7
ἀσφαλεῖς, ἀντίμιμον τοῦ κατὰ τὴν ̓Αλεξάνδρειαν οντα τε καὶ λεγόμενον, τὴν αὐτοῦ εὐμένειαν χωρεῖ ἐκκαλούμενος. ὁ δὲ συλῆσαι μὲν ἐκ θεοῦ καὶ ερημον θεῖναι ψυχῆς οὐκ ἐν καλῷ θέμενος, ἐκεῖνον μὲν ἐν τῇ Πλάτῃ νήσῳ ὑπερ- όριον θεὶς ἡσυχάζειν ἐπέτρεψεν, χρυσόν τινα κατ' ετος ἐπιχορη- 20 γῶν, ενθεν καὶ τὸ μοναχικὸν σχῆμα λαβόντα καὶ ̓Αθανάσιον μετο- νομασθέντα ἐπιβιῶναί φασιν ετη δύο καὶ τριάκοντα. συνῆν δὲ αὐτῷ καὶ Εὐστράτιος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ ἀποκαρεὶς καὶ εὐνουχι- σθεὶς ων ἐτῶν εικοσι προστάξει τοῦ Λέοντος, καὶ Νικήτας, ος πρότερον μὲν παῖς ων τὴν τῶν ἱκανάτων διεῖπεν ἀρχήν, ατε δὴ φίλιος τοῖς στρατιώταις καὶ ἐν ὑπαίθρῳ διάγουσιν ειναί τε θέλων καὶ τῶν πολλῶν πραγμάτων εμπειρος, τότε δὲ τὴν κόμην καὶ αὐ- τὸς ἀποθέμενος ̓Ιγνάτιος ἐκαλεῖτο καὶ τῷ πατρὶ συνεῖναι ἐτύγχανεν τῷ μονήρη βίῳ προσκείμενος. τὴν δ' αὐτοῦ σύνευνον ἀπεσχοίνισε καὶ ἀπέσπασε καὶ πρὸς τὴν μονὴν τὴν ουτω λεγομένην Προκοπίας μετέθηκεν, καίτοι γε τοῦτο μὴ γενέσθαι πολλὰ τοῦ Μιχαὴλ ἱκε- τεύσαντος. καὶ ὁ μὲν Μιχαὴλ τοῦ βίου εξω γενόμενος μηνὶ ̓Ια- νουαρίῳ ιαʹ, ετει ϛτβʹ, τὸν χοῦν ἀποθέμενος ἐν αὐτῇ τῇ νήσῳ, ἐν τῷ δεξιῷ μέρει τῆς ἐκκλησίας ἐτέθαπτο· ὁ Εὐστράτιος δὲ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ετη ἐπιβιοὺς πέντε [καὶ δέκα] καὶ αὐτὸς ἐκοιμήθη κατὰ τὴν ιεʹ τοῦ ̓Ιανουαρίου μηνός, ετους ϛτζʹ, ἐν τῷ εὐωνύμῳ μέρει τῆς ἐκκλησίας πεσών. ὁ δὲ ̓Ιγνάτιος ὁ καὶ πρότε- ρον Νικήτας καλούμενος, τῆς Κωνσταντινουπόλεως πρόεδρος ειναι λαχών, πολλοῖς υστερον χρόνοις ἐν τῇ μονῇ καλουμένῃ Σατύρου, ην αρτι ἐκ βάθρων δειμάμενος ετυχεν, τὸ ἱερὸν αὐτοῦ σῶμα κατέ- θηκεν. αυτη δὲ ἡ μονὴ καὶ τοῦ ̓Ανατέλλοντος κέκληται τρόπῳ τοιῷδε. ἀλλὰ Σάτυρος μέν, οτι ἐκ μικροῦ διαστήματος τῆς τοι- 21 αύτης μονῆς ὁ παλαιὸς ὀνομάζεται Σάτυρος, ἐν ῳ ην ἱερὸν παρὰ τῶν ̔Ελλήνων οἰκοδομηθὲν τῷ αὐτῷ Σατύρῳ, ου καθ' ὁμωνυμίαν, διὰ τὸ πλησίον ειναι τὴν εἰρημένην μονήν, τῷ τοιούτῳ καλεῖται ὀνόματι· ἐξ ουπερ καὶ ὁ τοῦ Βρύου παλάτια κτίσας Θεόφιλος βα- σιλεὺς τὴν υλην ἀφελόμενος ταῦτα ἐδείματο. ̓Ανατέλλων δὲ δι' αἰτίαν τοιαύτην. κυνηγετοῦντί ποτε Νικηφόρῳ τῷ βασιλεῖ ἐν οις ἀρτίως ἐστὶν ἡ μονὴ μέρεσι, διὰ τὸ ἀλσώδη καὶ δύσβατον ειναι καὶ πρὸς θήραν ζῴων ἐπιτηδείαν, ἐλάφου μεγίστης φανείσης καὶ καταδιωκομένης καὶ χειρωθείσης ἐν αὐτῷ τῷ τόπῳ ἐν ῳ νῦν τὸ τῆς μονῆς θυσιαστήριον ιδρυται, εὑρέθη τράπεζα παλαιὰ ὑπὸ κίονος βασταζομένη, γράφουσα ουτως "τοῦτό ἐστι τὸ θυσιαστή- ριον τοῦ ἀρχιστρατήγου Μιχαὴλ τοῦ ἀνατέλλοντος, οπερ ἐνεθρό- νισεν ὁ ἀπόστολος ̓Ανδρέας." ἀλλὰ ταῦτα μὲν οὐ τότε, χρόνου δὲ παρεληλυθότος πολλοῦ υστερον. 11 ̓Επανακτέον δὲ τὸν λόγον, καὶ τὴν αἰτίαν ζητητέον τὴν ουτως ὡς ἐξ ὁμολόγου πείσασαν ἀμφοτέρους, τὸν μὲν Μιχαὴλ μηδ' ολως ὑπὲρ τῆς βασιλείας ἀντισχεῖν (ενεστι γάρ, ὡς ἡ παροι- μία, κἀν μύρμηκι χολή), τὸν Λέοντα δὲ θαρρούντως ἐπιβῆναι καὶ κατατολμῆσαι αὐτῆς. καὶ γὰρ ταύτην μόνην ειποιμι αν ἐγὼ ειναι ἀληθινωτάτην παιδείαν τε καὶ γυμνασίαν πρὸς τὰς πολιτικὰς πράξεις, τὴν ἐναργεστάτην αἰτίαν καὶ τὸ μὴ τήνδε ἀλλὰ τήνδε ἐπικεκαλυμμένην καταφοράν, ης πᾶσα δὴ βίβλος ἱστορικὴ στερου- 22 μένη καὶ ἀπογυμνουμένη οὐκ οιδ' ει τινα ονησιν παράσχοι τοῖς ἐντυγχάνουσιν. ὑπῆρχε δὲ Μιχαὴλ θεραπαινίδιόν τι πρόσοικον, ο κατά τινας ἐκβακχευόμενόν τε καὶ ἐνεργούμενον περιόδους ἀπε- φοίβαζέ τε καὶ ἐμαντεύετο, καὶ πρὸς τῷ τοῦ Βουκολέοντος αἰγια- λῷ προσφοιτῶν "κατάβηθι ἐκεῖθεν, κατάβηθι," γεγωνότερον, "ω Μιχαήλ," ἐπεβόα, "καὶ τῶν ἀλλοτρίων ἀφίστασο," πρὸς αὐτὸν δὴ τοῦτον ἀπορριπτοῦσα φωνάς. οὐκ ελαθε γοῦν τοῦτο πολλάκις γενόμενον οὐδὲ τοὺς ἐθελοκωφεῖν ἐθέλοντας καὶ τὸν βίον παρα- πέμπειν εὐφρόσυνον, ἀλλ' εφθασεν ὀψὲ γοῦν εἰς τὰς βασιλικὰς ἀκοάς, θροῦν καὶ λαλιάν τινα οὐκ ευελπιν ἐμποιοῦν. καὶ ος (φιλεῖ γὰρ εκαστος τὸ λυποῦν ἐκπομπεύειν τοῖς φιλουμένοις) Θεο- δότῳ τινὶ τῷ κατὰ τὸν Μελισσηνὸν γνησίῳ δοκοῦντι, ῳ ἐπώνυμον ὁ Κασσιτερᾶς, τὰ τῶν λόγων