6
Μιχαὴλ τὸν Τραυλὸν καιρίαν οἱ καθικέσθαι διηπείλει, εἰ μὴ τὴν ἀνάρρησιν ἀσμένως προσδέξοιτο· ὡς αὐτῷ γε πάντων μελήσειν τῶν νομιζομένων δυσ- χερῶν, καὶ αὐτῆς γε ταύτης τῆς πρὸς τὰ βασίλεια ἀφίξεως. ο δὴ καὶ γέγονεν. 8 ̔Ως δέ τις ἀνὴρ ( ̓Ιωάννης ουτος ὁ κατὰ τὸν ̔Εξαβούλιον) τὴν τῶν τειχῶν ἐπιμέλειαν καὶ πρόνοιαν ποιούμενος ῃσθετο τὸν Λέοντα τοῦτον καταλελειμμένον πρὸς φυλακὴν αμα τῇ τοῦ βασιλέως εἰσόδῳ, (δεινὸς δὲ αρα ἀνδρὸς φύσιν στοχάσασθαι πόρ- ρωθεν) οὐκ ἐν καλῷ τὴν ἐκείνου εφησε γενέσθαι προστασίαν τῶν στρατευμάτων· οθεν σύμβουλος γίνεται τῷ βασιλεῖ διανοήσασθαί τι καὶ τὸν ανδρα μεταστῆσαι καλῶς. πλὴν εδει τὸν τέως τῷ κω- δίῳ θῆρα κρυπτόμενον ἀνακαλυφθῆναί ποτε καὶ δοκιμασθῆναι ὡς ἐν χοάνῳ χρυσὸν τοὺς τοῦ θεοῦ ἐκλεκτούς· συγχωρεῖται δὲ τοῦτο πολλάκις κατά τινα τοῦ χρόνου κυκλικὴν περίοδον γίνεσθαι, ἐξ αἰτήσεως οιμαι δαιμονικῆς, καθάπερ ἐπὶ ̓Ιώβ, εἰς γνῶσιν μὲν καὶ διάκρισιν τῶν εὐσεβῶν, ἀλλοτρίωσιν δὲ καὶ ἀποποίησιν τῶν κα- κῶν. (9) ουπω γὰρ πέρας εσχον οἱ λόγοι, καὶ φήμη προθέουσα τὴν τοῦ τυράννου ἐμήνυεν ἀναγόρευσιν. προσπεσούσης δὲ ταύ- της, ἡ μὲν πόλις πρὸς τοιοῦτον αγγελμα μικροῦ δεῖν εκφρων γενο- μένη μόλις ἑαυτὴν συνεῖχεν, τοὺς ἐμφυλίους κατορρωδοῦσα πολέ- μους, ἐξ ου πολλάκις αυτανδροι πόλεις κατεβαπτίσθησαν· ὁ δ' αὐτοκράτωρ ἐξεπλήγη μὲν τὴν ψυχήν, οὐκ ἐταράχθη δὲ τὴν γνώ- 18 μην, ἀλλ' ἀχαριστίαν αὐτοῦ μόνον κατεγνωκώς, ἠρέμα πως ὑπο- ψιθυρίσας ὡς καλὸν τῷ θείῳ θελήματι επεσθαι, ἀφῄρει τῆς πό- λεως τὸ περιθαμβὲς καὶ ταραχῶδες, απαντας προτρεψάμενος χω- ρῆσαι τούτου πρὸς ἀπαντήν, ινα μένουσαν σώζῃ τὴν ἑαυτοῦ πόλιν ἐμφυλίου αιματος αχραντόν τε καὶ καθαράν. ιστασθαι δέ τινων πρὸς τὰ δεινὰ καὶ πρὸς τὸν διὰ μάχης ἀγῶνα παρακελευομένων χωρεῖν, καὶ μένειν αὐτῶν ὑπισχνουμένων βεβαιῶν ὑπὲρ βασιλέως πράου τε καὶ πιστοῦ, ἀλλὰ καὶ αὐτῆς ἀποδεχομένης τοῦτο τῆς γαμετῆς Προκοπίας καὶ Μανουήλ τινος τῶν ἐξ ̓Αμαληκιτῶν πρω- τοστράτορος τηνικαῦτα τυγχάνοντος, οὐκ εφη χρῄζειν τὴν βασι- λείαν αιμασι καταρρεομένην ἀδελφικοῖς. οθεν καί τινι τῶν πρὸς θεραπείαν αὐτοῦ γνησίων παράσημά τινα δοὺς τῆς βασιλείας φοι- τᾶν ἐκεῖσε ἐξεβιάσατο. ἐφ' οις καὶ δεινοπαθήσασα καὶ οιον ἐκ- βακχευθεῖσα ἡ τούτου δὴ γαμετὴ δεινὸν λέγεται ἀνακραγεῖν, εἰ Βάρκα, ουτω δὴ τὸ τοῦ Λέοντος καλέσασα γύναιον, τῇ κεφαλῇ ἐπίθοιτο τὸ μοδίολον. ὁ δὲ στερροῖς λόγοις ταύτην ἐπιρραπίσας, καὶ ολον δὴ ἀναθεὶς ἑαυτὸν τῷ θεῷ, ἐκαραδόκει τὰ μέλλοντα. αρτι γοῦν κατηγγέλλετο τὸν τύραννον εἰσιέναι διὰ πύλης τῆς χρυση- λάτου, καὶ πᾶσα ἡ σύγκλητος κατὰ τὸν θεῖον τοῦ προδρόμου νεών, ον ὁ Στούδιος ἐκ βάθρων ἀνήγειρεν, ἀπήντα καὶ ὑπτίαις ἐδέχετο ταῖς χερσί, προπέμπουσά τε καὶ ἐκθειάζουσα. ὡς δὲ τοῖς βασιλείοις ηγγιζε καὶ κατὰ πρόσωπον δὴ τῆς θείας εἰκόνος τοῦ 19 δι' ἡμᾶς ἐνανθρωπήσαντος θεοῦ λόγου, κατὰ τὸν ουτω κατονο- 19 μαζόμενον τόπον Χαλκῆν, εμελλε στῆναι τὰς εὐχὰς ἀποδώσων, ἐπεί τι φοινικοβαφὲς θοιμάτιον κατά τι στρατιωτικὸν εθος αζω- στον ἐπημφίετο (ἀετὸν τοῦτο καλοῦσιν η θάλασσαν οἱ περὶ ταῦτα κομψοί), τοῦτο μὲν αὐτίκα ἀπαμφιέννυται, καὶ Μιχαὴλ ὁ τὴν γλῶτταν φέρων παράσημον, ἐπιμελητὴς τῶν τοῦ Λέοντος ιππων τηνικαῦτα τυγχάνων, ἐπὶ χεῖρας λαβὼν αὐθωρὸν ἐπαμπίσχεται. εδοξεν ουν τοῦτο τοῖς πολλοῖς οἰωνὸς ἐξ ἐκείνου δεύτερον τῆς βα- σιλείας τυχεῖν. ὡς δὲ κατὰ τὰ Σκῦλα ἐγένοντο, ουτω δή τινα τόπον κατὰ τὰς βασιλείους εἰσόδους λεγόμενον, ἀκρατῶς πως ἐπιρρέων καὶ κατ' ιχνος θέων αὐτοῦ τὸ πρὸς τῇ πέζῃ λῆγον τοῦ ἱματίου ακροις ἐπέβη ποσίν, ὡς καὶ αὐτὸν αἰσθάνεσθαι τὸν Λέοντα καί τινα παράβολον κίνησιν ἐξ αὐτοῦ προσδοκᾶν. τοῦτο μὲν ουν υστερον ἐγένετο. 10 Τότε δὲ τοῦ Λέοντος ἐπιφανέντος, Μιχαὴλ αμα παισί τε καὶ γυναικὶ τὴν κόμην ἀποθέμενοι πρὸς τὸ τοῦ θεοῦ τεμένισμα, ο Φάρος κατονομάζεται ἀπὸ τοῦ φῶς ἀνάπτειν πᾶσι καὶ κατὰ τὰς νύκτας χειραγωγεῖν ἐπὶ καταγωγάς τινας