15
μόνους φραγμὸν καὶ περιχαράκωμα εχων τοὺς τοῦ φόνου μετεσχηκότας καὶ συνομωμοκότας αὐτῷ. ενθα καί τις ἀμ- φοτέρων θαυμάσειεν τὸ κακόγνωμον, τοῦ μὲν οπως οὐδένα ειχε τῶν τηλικούτων κολάκων καὶ φιλούντων τότε δὴ βοηθόν, πάντων ωσπερ ἑρπετῶν εἰς καταδύσεις χωρησάντων, τοῦ δευτέρου δὲ τὸ πρὸς πάντας αφοβον καὶ αἱμοχαρές, οις ωσπερ τις ἀπὸ νίκης 42 ἀθλοφόρος ἐπανερχόμενος ἀλλ' οὐ δήμιος (τοῦτο γὰρ ὑπὸ τῆς τὰ πάντα διοικούσης προνοίας ἐγένετο) κατὰ τὴν πλατεῖαν διήρχετο δέον ἐγκαλύπτεσθαι καὶ θρηνεῖν, οὐκ ἐφ' οις αξιον αιμα δικαίως ἐξέχεεν (καί τοί γε οὐδὲ τοῦτο τῶν ἐπαινετῶν), ἀλλ' ἐφ' οις οὐκ ἐν ἀξίῳ τόπῳ, θείῳ δὲ καὶ καθαρῷ, καὶ μόνον ενθα τὸ δεσπο- τικὸν καθ' ἡμέραν ἐκχέεται, τῶν ἡμετέρων λύτρον ἁμαρτιῶν. 3 ̓Αλλ' ἐπὶ τὴν θρεψαμένην τοῦτον ἡ ἱστορία ἀγέσθω, καὶ μέσον αὐτὸν λαμβανέτω τὰ αὐτοῦ ἐπαγγέλλουσα. ηνεγκε μὲν ουν αὐτὸν ἡ κατὰ τὴν ανω Φρυγίαν πόλις ̓Αμόριον ουτω καλου- μένη, ἐν ῃ καὶ ̓Ιουδαίων καί τινων ̓Αθιγγάνων πλῆθος ἀεί πως ἐγκατοικίζεται· καί τις δὲ αιρεσις ἐκ τῆς ἀλλήλων κοινωνίας καὶ διηνεκοῦς ὁμιλίας καινὸν εχουσα τρόπον καὶ δόγματα ἐπιφύεται, ης καὶ αὐτὸς μετέσχεν ἐκ πατέρων διαδεξάμενος. αυτη δὲ τοῦ μὲν θείου λουτροῦ ὡς σωτηριώδους οντος καὶ παρ' αὐτοὺς διω- μολογημένου τοὺς τελουμένους μεταλαγχάνειν ἀνίησι, ταλλα δὲ πάντα σώζει φυλάττουσα κατὰ νόμον τὸν Μωσαϊκόν, πλὴν τῆς περιτομῆς. διδάσκαλον δὲ καὶ οιον εξαρχον ὁ ταύτῃ μεμυσταγω- γημένος ̔Εβραῖόν τινα η ̔Εβραΐδα κέκτηται, τοῦ θείου τελέως βα- πτίσματος ἀπεχόμενον, κατὰ τὸν ἑαυτοῦ οικον, ῳ καὶ τὰ ἑαυτοῦ οὐ μόνον τὰ ψυχικὰ ἀλλὰ δὴ καὶ τὰς κατ' οικον οἰκονομίας ἐμπι- στεύει καὶ ὑπὸ χεῖρα δίδωσι τὴν αὐτοῦ. ταύτης ουν ἐκ παιδὸς 43 μετασχὼν καὶ ῃ τὴν ψυχὴν προκαταληφθεὶς οὐκ ειχεν οὐδ' ουτως τὸ τῆς προλήψεως καθαρόν, ἀλλ' οιόν τις ἀπιστίας σύνοδος γε- γονὼς ὁμοῦ τε ταύτην οὐ πόρρω γενόμενος παρεχάραξεν καὶ τὴν Χριστιανῶν παρενόθευσεν καὶ τὴν ̓Ιουδαϊκὴν ἐκιβδήλευσεν. τέως μὲν ουν ειχετο αὐτῆς, καὶ τὴν εἰς ανδρας τελοῦσαν ἡλικίαν ἀνή- γετο, ἀγροικίαν καὶ ἀμαθίαν ωσπερ τινὰς ελικας αμπελος συνανι- ούσας εχων αὐτῷ· μᾶλλον δὲ ὑπὸ τούτων ἐχόμενος καὶ παιδα- γωγούμενος κατάλληλα προσῄει μαθήματα διδασκόμενος, οις πολλάκις τὴν βασίλειον δεδραγμένος ἀρχὴν ἐφαίνετο σεμνυνόμε- νός τε καὶ καλλωπιζόμενος η τῷ ἑαυτοῦ διαδήματι. τὴν λογικὴν δὲ παντάπασιν, ὡς τὰ παρ' ἑαυτοῦ προβαλλόμενα ἀνατρέπουσαν καὶ πείθειν δυναμένην τε καὶ μεταδιδάσκειν τοῦ μὴ τῆς αἱρέσεως αὐτοῦ καὶ θρησκείας ὀπίσω πορεύεσθαι, ἠτίμαζέ τε καὶ ἀπεβάλ- λετο τῆς ἑαυτοῦ ἐπιβούλως ψυχῆς. καί τοί γε ην αὐτῷ δυνατὸν τὰ ἑαυτοῦ τε σέβεσθαι καὶ τὰ ἡμέτερα μὴ ἀτιμοῦν, οταν μὴ πρὸς τοσοῦτον χορὸν τῶν ἐπὶ σοφίᾳ διαλαμψάντων χρόνῳ καὶ ἀριθμῷ κεκρατηκότα ἀνθαμιλλᾶσθαι ἠδύνατο. (4) πλὴν ἐτίμα τὰ ἑαυ- τοῦ. τὰ δὲ ην συῶν μὲν τῶν ἀρτιτόκων προλέγειν οσοι τε εσον- ται εὐτραφεῖς καὶ σωμάτων μεγέθους οὐκ ἀμοιρήσουσι, καὶ οσοι τοῖς ἐναντίοις περισχεθήσονται, καὶ ιππων μὲν ἐγγὺς ἑστάναι τῶν λακτιζόντων εἰδέναι, ονους δὲ λακτίζοντας ὡς πορρωτάτω ἀπο- τρέπεσθαι εὐφυῶς, ἡμιόνων τε κριτὴς αριστος ειναι, καὶ τούτων 44 οσοι μὲν πρὸς φόρτον ἁρμόδιοί τε καὶ ἐπιτήδειοι, οσοι δὲ τοὺς ἐπιβάτας εὐφόρως, ἀλλὰ μή τινι πτοίᾳ περιδεεῖς γινόμενοι, φέ- ρουσιν. οὐ μὴν ἀλλὰ καὶ τοὺς ιππους μόναις ὀφθαλμῶν διακρί- νειν βολαῖς, οσαι τε πρὸς δρόμον ευτονοί τε καὶ τάχισται πεφύ- κασιν καὶ οσοι πρὸς πόλεμον τὸ καρτερικὸν διασώζουσιν, προβά- των τε καὶ βοῶν τὴν εὐτοκίαν, καὶ τὴν τοῦ γάλακτος οσαι τὴν δαψίλειαν ἐκ φύσεως ελαχον, καὶ ὡς σιγώντων, τὸ δὴ μεῖζον, τῆς τε μητρὸς καὶ τῶν ἀρτιγενῶν γεννημάτων, εἰδέναι διακρίνειν ποῖον ὁποίας ἐστὶν ιδιον. καὶ τὰ μὲν τῆς πρώτης ἡλικίας, εἰπεῖν δὲ καὶ τῆς τελευταίας, ταῦτα δὴ τὰ μαθήματά τε καὶ σεμνολο- γήματα· (5) ὡς δ' ηδη ηκμαζε τὸν πένητα βίον διαθλῶν τε καὶ καρτερῶν, εσπευδε δὲ τοῦτον πάσῃ ἀποτρίψασθαι