοῦ κατακλείσαντα, μὴ καὶ μάχην ἐπισυνάψαι, ὡς ἀδήλου οντος τοῦ μέλλοντος· "ἐπεὶ" γὰρ ελεγεν "ἐκ παρατάξεως ἡμῶν οὐκ εἰς πόλεμον οιοί τέ ἐσμεν ἐκκαλέσασθαι, ἀλλὰ φυγομαχεῖν καὶ ἐφ' ἑαυτοῦ μένειν ἀναγκάζομεν, τί καὶ δράσαιμεν βιαζόμενοι;" διὰ τοῦτο ουν παλινδρομεῖν ἠρέμα πως καὶ κατὰ μικρὸν πρὸς τὴν οἰκείαν βασιλείαν βουλομένου, ἀπρεπὲς ἐφάνη τῷ Λέοντι καὶ οὐ κατὰ βασιλέα ̔Ρωμαίων νῶτα διδόναι τοῖς ἐχθροῖς, ουτω καλοῦντι ἐκείνην τὴν καλλίστην βουλὴν τῷ μὴ ὀρθὰ μηδ' ὑγιᾶ φρο- νεῖν σεσαθρωμένα δὲ καὶ δόλια, καὶ ολην ὑφ' ἑαυτὸν ποιῆσαι τὴν τῶν ̔Ρωμαίων μελετῶντι ἡγεμονίαν. "ἀλλ' ἰτητέον" εφη 15 "πρὸς αὐτούς, ω βασιλεῦ, καὶ οψει με σήμερον τὸ κράτος καθα- ρῶς ἀναδούμενον κατὰ τῶν ἐχθρῶν καὶ νικηφόρον δεικνύμενον, τῇ σῇ καταθαρροῦντα καὶ προπολεμοῦντα πεποιθήσει τε καὶ εὐχῇ." τούτοις ὁ Μιχαὴλ τοῖς λόγοις ἐκτραπείς τε καὶ παρασαλευθεὶς συρρῆξαι παρεκελεύσατο τὸν πόλεμον. ὡς δὲ μόνον ἐγένετο συμ- βολή, νῶτα δοὺς ὁ Λέων τὴν φυγαδείαν ἠσπάσατο, τὴν βασιλείαν ἀεί πως ἐπιζητῶν. καὶ τοῦτο τέως αδηλον ην αὐτῷ τε τῷ Μιχαὴλ καὶ τοῖς ὑπεναντίοις· μήπω γάρ τινος γεγονότος, οια φιλεῖ κατὰ πόλεμον, μηδετέρῳ ἀνδραγαθήματος, ἀλλ' ετι κατ' ἀρχὰς ουσης τῆς μάχης καὶ μικροῦ οτι καὶ συνερράγησαν ἀγνώστου, αὐτοῖς τε τοῖς Βουλγάροις καὶ πᾶσιν ἐφάνη τρόπος ειναι τὸ πρᾶγμα, ὡς μέλλουσιν αὐτοὺς διασπᾶν καὶ αυθις ἐξ ὑποστροφῆς καταπολεμεῖν. ὡς δ' ἀμφότεροι οὐ κατὰ τρόπον ἀλλ' ἀληθῆ δὴ εγνωσαν ειναι τὴν φυγήν, τότε προσπεσόντες οἱ μὲν ἐναντίοι φόνον πολὺν ἐνειργά- ζοντο τῶν φευγόντων νεανικῶς, ὁ δὲ Μιχαὴλ ἑαυτὸν σώζειν ἀλλ' οὐκ ἀντιπίπτειν μετ' ὀλίγων ων διεπείραζε. καὶ ουτω μὲν ταύτην γενέσθαι τὴν μάχην τινὲς ἡμῖν ἐγγράφως παραδεδώκασιν· εἰσὶ δ' οι καὶ τὰς δυνάμεις μᾶλλον τῷ Λέοντι διδόασι διασῶσαι καὶ καρτερῶς ἀγωνίσασθαι, τῶν βασιλικῶν ταγμάτων ἐθελοκα- κησάντων καὶ τὴν οἰκείαν προδεδωκότων παράταξιν, ἀλλ' οὐ τοῦ κατὰ τὸν Λέοντα μέρους. πλὴν καθυπερτερεῖ μὲν τὰ Βουλγάρων δυσελπίστως, τὰ δὲ τῶν ̔Ρωμαίων ηττῃ συνεχόμενα βαρείᾳ καὶ 16 φοβερᾷ τὸν βασιλέα επεμπον ἀγωνιῶντα περὶ ψυχῆς. ἀλλ' ἐκεῖ- νος μὲν πρὸς τὰς βασιλείους αὐλὰς παρεπέμπετο, τὸν Λέοντα οιόν τινα πρόβολον καταλιπὼν εξωθεν ἐφεδρεύειν τοῦ μή τινα γενέσθαι λαφυραγωγίαν πλείονα παρὰ τῶν ἐχθρῶν. ὁ δὲ καιροῦ λαβόμενος ἐπιτηδείου τὸν στρατιώτην οχλον ἠρέθιζέ τε καὶ βλάσφημά τινα ῥιπτεῖν κατὰ τοῦ βασιλέως ἠνάγκαζε, καὶ μὴ αν ελαφον, ἐκεῖνο δὴ τοῦ μύθου, ἡγεῖσθαι λεόντων καλὸν ελεγεν ειναι, τὴν φυγὴν ἀσπασάμενον νῦν καὶ πρὸς τοὺς κόλπους φυγόντα τῆς γυναικός, τὸν ἑαυτοῦ ἡμᾶς καταλιπόντα λαὸν παρανάλωμα τῶν ἐχθρῶν. ουπω πέρας πρὸς τοὺς κοινωνοὺς τῶν λόγων ὁ λόγος ἐλάμβανε, καὶ εἰς εργον ην τοῦτον ἀπεκβάντα ἰδεῖν, τῇ τῶν κολάκων κατα- σπαρέντα στωμυλίᾳ καὶ συνδρομῇ. καὶ τέλος ἀνάρρησις αὐθω- ρόν, καὶ τὸν αὐτὸν ειχε τὸ βραχύτατον μόριον τῆς ἡμέρας ἰδιώτην αμα καὶ αὐτοκράτορα. 7Αρτι γοῦν ἀνηγορεύετο παρὰ τοῦ στρατοῦ καὶ φόβοι τοῦτον καὶ δέη ὑφεῖρπον, ειτε σκηνὴν οντως ὑποκρινόμενον, ιν' ἀπολογίαν σχοίη εἰς υστερον, ειτε καὶ ἀληθείᾳ τὰ ταῖς τηλικαύ- ταις πράξεσιν ἀκολουθοῦντα ἀντίπαλα διαλογιζόμενον, ἐπεὶ καὶ τοῖς ἁρπάσαι τὰ ἀλλότρια προθυμουμένοις μαλακώτεραι πρὸς τὰ δεινὰ τόλμαι φιλοῦσι γίνεσθαι, καὶ τὸ μέγιστον, οπως τῶν βασι- λείων μετάσχῃ αὐλῶν, θυραυλῶν τε καὶ πόρρω που αὐλιζόμενος. ἀλλ' εμελλε πάντως καὶ αὐτὸς ἐνσκηνῶσαι τοῖς βασιλείοις, καὶ 17 διὰ τοῦτο πνεῦμα πονηρότατον διεγεῖραν