12
21 Θεὸς δέ, οιος τρόπος ἐκείνου οὐ σύντονός τις ἀλλὰ μακρόθυμος, τὴν ῥομφαίαν ἐστίλβου μέν, οὐκ ἠφίει δέ. νῦν μὲν γὰρ αὐτοῖς λοιμοὶ καὶ αὐχμοὶ καὶ διάπυροι ηλιοι, νῦν δὲ σεισμοὶ καὶ ἀναβρασμοί, καὶ αλλοτε φλογὸς οια κατὰ τοῦ ἀέρος ἀκοντί- σεις καὶ ἑτέρωθεν ἐμφύλιοι στάσεις τῶν δεινῶν τὰ ἀκμαιότατα ἐπεσείοντο. ἀλλ' οὐκ ην ἐκείνην ἐπισχεῖν τὴν ψυχήν, συὸς δίκην κατὰ κρημνοῦ ἐπιβρίσασαν. ἐντεῦθεν ὀψὲ γοῦν καὶ καιρίως πλήτ- τουσα μάχαιρα παρὰ τοῦ θεοῦ ἐκπεπόρευται, ιν' ηλῳ τέως ηλος ἐκκρουσθῇ καὶ κακὸν τῷ κακῷ ἰαθῇ. Μιχαὴλ τοῦτο ην, ος τὴν φοιδεράτων τότε ἐπειλημμένος ἀρχήν, ἐγκλήματι καθοσιώσεως 34 ἁλούς, μόγῳ πολλῷ καὶ κόπῳ ἀποτρίψασθαι ισχυσεν. ἀλλ' εμελλεν ὑπ' ὀδόντα τοῦτον εχων ἀεὶ καθάπερ διαπεπραγμένον ἱερεῖον δεῖξαι οὐκ εἰς μακράν. αλλως μὲν γὰρ ἐξήσκει γλῶσσαν ὁ Μιχαὴλ πρόλαλόν τε καὶ ἰταμόν, καὶ τὴν αὐτοῦ οὐκ εληγεν ἐκ- πομπεύων θηριοτροπίαν, ατε δὴ αὐτῷ καὶ συναυξηθεὶς καὶ τῇ ἐκ χειρὸς γαννύμενος ἀνδρειότητι. ὁ Λέων δέ (οὐ φέρει γάρ τις πάντων κρατῶν ἑνὸς ἡττᾶσθαι μωροῦ, εἰ μή γε οντως οὐκ ἀνδρῶν ἀλλὰ καὶ θυμοῦ βασιλεὺς καταστῇ) ὠτακουστάς τινας τούτῳ λό- χον κατέστησεν, ὡς αν διά τινος πορθμείου διαβιβάζοιντο λόγοι οἱ αὐτοῦ· καὶ γὰρ ὑπείδετο τὸ μέλλον, τῆς κατὰ τὸ Φιλομήλιον προρρήσεως ἐξημβλωκυίας τῆς αὐτοῦ ψυχῆς μηδαμῶς, η τὸν Μι- χαὴλ δεύτερον τοῦ Λέοντος ἀναρρηθῆναι διωμολόγησεν. τούτων τῶν ἐφεδρευόντων εις ην καὶ ̔Εξαβούλιος, ἀνὴρ οιός τε ων ηθος καὶ φύσιν ἀνθρώπου καταμαθεῖν. ὡς ουν χρόνου προϊόντος οὐκ ἐνεδίδου τῆς ἀθυροστομίας μηδὲ τοῦ τωθασμοῦ, ἀλλ' οιόν τις κυματίας πᾶσαν ἀκαίρως ἰλὺν ἐξέβρασεν ποταμός, ἠπείλησε τῷ Λέοντι πανώλειαν καὶ ἀλλ' αττα θυμὸς ἐτρέφετο πονηρός, ἀνε- πέμπετο δὲ ταῦτα πρὸς βασιλέα, ἀνάρπαστος γίνεται ἐξ αὐτῆς, καὶ τέλος τῶν ἐλεγχόντων τὰ τῆς κατηγορίας κατεμπεδούντων κατατίθεται τυραννίδος ἐπίθεσιν μελετῶν. ἡμέρα ην προτεραία τῆς καθ' ἡμᾶς τοῦ λόγου Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐπιδημίας τε καὶ σαρκώσεως. ἐπεὶ γοῦν πάντοθεν κατάφωρος ἐγεγένητο αὐτοῦ τοῦ βασιλέως ἐν τοῖς ἀσηκρητείοις ἐξετάζοντος, καὶ δρασμὸς τῶν 35 τολμηθέντων οὐκ ην, καταχειροτονεῖται τὴν ἐπὶ θάνατον, καὶ θάνατον οὐ τόνδε η τόνδε, ἀλλ' ιν' εχῃ καὶ τὸν βασιλέα αὐτὸν θεατήν τε καὶ αὐτουργόν, ειτε τῷ πάθει τῆς ὀργῆς ἐκνικώμενον, ειτ' αλλως τῇ ὠμότητι ἐφηδόμενον, κατὰ τὴν τοῦ βασιλικοῦ βαλα- νείου κάμινον δριμέως ἐκριφῆναι πυρὸς παραβόσκημα. ωριστο ταῦτα, καὶ αὐτὸς προέθεεν τὰ τοῦ δράματος ἐποψόμενος. ἀλλ' ἡ τούτου σύζυγος (Θεοδοσία ην, τὸ τοῦ ̓Αρσαβὴρ θυγάτριον) ἀνασπούδασα καὶ ὡς ετυχε θέουσα, ὡς εκ τινος βακχείας ἐξοιστρη- θεῖσα, ἀπέσπευδε τοῦτον καὶ τῆς ὁρμῆς ἐγατέπαυεν, ἀλάστορα καὶ θεομάχον ἀποκαλοῦσα, οις ουτε τὴν ἡμέραν αγει διὰ φειδοῦς, τοῦ θείου μέλλων σώματος μετασχεῖν. ἐκθειόμενος ουν τὰ δεινά, καὶ τῷ θεῷ μὴ ἀπὸ θυμοῦ γένηται δεδοικὼς, τότε μὲν αὐτῷ τὴν σωτηρίαν τὴν παλίντροπον ἐπεβράβευσε, τῷ παππίᾳ τὴν αὐτοῦ ἐπιτρέψας φρουράν, εἰ καὶ τῶν σιδηροπέδων δι' ἑαυτοῦ φρουρεῖ- σθαι ἠξίου τὴν κλεῖν. ἐπεπείλει δὲ καὶ τῇ γυναικί, καὶ "οὐκ εἰς μακρὰν ἐπόψεσθε" εφη, "σύ τε ω γῦναι καὶ τὰ τῆς ἐμῆς νηδύος βλαστήματα, τὰ ἀποβησόμενα, εἰ καὶ σήμερόν με τοῦ ἐκεῖθεν ἁμαρτήματος προσηλευθέρωσας." τούτοις τὸ μέλλον ἀπεφοίβασέ τε καὶ προεκήρυξε. 22 Καὶ γὰρ ην αὐτῷ δέος τῇ ψυχῇ ἐγκαθήμενον εκ τινος χρησμολογίας, ὡς κατὰ τὴν ἡμέραν τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως πᾶσαν τὴν αὐξηθεῖσαν εὐδαιμονίαν καὶ βα- 36 σιλείαν ἀποκείρεσθαι μέλλοντος. ὁ δὲ χρησμὸς ην Σιβυλλιακός, εν τινι βίβλῳ εἰς τὴν βασιλικὴν βιβλιοθήκην ἐναποκείμενος, οὐ χρησμοὺς μόνον ἁπλῶς ἀλλὰ καὶ μορφὰς καὶ σχήματα εχουσα τῶν γενησομένων βασιλέων διὰ χρωμάτων. ην ουν λέων θηρίον μεμορφωμένον, χῖ στοιχεῖον κεχαραγμένον ἀπὸ τῆς ῥάχεως μέχρι τῆς γαστρὸς αὐτοῦ. τούτου κατόπιν ἀνήρ τις