9
μένειν ἐφ' ἑαυτῶν οὐδ' ολως ἐδύναντο, ἀλλὰ καὶ κατεξανίσταντο καὶ ἐπὶ χεῖρας ῳοντο τὸ στράτευμα εχειν. νυκτὸς ουν ἐπιγενομένης κάτεισιν ἐκ τοῦ λόχου ὁ Λέων ἀπροσδοκήτοις ουσι κακῶν, καὶ συμμίξας αὐτοῖς ἀνδρά- σιν οπλων γυμνοῖς καὶ διαλελυμένοις υπνῳ τε καὶ θάρρει τῆς τοῦ βασιλέως φυγῆς τοσοῦτον ἐνειργάσατο φθόρον καὶ φόνον πάντοθεν ἐκχυθέντων τῶν ̔Ρωμαίων κατὰ τὸ σύνθημα, ὡς πανδημεὶ αἱρῆ- σαι τὸ στρατόπεδον καὶ μηδὲ πυρφόρον, τὸ δὴ λεγόμενον, δια- σωθῆναι. οὐ μὴν ἀλλὰ καὶ πᾶσαν ἡλικίαν ἐκ καταδρομῆς τε καὶ προνομῆς ἀνάρπαστον θείς, καὶ τὰ τέκνα τούτων ταῖς πέτραις καὶ τῇ γῇ προσκροτῶν, τὴν ἑαυτοῦ κατέλαβεν ἐν τάχει. οθεν εκτοτε ἐκεῖνος ὁ βουνὸς Λέοντος ἐπωνομάσθη· καὶ οἱ ἀεὶ ἐκεῖσε διαβιβα- ζόμενοι τῶν Βουλγάρων τὴν κεφαλὴν ἐπισείοντες δακτυλοδεικτοῦσι, καὶ λήθην λαμβάνουσι τῶν τότε κακῶν οὐδαμῶς. 14 Τοῦτο γοῦν θρασύτερόν πως αὐτὸν καὶ ἰταμώτερον ἐνειργάσατο τὸ προτέρημα, καὶ εἰς τὴν σύντροφον ὠμότητα ἐναπ- έρραξε. μικροῦ γὰρ καὶ μείζονος οὐκ ην αὐτῷ διαφορὰ ἁμαρ- 26 τήματος, ἀλλὰ κατὰ πάντων ἐφ' ῳ τινὶ καταλαμβανομένων μία ψῆφος, τὸ ἀκρωτηριάζεσθαι τῶν ἀναγκαίων μέλος ὁποιονοῦν καὶ πάντων ἐπ' οψεσι τίθεσθαι ἐκκρεμές. α καὶ πᾶσι πεποιηκότων τοῖς ἀνθρώποις ἐνέτικτον μῖσος δὴ τούτου καὶ δεινὴν ἀπέχθειαν· οις γὰρ ακρατον τὴν ἐγχώριον θηριωδίαν ἐνήσκησεν, ἀλλ' οὐ κε- κολασμένην τινὰ καὶ πρὸς τὸ πραότερον ἀπονεύουσαν, τὴν συγγε- νίδα φύσιν ἐκφαυλίζων ἀνηλεῶς, μισθὸν τὸ εχθος ἀλλ' οὐ τὴν φιλίαν ἠμπόλησεν. 15 Ταῦτ' ουν επραττεν, καὶ κατὰ νοῦν λαμβάνει τὸν ἐπὶ τῷ Φιλομηλίῳ μονάζοντα, καὶ ἀμείβεσθαί οἱ δοκεῖ τῆς προρ- ρήσεως, εὐχαριστήριά τινα προπέμπων αὐτῷ, τὰς τοῦ κράτους νίκας δῆθεν αἰτῶν. ἀλλ' ἐκεῖνος μὲν ηδη φθάσας ἐξ ἀνθρώπων ἐγένετο, πονηρὸς δέ τις δαίμων καὶ βάσκανος (οὐ γὰρ ανθρωπον τοῦτον καλέσαιμι τὸν πάντα συγχέαντα καὶ ταράξαντα καὶ κατὰ τὸν παλαιὸν οφιν τὸν ἰὸν τοῖς τοῦ ταλαιπώρου Λέοντος ὠσὶν ἐγχέαντα, ἀνεπίστατον κεκτημένου ολον τὸν νοῦν) τῷ τοῦ γέροντος οἰκίσκῳ ἐν εὐλαβείας προσχήματι ἐγκατέλαβεν. Συμβάτιος ουτος ἐλέγετο, ος τὸν βασιλικὸν αγγελον πολλὰ προσονειδίζων, καὶ δύσφημα κατὰ τοῦ βασιλέως εἰς πρόσωπον ἀλλ' οὐχ ὑπὸ κόλπον λαλῶν, η μὴν ἐξελιπάρει μηδὲν καθυποστελλόμενον ἐξειπεῖν ὡς οὐκ εσται σοι τὸ βασιλεύειν ἐπὶ πολὺ εἰδώλοις (ω τῆς καταράτου γλώσσης ἐκείνης) προσανέχοντι καὶ τολμῶντι τοῖς ὑπὸ τῆς παρ- 27 δοῦς καὶ θυάδος καὶ ταραξίου σεβομένοις, τὴν βασιλεύσασαν Εἰ- ρήνην καὶ τὸν ἐν ἁγίοις Ταράσιον ἀφέτῳ γλώττῃ περὶ τῶν θείων εἰκόνων ουτως ἀποκαλῶν. ὁ δὲ Λέων, τὸ οντως δαιμόνων ειδω- λον, τὸ τῆς ἀμαθίας ἀνδράποδον, τὸ τῆς σκιᾶς ἀφωνότερον, δέον τούτων κατολιγωρῆσαι, η εἰ μὴ τοῦτο, ἐκπομπεύειν γοῦν καὶ θεατρίζειν ταῦτα τῷ τὰς τῆς ἐκκλησίας ἡνίας ἰθύνοντι, καὶ σύνο- δον συγκροτῆσαι περὶ μεγάλων μεγάλως ἀνερευνῶν, ἀλλ' οὐκ ἀνδράσι μηδὲν ὑγιὲς φρονοῦσι, μηδὲ τὰ ἑαυτοῦ (φεῦ τῆς μετὰ δόλου φιλίας) ἀλλὰ τὰ οἰκεῖα προμηθουμένων καὶ προδιοικουμέ- νων, τῷ φιλουμένῳ ἀνακοινοῦται Κασσιτερᾷ, καὶ τὰ ἀπεσταλμένα αγει τούτῳ εἰς φῶς. ὁ δὲ κακῷ τὸ κακὸν καὶ λύσσῃ λύσσαν οὐ θεραπεύων ἀλλ' ἐπεγείρων, ετερόν τινα τῇ ὁμοίᾳ δόξῃ περὶ τῶν θείων εἰκόνων ἐνισχημένον κατὰ τοῦ Μαυριανοῦ εμβολον ἐνσκη- νοῦντα ἀναγνωρίζει, ἀπέραντά τινα καὶ μετέωρα λεσχηνεύων καὶ ὑπεράγγελον τοῦτον ειναι διαβεβαιούμενος· "τούτῳ ουν, ω βασι- λεῦ, χρῶ περὶ τῶν τοιούτων μυσταγωγῷ· καὶ ο αν ειποι σοι ποιῶν οὐχ ἁμαρτήσεις τοῦ δέοντος." (16) ὡς ουν ἐπεράνατο τὰ τῆς συμβουλῆς, μεταθέειν εγνω πρὸς τὸν μονάζοντα, καὶ τοῦτον καταντλήσας ταῖς φλυαρίαις προσέθηκεν ὡς κατὰ τὴν ἐπιοῦσαν νύκτα, ἰδιώτου σχῆμα ἀναλαβόμενον, αὐτὸν ἐνταῦθα βασιλέα ἀγάγω σοι, περί τε πίστεως καὶ αλλων οὐκ εὐκαταφρονήτων πρα- γμάτων συμβουλευόμενον. τοῦτον ουν ετη δύο καὶ ἑβδομήκοντα 28 τὴν βασιλείαν κατευθυνεῖν καθυπισχνοῦ,