10
καὶ τρισκαιδέκατον ἀρί- θμει τῶν ἀποστόλων, καὶ παῖδας παίδων ἐπὶ θρόνου τῆς βασι- λείας ἰδεῖν, ει γε Λέοντος ἐξ ̓Ισαυρίας συστοιχεῖ πως τῷ δόγματι. μὴ ὑπισχνουμένου δὲ ἀλλ' ἀπαναινομένου, τὴν ἐξώλειαν καὶ ἀπώ- λειαν καὶ κρημνοὺς καὶ βάραθρα ἠπειλῆσθαι τούτῳ ἐπόμνυε ἐκ θεοῦ. ταῦτ' ουν ἐκ σκαιωρίας καὶ γνώμης πονηρᾶς ἀναδιδάξας, τὸν βασιλέα ηγεν κατὰ τὸν δηλωθέντα καιρόν· καὶ ἐπείπερ εἰσῄε- σαν μετὰ τοῦ Θεοδότου καὶ τῶν ἀπορρήτων ἀπήρχοντο, "οὐ χρή σε" εφη ὁ μοναχός "τὴν ἁλουργίδα καταλιμπάνοντα, ω βασιλεῦ, ἰδιώτου σχῆμα ἀλλάσσεσθαι καὶ τρώγειν γνώμας ουτω τὰς τῶν πολλῶν." καὶ ος ἐκπαθὴς αμα καὶ παραπλὴξ τῷ ῥήματι τούτῳ γενόμενος, καὶ αλλως οἰηθεὶς ἐκ θείας ειναι προγνώσεως, ὡς σκιὰ τῷ ἀνδριάντι ειπετο ἀληθῶς, καὶ ολως ηρτητο καὶ ἐκρέματο ἐξ ωτων ωσπερ τι κεραμοῦν ἀγγεῖον τοῖς λόγοις τοῦ μοναχοῦ. ἀλλὰ ταῦτα μὲν ειρηται καὶ τοῖς πρὸ ἡμῶν διὰ μέτρου ποιήσεως. 17 Αὐτίκα γοῦν τὴν τῶν σεπτῶν εἰκόνων ἀναγορεύει καθαίρεσιν, καὶ τὸν πατριάρχην (Νικηφόρος δὲ ουτος ην) γραφῇ αὐτοχείρῳ ἠξίου τοῦτο συγκατατίθεσθαι, ει γε μὴ μέλλοι ὑπερο- ρίαν καταψηφίζεσθαι. ὁ δὲ καὶ αλλοθεν τεκμηράμενος τὴν τοῦ τυράννου πρὸς τὸ θεῖον ἀπέχθειαν, αγεσθαι μᾶλλον η συνεῖναι τοιούτῳ κρίνας ἀπήγετο πρὸς τὴν καταψηφισθεῖσαν ὁμολογίαν· καὶ Θεόδοτος ὁ Κασσιτερᾶς τὸν τῆς ἱεραρχίας θρόνον αθλον 29 ἐλάμβανε κατὰ τὸν τοῦ θείου πάσχα καιρόν. αξιον δὲ μηδὲ τὸ τεκμήριον παραδραμεῖν. ὁ μὲν γὰρ Νικηφόρος, ατε τῆς ἱερωσύ- νης προϊστάμενος, ἐζήτει τὴν διὰ τοῦ ἱεροῦ συμβόλου πρὸς τὴν θείαν πίστιν συγκατάθεσιν· ὁ δὲ οὐκ εφη νῦν τοῦτο ποιήσειν, ὑπερθέσθαι δὲ μέχρις αν ἡ τῆς βασιλείας αὐτῷ τελείως ἀνάρρησις γένηται, δηλούσης τῆς ἀναβολῆς ὡς καὶ αὐτοῦ γε προενισχημένου τῇ τῆς αἱρέσεως μανίᾳ ἐκ γενετῆς. (18) ετερον δὲ τοῦ λεχθέντος σαφέστερον· ὡς γὰρ αρτι τὸ πρῶτον ἀνηγορευμένος ἐδεῖτο τοῦ διαδήματος, καὶ τοῦτο εδει τὸν ἀρχιερέα τῇ καταπτύστῳ ἐπιθεῖναι κεφαλῇ, προσήγγισεν δὲ ταύτῃ καὶ κατεπαφώμενος οὐ τριχῶν, οπερ ἐδόκει, μαλακῶν, ἀκανθῶν δὲ καὶ τριβόλων, οπερ τῇ ἀληθείᾳ ἐνῆν, ἐν αἰσθήσει ἐγένετο, ἀκίσιν οιον κατακεντούμε- νος καὶ τὴν χεῖρα ὀδύναις περιπειρόμενος ἀλλὰ ταῦτα μὲν πρότερον· τότε γοῦν ὁ πατριάρχης ὑπερόριος, τὴν καταχει- ροτονήσασαν ψῆφον δεξάμενος, ἐπορεύετο, οτε δὴ καὶ λέγεται ἐφ' ὁλκάδος αὐτῷ φερομένῳ μακρὰν κατά τινα τόπον παρα- θαλάττιον πόρρωθεν ἰδεῖν Θεοφάνην τὸν μακαρίτην, θυμιά- μασί τε καὶ λαμπάσι δεξιούμενον, οιόν τινα προπομπὴν τῇ καλῇ ἐκείνῃ ὁμολογίᾳ προπέμποντα. ον ὡς εἰκὸς ἀποδοχῆς ἀξιώσας καὶ θεῷ παραδοὺς δι' εὐχῆς, τὰς χεῖρας οιον αρας μεταρσίως περιε- βάλετο τοῦτον, πόρρωθεν τὸν τελευταῖον ἀποδοὺς ἀσπασμόν. ἐρο- μένου δέ τινος τῶν συνεπομένων, ὡς δὴ τίνι τοῦτον ἀποδίδως εὐ- 30 κτῶς τε καὶ ἐφετῶς, "τῷ ὁμολογητῇ" φάναι "Θεοφάνει" προφή- τιδι γλώττῃ, "μονῇ προεστῶτι τοῦ ̓Αγροῦ." ο καὶ συνέβη μετ' οὐ πολύ· αὐτός τε γὰρ τοῦτον ἑώρακεν οὐδαμῶς, κἀκεῖνος τὸν τῆς ὁμολογίας στέφανον ἀνεδήσατο. καὶ τὰ μὲν τοῦ ἀρχιερέως ουτως. 19 Αὐτὸς δὲ οιόν τινα τῆς αὐτοῦ βασιλείας ἀρχὴν ἐπι- θεὶς δεξιὰν τὸ τὰ τῆς ἐκκλησίας οὑτωσὶ διοικονομῆσαι, καὶ τὴν φιλοτιμίαν ειπερ τις νοσῶν, τῶν κοινῶν πραγμάτων ἀντελαμβά- νετο, πανταχοῦ τὸ κέντρον κατὰ τοὺς σφῆκας φέρων μεθ' ἑαυτοῦ, τὸν στρατιώτην τε οχλον γυμνάζων αὐτός, καὶ πόλεις πολλαχοῦ τῶν κατὰ Θρᾴκην καὶ Μακεδονίαν δι' ἑαυτοῦ ἐκ βάθρων ἀνεγεί- ρων, καὶ περιπορευόμενος πανταχοῦ, ὡς φοβερὸς ειναι καὶ κατα- πληκτικὸς καὶ αὐτοῖς τοῖς ἐχθροῖς. ὑπὲρ ων καὶ τὸν αγιον Νικη- φόρον φασὶν εἰπεῖν ποτὲ μετὰ τὴν αὐτοῦ ἀποβίωσιν ὡς εἰ καὶ ἀλά- στορα, ἀλλ' ουν ἐπιμελητὴν τῶν κοινῶν ἡ πόλις ανδρα ἀπώλεσεν. καὶ περὶ τὰς ἀρχὰς δὲ καὶ ἡγεμονίας, οὐ τὰς πολιτικὰς δὴ μόνον ἀλλὰ καὶ τὰς στρατηγικάς, διεπτόητο ἰσχυρῶς· χρημάτων κρείτ- των αὐτὸς ων τοὺς ἀδωροτάτους πάντων προέκρινεν, ἀριστίνδην πάντας ἀλλ' οὐ κατὰ πλοῦτον τιμῶν.