16
μηχανῇ, καί ποτε τῷ ἑαυτοῦ παρέστη δὴ στρατηγῷ, ἑαυτόν τε ὑποφαίνων καὶ τῇ τῆς γλώττης τραυλότητι τὸν αρχοντα ἐκκαλούμενος, τῶν ̓Αθιγγάνων τις γνωστός τε καὶ οἰκεῖος τῷ στρατηγῷ ων αὐτόν τε τοῦτον Μιχαὴλ καί τινα ετερον περιβοήτους εσεσθαι μετ' οὐ πολὺ διηγόρευε καὶ βασιλείας αὐτῆς ἐπιτυχεῖν οὐκ εἰς μακράν. τούτοις τὴν ψυχὴν ὁ στρατηγὸς ἐκθερμανθείς, καὶ τὸ μέλλον ωσπερ κα- τατρυγῶν, οὐκ εγνω βραδύτητι τὸν καιρὸν ἀπώσασθαι, ου πάλιν τυχεῖν οὐκ εὐπετὲς οὐδὲ ῥᾴδιον. τράπεζα γοῦν παραχρῆμα, καὶ τοὺς αλλους πάντας καταλιπὼν τούτους δὴ τοὺς ανδρας εἰς ἑστία- σιν συγκαλεῖ. ὡς δὲ τοῦ πότου ἀκμάζοντος καὶ τὰς θυγατέρας 45 αγων ἐδίδου ὁ στρατηγὸς καὶ νυμφίους καθωμολόγει, τῷ ξένῳ μὲν καὶ παραδόξῳ τοῦ πράγματος ἐν ἐκστάσει τούτους τὸ πρῶτον ἐποίει καὶ δίχα φωνῆς, ἀποδεχομένους δὲ ομως μετὰ ταῦτα καὶ συγκατατιθεμένους καὶ θεὸν τάχα, οὐκ ανθρωπον, ὁμολογοῦν- τας αὐτόν. 6 Ειναι μὲν ουν τέχνῃ τῇ μαντικῇ πολλὰ τὰ ὑποκείμενα, ὀρνίθων τε πτήσεις ὀνείρων τε ἀγέλας καὶ παντοίων σωμάτων διεντόμων θέας, ινα μὴ πολλοῖς ὀλίγος φιλονεικῶ, οὐκ ἐπὶ πολὺ διοίσομαι. ειναι δὲ καθαρὰν καὶ δαιμόνων τινῶν ἐκτὸς ὑπηρε- σίας, πόρρω θεοῦ τὸν ανθρωπον σπουδαζόντων βαλεῖν, ουτ' αὐ- τὸς ειποιμι ουτ' αλλος οιμαι τῶν φρονούντων ευ, ἐπεὶ καὶ τοὺς οὐκ εἰλικρινῆ τινὰ βίον διώκοντας καὶ καθαρόν, τοὺς ἀσπούδα- στον δὲ καὶ ἀνελεύθερον, τὴν ἀκριβῆ γνῶσιν ταύτης λαβεῖν ἀκη- κόαμεν. τί μοι τοῦτο τὸ παρὸν ἐζήτηται; ινα μή τις ἐπιπνοίᾳ θείᾳ τοὺς περὶ ταῦτα ἀσχολουμένους νομίζῃ τι τοιοῦτον διασαφεῖν, καὶ αιτιον ποιῇ τὸν θεὸν τῆς ἀδίκου γνώμης αὐτῶν, ταὐτὸ δ' εἰ- πεῖν καὶ ἀρχῆς, μηδὲ τοὺς ἐπιδιδόντας τούτοις ἑαυτοὺς εχειν νοῦν οἰηθῇ, ατε καὶ πολλῶν καθ' ἡμέραν ἀποτυγχανόντων καὶ αἰτίων γινομένων τῆς ἀπωλείας αὐτῶν. ἀλλὰ τὸν ἀρχέκακον οφιν καται- τιῷτο, ος κατὰ τὴν οἰκουμένην ἐμπεριπατῶν καὶ οργανα καταλαμ- βάνων ἁρμόδια οὐκ ἐν τῷδε μόνῳ η τῷδε τῷ ἀνθρώπῳ τὰ περὶ τῆς βασιλείας σπέρματα καταβάλλει, ἀλλ' ἐν πολλοῖς, καὶ τού- τους ἀναπείθων τε καὶ κινῶν ἐπιβάλλειν μὲν πείθει καὶ δήμους 46 ἀνατρέπειν καὶ ἐμφυλίους μάχας ἐργάζεσθαι, κατὰ τὴν εἰκόνα τοῦ λίθους πολλάκις ἐπαφιέντος τισὶ τυφλοῦ· πολλοὺς γὰρ βάλ- λων τάχα καὶ μὴ ὁρῶν ὀψὲ καὶ μόλις τοῦ βαλλομένου καταστοχά- ζοιτο. ταῦτα μὲν ουν ἡμῖν παρὰ θεωρίαν, ινα μὴ τῷ θείῳ ἀνα- φέροι τις τὰς τοιαύτας τῶν πράξεων μηδὲ δὴ τὰς πονηροτέρας ἀρχάς, ἐκείνῃ δὲ τῇ γραφικῇ βοηθούμενος μαρτυρίᾳ, τῇ "ἑαυτοῖς ἐβασίλευσαν" λεγούσῃ, "ἀλλ' οὐ δι' ἐμοῦ." 7 Ταύτην ουν τὴν τοῦ ̓Αθιγγάνου μάντεως φωνὴν ὡς θείαν τινὰ πρόρρησιν ὁ Μιχαὴλ ἐνηχηθείς, καὶ αυθις ὀψέ ποτε τὴν κατὰ τὸ Φιλομήλιον, ως μοι πρότερον ειρηται, τὸν τοῦ Λέοντος φόνον θρασύτερόν πως μεταχειρισάμενος ἐξεπλήρωσεν, εκτοτε μελέτην τοῦτο διηνεκῆ σχών, καὶ αυθις τὴν εἰς τὸν θεῖον ναὸν θᾶττον η εδει θαρρούντως ἐξειργάσατο πρόοδον, κακὸς μὲν περὶ τὸν πρῶτον εὐεργέτην φανείς, ἐκεῖνον δὴ τὸν εἰρημένον Βαρ- δάνιον, κακίων δὲ περὶ τὸν δεύτερον Λέοντα, οσον καὶ τὸν υἱὸν αὐτοῦ ἐκ τοῦ θείου βαπτίσματος υἱοθετησάμενος ην. πλὴν ἀπό- μοιράν τινα ποιεῖται καὶ πρὸς ἀπόλαυσιν χορηγεῖσθαι πράττει τοῖς τοῦ Λέοντος παισὶν αμα τῇ τούτου μητρί τε καὶ γαμετῇ ἐκ τῶν ἐκκομισθέντων κτημάτων αὐτοῦ, καί τινας τῶν ἑαυτοῦ παίδων πρὸς ὑπηρεσίαν, εἰ καὶ μὴ πάντας, αὐτοῖς ἐδωρήσατο, τῇ μητρὶ μὲν καὶ γαμετῇ εἰς τὴν μονὴν τὴν ουτω λεγομένην τῶν ∆εσποτῶν ἐν ἀσφαλείᾳ ζῆν κελεύσας αὐθεντικῶς, τοὺς αρρενας δὲ τῶν παί- 47 δων ἐν τῇ Πρώτῃ νήσῳ, ὡς ειρηται, ενθα καὶ Κωνσταντῖνος ὁ μετονομασθεὶς Βασίλειος ἀφωνίᾳ πως συσχεθεὶς μετὰ τὸ τὰ γό- νιμα τῶν μορίων ἀφαιρεθῆναι ἐδέετο μὲν τοῦ θεοῦ τὴν ἑαυτοῦ λυ- θῆναι φωνὴν καὶ τὴν γλῶτταν αυθις τὸ ευηχον ἀπολαβεῖν, ἐδέετο δὲ καὶ τοῦ ἐν θεολογίᾳ διαλάμψαντος Γρηγορίου, ἐκεῖσέ που ἀνε- στηλωμένου τυγχάνοντος. ειξε γοῦν ὁ αγιος, καὶ τῆς αὐτοῦ δεή- σεως κατὰ τὴν τῶν φώτων πανήγυριν ἐπακήκοεν.