1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

13

ἐπιθέων δόρατι καιρίαν ἐδίδου πληγὴν τῷ θηρίῳ διὰ τοῦ χῖ. πολλοῖς ουν πρὸς σαφήνειαν τούτου δειχθέντος, ὁ τηνικαῦτα τὴν τοῦ κοιαίστορος ἐπανῃρημένος ἀρχὴν μόνος διετράνου τὸ τοῦ χρησμοῦ, ὡς Λέον- τος ουτως καλουμένου βασιλέως τινὸς κατὰ τὴν ἡμέραν τῆς Χρι- στοῦ γεννήσεως θανάτῳ ὀλεθρίῳ μέλλοντος παραδίδοσθαι. 23 Προσέτι δὲ καὶ ἡ τῆς μητρὸς οψις ἐπλήρου φόβου αὐτόν· η τότε μὲν λεχθεῖσα εἰς οὐδὲν τούτῳ λελόγιστο, τὰ νῦν δὲ καὶ σφόδρα δάκνουσα ἐπέκειτο τὴν ψυχήν. ἐφάνη γὰρ αὐτῇ κατὰ τὸν ἐν Βλαχέρναις θεῖον ναὸν προσφοιτώσῃ ἀεὶ κόρη τις ὑπὸ πολ- λῶν λευχειμόνων περιστοιχιζομένη καὶ ὁ ναὸς απας πλή- ρης. ταύτην ουν τὴν κόρην εἰπεῖν τινὶ τῶν παρεστώτων, χύτραν ἐπιπληρώσαντα αιματος ἐπιδοῦναι τῇ μητρὶ τοῦ Λέοντος πιεῖν. αὐτῆς δὲ πολυετῆ χηρείαν προβαλλομένης, δι' ης μήτε κρεῶν μήτε τινὸς ἐναίμων γεύσασθαι, καὶ διὰ τοῦτο μηδὲ ταύτης χρῄζειν τῆς χύτρας, "καὶ πῶς" ἀντέφησεν ἡ κόρη μετὰ θυμοῦ "ὁ σὸς υἱὸς οὐ παύεται ἐμὲ πολλῶν αἱμάτων πληρῶν, καὶ τούτῳ τὸν ἐμὸν υἱὸν 37 παροργίζων τε καὶ θεόν;" πολλά τε εκτοτε ἐλιτάνευε τὸν αὐτῆς υἱὸν τῆς τῶν εἰκονοκαυστῶν αἱρέσεως ἀποστῆναι, τὴν οψιν ταύτην ἐκτραγῳδήσασα. 24 Καί τις δὲ οψις αλλη νυκτερινὴ ἐδειμάτου τοῦτον οὐκ ελαττον· αὐτοῦ γὰρ Ταρασίου τοῦ ἀοιδίμου πατριάρχου πάλαι τὸν βίον μετηλλαχότος Μιχαήλ τινα ἐξ ὀνόματος διακοῦσαι ἐπιπη- δήσαντα προτρεπομένου ἐπιπλῆξαι καιρίαν καὶ κατὰ κρημνοῦ ὠθῆσαι αβυσσον εχοντος. πρὸς τούτοις καὶ τὸ τοῦ μοναχοῦ τοῦ κατὰ τὸ Φιλομήλιον. ἀλλὰ καὶ τῆς ἐσθῆτος θᾶττον μεταμφίασις. α συμφορήσας ἐπάλλετό τε τῷ δέει καὶ τὴν ψυχὴν ἐκυμαίνετο, τῷ υπνῳ κατὰ τὴν νύκτα ἀπεχθανόμενος. οθεν ἀκμαζούσης νυκτὸς σοφώτερα η βασιλικώτερα βουλευσάμενος, τὰς ἐπὶ τὸν παπίαν φερούσας πυλίδας καταρράξας (καὶ γὰρ ην εὐσθενὴς τὼ χεῖρε) τὴν ἐπ' αὐτὸν διήνυε πρόοδον. ὡς δὲ κατὰ τὸ δωμάτιον εἰσῄει, θέαμα ὁρᾷ εἰς εκπληξιν οὐ τὴν τυχοῦσαν αγον αὐτόν· ειδεν γὰρ τὸν μὲν κατάκριτον ἐν σκίμποδι τῷ τοῦ παππίου περιδεξίως, τὸν δὲ παππίαν ἐπ' ἐδάφους κοιμώμενον ευρισκεν. τὰς χεῖρας ἐπῆγε πρὸς τὸν Μιχαὴλ καὶ τὴν κεφαλήν, μαθεῖν βουλόμενος εἰ αρα, οπερ τοῖς ἐν συμφορᾷ ἐπακολουθεῖ, αφροντίν τινα καὶ ἡδὺν η ἐμ- μέριμνον υπνον καὶ κεκολασμένον καθεύδει. ὡς δ' ευρεν ανετον καὶ πάσης ἀπηλλαγμένον μερίμνης (οὐδὲ γὰρ οὐδ' ἐπαφώμενος αὐτὸν διύπνισεν), μείζονα τὸν θυμὸν εθρεψε τοῖς ἀπ' ἐλπίδος τού- 38 τοις θεάμασι, καὶ δεινὸν ἀπῄει οὐκ αὐτῷ μόνον ἀλλὰ καὶ τῷ παππίᾳ ἐνσείων. οὐκ ελαθε γοῦν ταῦτα τοῖς περὶ τὸν παππίαν, ἀλλά τις τῶν προκοίτων τοῦ Μιχαὴλ ἐκ τῶν φοινικῶν φωρασάμε- νος ὑποδημάτων ἀπήγγειλε πάντα σαφῶς. οις ἐκπαθεῖς γενόμενοι καὶ ἀμάχῳ δέει περιληφθέντες βουλὴν ἐξήρτυον αὐτοῖς τὴν σω- τήριον. 25Εως αρτι ὑπέλαμπεν, καὶ σκῆψις γίνεται τῷ Μιχαήλ, ψυχικάς τινας κηλῖδας ἐπαγομένῳ, διὰ Θεοκτίστου, ον καὶ μετὰ ταῦτα τῷ τοῦ κανικλείου τετίμηκεν ἀξιώματι, ταύτας βούλεσθαί τινι προσαναθέσθαι τῶν θεοφιλῶν. ἐπετέτραπτο γοῦν καὶ συγκε- χώρητο ταῦτα παρὰ βασιλέως. καὶ ογε δή φησιν τῷ Θεοκτίστῳ "τοῖς ἡμῖν κεκοινωνηκόσι τῆς πράξεως πάντα ἀνειπεῖν διαπείλει τῷ βασιλεῖ, εἰ μή τι γένηται παρ' ὑμῶν γενναῖον, τούτου με διασῶ- ζον τοῦ θανάτου καὶ τῆς εἱρκτῆς." καὶ οἱ συνωμόται, ὡς ταῦτα διήκουσαν, βουλὴν τοιαύτην συρράπτουσιν. εθος ην τῷ κλήρῳ τῷ ἱερῷ οὐχ ὡς νῦν ενδον τοῖς βασιλείοις, εκτοτε λαβὸν τὴν ἀρ- χήν, προσμένειν διὰ νυκτός, ἀλλὰ τοῖς σφῶν οικοις, αρτι δὲ τρί- της ἀρχομένης φυλακῆς κατὰ τὴν ἐλεφαντίνην συναγείρεσθαι, δοξολογίαν ἀποδώσοντας κυρίῳ τῷ θεῷ τὴν ἑωθινήν. τούτοις οἱ συνωμόται ὑπὸ μάλης φέροντες ἐγχειρίδια ἐγκαταμιχθέντες, ατε δὴ καὶ κνέφᾳ καὶ ταῖς ἱερατικαῖς λαθόντες στολαῖς, συνεισῄεσαν ἀφειδῶς, εν τινι σκοτεινῷ λοχήσαντες τόπῳ, τὸ σύνθημα προσδεχό- μενοι. ὡς δ' ὁ υμνος διεπεραίνετο καὶ ὁ βασιλεὺς αὐτοῦ που 39 πλησίον ην τοῖς ᾳδουσιν, προεξάρχων πολλάκις τοῦτο δὴ τὸ φίλον αὐτῷ τὸ