14
παντάνακτος ἐξεφαύλισαν πόθῳ (ην γὰρ φύσει τε ευφωνος καὶ ἐν ταῖς μελῳδίαις τῶν κατ' ἐκεῖνο καιροῦ ἀνθρώπων ἡδύτα- τος), τότε δὴ εἰσπηδήσαντες ἀθρόως ἐκ μὲν τῆς πρώτης ἡμάρτα- νον προσβολῆς, πρὸς τὸν τοῦ κλήρου επαρχον ἀποπλανηθέντες, ειτε δή τινι ἐμφερείᾳ καὶ σώματος ὁμοιότητι ειτε κατὰ τὴν κεφα- λὴν ὁμοίᾳ περιβολῇ· κρυμώδους γὰρ ουσης καὶ χειμερίου τῆς ωρας ἑνὶ περιβλήματι ἀμφότεροι διεκαρτέρουν, πίλῳ τὴν κεφαλὴν ὀξυ- τάτῳ περικαλύπτοντες. ἀλλ' ὁ μὲν τοῦ κλήρου καθηγεμὼν τὸν κίνδυνον ἀπεώσατο (αὐτίκα γὰρ γυμνώσας τὴν κεφαλὴν τῷ φαλα- κρώματι τὴν σωτηρίαν ἐθήρασεν), ὁ Λέων δὲ τοῖς ἀδύτοις ἐπι- συρεὶς οὐ σώζεται, ἀλλ' ἀμύνασθαι διεσπούδαζεν. οθεν τὴν τοῦ θυμιατηρίου σειρὰν διαρπάσας, η κατά τινας θεῖον σταυρόν, τοῖς ἐπερχομένοις ἀντιπαρατάττεσθαι ἐβούλετο. ἀλλ' ουτοι πολλοὶ καὶ οὐ καθ' εις ἐπιδραμόντες κατετίτρωσκον, καὶ ως ἀμυνόμενον καὶ τῇ τοῦ σταυροῦ υλῃ τὰς τῶν ξιφῶν ὁρμὰς ἀποπέμποντα. ἀλλ' εκαμεν πάντοθεν ὡς θηρίον βαλλόμενος, οτε δὴ καὶ ἀπογνοὺς ορκῳ τῆς ἐνοικούσης χάριτος ἐν τῷ ναῷ τινὰ εὐμεγέθη καὶ γιγαν- ταῖον ἐπιφέροντα ὁρῶν τὴν πληγὴν ἐδυσώπει καὶ ἐξελιπάρει τρα- νῶς· τῆς ἐκ τῶν Κραμβωνιτῶν ουτος ὡρμᾶτο γενεᾶς. ἀλλ' ογε "οὐχ ορκων" εἰπὼν "ἀλλὰ φόνων καιρός," ετι τε κατὰ τῆς θείας ὀμόσας χάριτος, παίει διανταίαν κατὰ χειρὸς ουτω δὴ ἀνδρικῶς ὡς οὐ μόνον τῆς κλειδὸς ἀπαρράξαι ταύτην δεινῶς, ἀλλὰ καὶ τὸ 40 κέρας τοῦ σταυροῦ κοπτόμενον μέχρι πολλοῦ προελθεῖν. συνα- ποτέμνει δέ τις αὐτοῦ καὶ τὴν κεφαλήν, ολμου δίκην τὸ σῶμα καταλιπών. 26 Τοιούτῳ μὲν τέλει βίου ὁ Λέων ἐχρήσατο κατὰ τὸν ∆εκέμβριον μῆνα (ωρα δὲ ην δεκάτη τῆς νυκτός), βασιλεύσας ετεσιν ἑπτὰ πρὸς πέντε μησίν, ὠμότητα μὲν ἐξασκήσας, πρὸς δὲ καὶ ἀσέβειαν, ειπερ τις τῶν πρὸ αὐτοῦ· καὶ τούτοις τήν τε προσ- οῦσαν αὐτῷ πρὸς τὰ κοινὰ ἐπιμέλειαν καὶ τὴν ἐν ταῖς χερσὶν ἰσχὺν καὶ ἀνδρίαν κατῄσχυνεν. λέγεται δὲ καί τινα φωνὴν οὐρανόθεν αὐθωρὸν ῥαγῆναι, τὴν αὐτοῦ κατάλυσιν εὐαγγελιζομένην πολλοῖς· ης καί τινες ἀκηκοότες ναυτίλοι, τὸν καιρόν τε καὶ τὴν νύκτα ἀπογραψάμενοι, ἐκ τῆς υστερον ἐρεύνης ταύτην ευρον ουσαν ἀληθινήν.
{1ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΙΧΑΗΛ ΤΟΥ ΕΞ ΑΜΟΡΙΟΥ. ΛΟΓΟΣ Β.}
1 ̓Ανῃρηκότες δὲ τὸν Λέοντα οἱ περὶ τὸν Μιχαήλ, ὡς ἐν τῷ πρὸ τούτου ἡμῖν δεδήλωται συντάγματι, τὸ τούτου νεκρὸν σύροντες ἀνηλεῶς τε καὶ ἀφειδῶς διὰ τῶν Σκύλων εἰς τὸν ἱππόδρομον ἐξή- γαγον, μή τινα φόβον εχοντες ηδη διὰ τὸ πλήρη ειναι τῶν ἐπι- 41 βούλων καὶ συνωμοτῶν τὴν βασίλειον αὐλήν. συνεξέφερον· δὲ αὐτῷ καὶ τὴν αὐτοῦ γαμετὴν σὺν τέτταρσι τέκνοις αὐτῶν, Συμ- βατίῳ τῷ κατὰ στέψιμον μετονομασθέντι Κωνσταντίνῳ, Βασι- λείῳ τε καὶ Γρηγορίῳ αμα Θεοδοσίῳ· ους καὶ ἀκατίῳ ἐνθέντες πρὸς τὴν Πρώτην νῆσον ἀπήγαγον, ενθα καὶ τῶν παίδων εὐνου- χισθέντων τὸν Θεοδόσιον συνέβη δυστυχῆσαι περὶ τὴν ζωὴν καὶ τῆς τοῦ σώματος ταφῆς τῷ ἰδίῳ κεκοινωνηκέναι πατρί. 2 ̔Ο δὲ Μιχαὴλ τῆς ἐκ τοῦ παππίου φρουρᾶς ἀνενεχθείς, ετι τοὺς πόδας σιδήρῳ δεδεμένους εχων διὰ τὸ τὴν κλεῖν παρὰ τοῦ Λέοντος φυλαττομένην ἀσφαλείας ενεκεν τέως ειναι ἀφανῆ, ἐπὶ τὸν βασίλειον ἐκάθισεν θρόνον, καὶ παρὰ πάντων τῶν τέως οντων ἐν τῷ παλατίῳ προσεκυνήθη αὐτοκράτωρ ἀναγορευθείς. ηδη δὲ μεσούσης ἡμέρας τῆς φήμης πανταχοῦ διαδραμούσης, τῶν δεσμῶν σφύρᾳ θλασθέντων μόλις, οὐ χεῖρας ἀπονιψάμενος, οὐ τὸν θεῖον φόβον κατὰ νοῦν εἰληφώς, οὐκ αλλο οὐδὲν τῶν δεόντων ποιήσας, πρὸς τὸν θεῖον καὶ μέγαν ναὸν προελήλυθεν τοῦ στέφους ἐκ τῆς πατριαρχικῆς χειρὸς καὶ τῆς πανδήμου τυχεῖν ἐπιθυμῶν ἀναρρή- σεως, ἐκείνους