8
ἀνεκοινοῦτο, καί τινα βουλὴν ἐξα- νύεσθαι ἐσυμβούλευεν αἰσίαν οντως καὶ ἀσφαλῆ. ἡ δὲ ην τοῦ κατὰ τὸν καιρὸν οτε δὴ φοιβόληπτον γένηται τὸ κοράσιον, ἀκρι- βολογῆσαι τρόπῳ παντὶ τίς τε ειη οἰκία τοῦ βασιλεύσοντος, καὶ κλῆσιν ηντινα φέρει, καὶ ὁποῖος τούτου ὁ χαρακτήρ. ἐδόκει ταῦτα ποιεῖν, καὶ ἡ ἐνεργουμένη πνεύματι Πύθωνος οὐδὲν ὑποστειλαμένη "κατὰ τὴν ἀκρόπολιν" φησί "γενομένῳ σοι κατὰ τὸν δεῖνα καιρὸν δύο τινὲς ανθρωποι εἰσελεύσονται· Λέων ονομα τῷ ἑνὶ ἐποχουμέ- νῳ ἡμιόνῳ, θατέρῳ δὲ ετερον· ουτος δὲ τῆς βασιλείας κατευμοι- ρήσειεν." ταῦτα γοῦν ἐκεῖνος ὁ θεομισὴς ἀνὴρ ἐξόμνυταί τε πρὸς 23 τὸν βασιλέα καὶ λέγει τῶν γενομένων οὐδέν, λῆρον δὲ τοὺς λόγους ἀποκαλεῖ καὶ μηδὲν εχοντας ὑγιές. ἀλλ' οὐκ ἐκείνῳ λῆροι η εμετος αλλως· απεισι γὰρ εὐθύς, καὶ τὸν ανδρα, ὡς ἀκηκόει, καταλα- βὼν ἐν τῷ τοῦ θείου Παύλου σηκῷ τῷ ὀρφανοὺς τρέφειν λαχόντι, συνεδριάσας καὶ ὁμολογίαις κατεμπεδώσας καὶ ὀχυρώσας καὶ θαρ- ρεῖν καὶ χαίρειν παρακελευσάμενος, ἐκ θείας φωνῆς ελεγεν διδα- χθῆναί με ἀπορρήτως τὰ μέλλοντα, τήν σε βασιλέα διαπρυσίως κηρύττουσαν. ταῦτα γοῦν ὑπολαληθέντα καὶ οιον δεύτερά τινα χρώματα ὡς ἐν ζῳγραφίᾳ ταῖς προτέραις ἐμμορφωθέντα σκιαῖς (ἐκείνας λέγω πρώτας τὰς ὑπὸ τοῦ κατὰ τὸ Φιλομήλιον μοναχοῦ ἐκφανθείσας) οὐκέτι ἐν εἰδώλῳ καὶ ἐμφάσει τινὶ ἐμποιεῖ τὴν βασι- λείαν ὁρᾶν, γυμνὴν δὲ καὶ οιον ἐν ἐκβάσει σαφῶς. τοῦτο ουν τήν τε ηδη κατῃθαλωμένην τοῦ Λέοντος καὶ οιον ἀπομαρανθεῖσαν φλόγα τῆς ἐλπίδος ὑποτύφεσθαι ἐποίησεν καὶ τὸν Μιχαὴλ ἐν ἀβύσσῳ ἀθυμίας καταδῦναι πολλῇ, καὶ τοῦ μὲν τῆς ψυχῆς πύρ- γον ἀνέστησεν, τοῦ δὲ ἐγκατέσεισεν. οὐ τοῦτο δὲ μόνον τὸ γύναιον, ἀλλὰ δὴ ὁ πιστευθεὶς καὶ ἐξαπατήσας τῷ οντι Κασσιτερᾶς. ἀλλ' αυθις ἐπὶ τὴν ἱστορίαν ἰτέον. 12 ̔Ως δ' ουν τὴν αὐτοκράτορα ειληφεν ὁ Λέων ἀρχήν, ἀναρρηθεὶς δημοσίᾳ κατὰ τὸν ̓Ιούλιον μῆνα τῆς ϛʹ ἰνδικτιῶνος, Μιχαὴλ μὲν τὸν τὴν γλῶτταν ὑποσυρίζοντα τῇ τῶν πατρικίων ἐγκαταλέγει τιμῇ, τὸν υἱὸν αὐτοῦ πρότερον ἐκ τοῦ θείου λουτροῦ 24 υἱοποιησάμενος, Θωμᾶν δὲ τὸν ἑαυτοῦ διαφερόντως ὁμήλικα καὶ 24 συμπαίστορα τῶν φοιδεράτων τουρμάρχην ἐγκαθιστᾷ. καὶ Μα- νουὴλ δὲ τὸν Μιχαὴλ πρωτοστράτορα πατρικίοις ἐγκαταλέξας καὶ στρατηγὸν τιμήσας τῶν ̓Αρμενίων, "οὐκ εδει σε" εφη "πρὸς τὸν κατ' ἐμοῦ ὁπλίζεσθαι πόλεμον, σύμβουλον τοῦ βασιλέως καὶ τῆς Προκοπίας γενόμενον." καὶ ος ευ μάλιστα παρρησιαζόμενος "ἀλλ' οὐδὲ σὲ εδει" ἀντέφησεν "κατὰ τοῦ εὐεργέτου, ετι δὲ καὶ συντέ- κνου σου, χεῖρα ἀντᾶραι." τότε μὲν ουν τούτοις κατεσιγάσθη, τὴν τοῦ ἀνδρὸς αἰδεσθεὶς ἀρετήν. (13) ὡς δὲ τὸν τῶν Βουλγά- ρων αρχοντα τῇ προτεραίᾳ νίκῃ φρονηματιζόμενον διακήκοεν, καὶ αυθις δῃοῦντα μὲν τὴν γείτονα γῆν, κείροντα δὲ καὶ λεηλατοῦντα τοὺς ἀγροὺς καὶ πολλὰ μὲν σώματα πολλὰ δὲ βοσκήματα καθαρ- πάζοντα, οἰκήσεις δ' ἑτέρωθεν κατεμπιπρῶντα καὶ ολως οντα ἀφόρητον, πρῶτον μὲν δεῖν ᾠήθη διὰ πρεσβείας εἰρήνης ἀναμνῆ- σαι αὐτόν, ὡς δ' οὐκ επεισεν, τὰ τῶν τειχῶν διερρυηκότα δι' ἑαυτοῦ ἀνοικοδομησάμενος ἐξεβοήθει διὰ ταχέων, καὶ γενόμενος ἐν Μεσημβρίᾳ τῇ πόλει τοιούτῳ τινὶ διεχρήσατο στρατηγήματι. ἡμέρας ἱκανὰς εν τινι τόπῳ ἐπιταφρώσας ἑαυτόν τε καὶ τὸν στρα- τὸν ἐκαθέζετο ἑκάστοτε σιτιζόμενος ἀπὸ τῆς ἡμετέρας καὶ λειπό- μενος τῶν ἀναγκαίων, ἀλλὰ καὶ πρὸς τρυφήν, οὐδενός. ἐπεὶ δὲ τοὺς παρακειμένους καὶ κατ' αὐτοῦ καθωπλισμένους Βουλγάρους ἐν στενότητι ειναι τῶν ἀναγκαίων ἀκήκοεν, τοῦ μὲν ου ἐφήδρευε τόπου νύκτωρ ἀπάνεισι μετὰ στρατιωτῶν ἱκανῶν καὶ ῥώμῃ τε καὶ 25 καρτερίᾳ γεγυμνασμένων, ἑνὶ μόνῳ τὴν ἑαυτοῦ παραγυμνώσας γνώμην, καὶ πρὸς λόχον ἐπί τινος βουνοῦ χωρεῖ, σύνθημα τοῦ πολέμου καὶ ωραν εἰπών. ὡς δ' ἡμέρα ἀνέλαμπε καὶ ὁ στρατη- γὸς ἐγυμνοῦτο τοῦ βασιλεύοντος, φυγῇ χρήσασθαι τοῦτον, τὸν βασιλέα δηλονότι, πάντες καθωμολόγουν, τῶν γεγονότων εἰδότες οὐδέν. οθεν ἀναθαρρήσαντες οἱ ἐναντίοι