1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

11

καὶ δικαιοσύνης μὲν ἐρα- στὴς λέγεσθαι ἐβούλετο, οὐκ ἐγίνετο δέ· πλὴν ἀντεποιεῖτο ταύτης, καὶ πολλὰς τῶν κρίσεων δι' ἑαυτοῦ ἐξεπέραινε κατὰ τὸ Λαυσια- κὸν ἐγκαθήμενος. καί ποτε δή τινος εγκλησιν πρὸς αὐτὸν ποιη- 31 σαμένου περὶ γυναικὸς ἁρπαγῆς, ὡς τὴν ἑαυτοῦ τις τῶν ἐπιφανῶν ἀνηρπάκει ἀνδρῶν, καὶ οτι οὐδὲ λόγων ἠξίωμαι τῷ ὑπάρχῳ πολ- λάκις διενοχλῶν, ἐκεῖνον μέν, ἐπείπερ αὐθωρὸν παραστάντα ουτως εχειν ἐπεμαρτύρησεν, εἰς εὐθύνας ηγε τῆς ἀρχῆς μεταστήσας καὶ πικρίαν πολλὴν καταχέας αὐτοῦ, τὸν δὲ μοιχὸν νόμῳ ἐκδοθῆναι προστέταχεν. ̓Αλλὰ τούτοις μὲν τὴν πολιτείαν οιον ὑπέσαινε καὶ τὴν πρὸς αὐτόν, ὡς αν ειποι τις, ευνοιαν ἐκαπήλευσεν· (20) περὶ δὲ τὴν πίστιν ἐμαίνετο κραταιῶς, τοσοῦτον ὡς μηδὲ θεὸν ὀνομάζειν ἐδό- κει τούτῳ καλόν. καὶ γὰρ τὰς τριακοντούτας σπονδὰς τοῖς Ουν- νοις δὴ τούτοις τοῖς καλουμένοις Βουλγάροις ἐνωμότως ποιῶν καὶ εἰρηνικὰς συμβάσεις καταπραττόμενος, ἐπεὶ δι' ορκων ταύτας εμελλε βεβαιοῦν τε καὶ ἐμπεδοῦν, οὐ τούτοις δὴ τοῖς ἡμετέροις ἐχρῆτο, θεὸν καὶ οὐρανίους δυνάμεις η τὴν κατὰ σάρκα γενομέ- νην μητέρα Χριστοῦ τοῦ θεοῦ τῶν λεγομένων τε καὶ πραττομένων ἐφόρους καὶ μάρτυρας· ἀλλ' οιά τις ψυχὴ βάρβαρος θεοσεβείας ἀπῳκισμένη, κύνας μέν, καὶ οις τὰ ανομα εθνη θύουσιν, ἐχρῆτο μάρτυσι τῶν πραττομένων καὶ ἀπέτεμνεν καὶ διὰ στόματος αγειν οὐκ ἐμυσάττετο εἰς βεβαίωσιν, οις ἐκεῖνοι ἐμφορούμενοι, τὴν τῶν Χριστιανῶν δὲ πίστιν ἐκείνοις μέλλουσί ποτε ὑφ' ἡμῶν διαβιβά- ζεσθαι πρὸς ἐκείνην, ὡς εοικε, κατεπίστευσεν. καὶ σαφῶς οὑτωσὶ οὐκ ᾐσχύνετο ἀσεβῶν· οις τε γὰρ τοὺς τῆς πίστεως μαργαρίτας κατὰ τὴν τοῦ κυρίου φωνὴν εμπροσθεν ἠφίει τῶν χοίρων καὶ χρῆ- σθαι τούτοις ἐπὶ στόματος ἐξεβιάζετο, αξιος βδελυρίας ὁ ἀνὴρ 32 ἀσεβῶν· καὶ οις τὰ ἐκείνων αυθις αὐτὸς τὴν τῶν ̔Ρωμαίων διέπων βασιλείαν τε καὶ ἀρχὴν οὐκ ἠρυθρία μυσταγωγούμενος καὶ τελού- μενος ἐν πανδήμῳ θεάτρῳ καὶ ουτω γε δὴ πλήρει τῶν ἀπίστων τε καὶ πιστῶν, τοῦ αἰωνίου σκώληκος καὶ πυρὸς ἀλλ' οὐκ αλλων ἐπάξιος. καὶ οσους δὲ τὸν ὀρθὸν ευρισκε λόγον τηροῦντας, τού- τους πικρῶς κατῄκιζε καὶ δεινῶς· ἑτέρωθεν δὲ τὰ τῶν ὁμοφρόνων οἱ στίφη τε καὶ συστήματα συνεκρότει τε καὶ συνήγειρεν ἐν ταὐτῷ παρὰ πλευρὰν αὐτοῦ τιθεὶς καὶ προσεπικλύζων ταῖς ὠφελείαις. τούτοις καὶ ̓Ιωάννης ὁ γραμματικὸς ἐγκατέλεκτο, παντὸς ἀνάσκη- τος ὑπάρχων καλοῦ. οις καί τινα γραφὴν ὁ Λέων νεαρᾶς τινὸς καὶ μιαρᾶς ἐξαρχομένην πίστεως ἀναγράψαι κελεύσας, τὸν κατὰ τῶν θείων εἰκόνων δρόμον ἐδίωκεν. ἀνερρίπισε δέ πως οιον καὶ ἐξεφύσησεν εἰς υψος αιρων αὐτὸν (καὶ γὰρ ην κοῦφος καὶ πρὸς οὐδὲν ἐφέρετο λελογισμένῳ τῷ νῷ) ὁ τοῦ ἱεροῦ συστήματός τε καὶ κλήρου τῶν βασιλικῶν αὐλῶν ἀρχηγός. λοχῶν γὰρ αὐτὸν ἐκ πολ- λοῦ καὶ οιον ἐξ ἐνέδρας ὡς τὸν Πρωτέα αἱρήσειν ἐρῶν, ἐπεὶ κατά τινα καιρὸν τὸ θεῖον ἐκεῖνο εἰς ἐπήκοον ῥητὸν ἐκκλησιαζόμενον ἐκηρύττετο "τίνι ὡμοιώσατε κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώ- σατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, η χρυσόχοος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, η ὁμοίωμα κατεσκεύασεν;" ἐπεὶ γοῦν τοῦτο κατὰ τὸν τοῦ Φάρου ναὸν ἐξηχεῖτό τε καὶ διεβεβόητο, ἠρέμα πως ὑποσυρεὶς καὶ ἑαυτὸν εἰς προῦπτον ἀγαγών, "σύνες ο 33 τι λέγει," φησίν, "ω βασιλεῦ, τὸ ἱερὸν λόγιον· καὶ μηδείς σοι μετάμελος ἐπὶ τοῖς ἐναρχθεῖσιν εστω, ἀλλ' απαν θεῖον δοκοῦν ἐκ- ποδὼν ποιήσας εἰκόνισμα τῆς ὀρθῆς εχου λατρείας τῶν μὴ σεβο- μένων αὐτά." τούτοις, ὡς ειπον, ἀσυλλογίστως ὑπεκκαεὶς καὶ τὴν αθλιον ἐκείνην ψυχὴν προσεκπυρωθεὶς ολην ἐκίνησε κατὰ μὲν τῶν εὐσεβῶν τὴν ἑαυτοῦ μανίαν, κατὰ δὲ τῶν ἀσεβῶν τὴν θείαν καὶ δικαίαν ὀργήν. ὁ μὲν γὰρ θεσπίσματι πάντας τοὺς ἀρχιερεῖς ἐκ τῆς ὑπερορίας μετεπέμπετο, συλαγωγῶν τούτους, τῆς τοῦ πα- τριάρχου θέας πόρρωθεν καθιστῶν καὶ ἀποκηρύττων αὐτούς, ὡς τῷ οἰκείῳ βουλήματι πειθηνίους κατεργαζόμενος, πολλοὺς τὴν καλὴν ἀναιρήσασθαι μαρτυρίαν πεπεικὼς τῷ γε μὴ πεισθῆναι αὐτῷ.