17
ὁρᾷ γὰρ τὸν θεῖον ἐκεῖνον χαρακτῆρα κατὰ τὸν ορθρον τούτῳ διαλεγόμενον καὶ "τὸν κηρὸν" ουτω δὴ λέγοντα "λαβὼν ἀνάγνωθι." ὁ δὲ πιστεύων τοῖς λεγομένοις εἰσελθὼν ἀνέγνω λαμπρᾷ καὶ καθαρᾷ τῇ φωνῇ τὸ "πάλιν ̓Ιησοῦς ὁ ἐμός." εκτοτε γοῦν τὴν πατροπαρά- δοτον αὐτοῦ οὐ διέλιπε βδελυσσόμενος ανοιαν καὶ περὶ τὰς θείας εἰκόνας ἀγνωμοσύνην, μετετίθετο δὲ καὶ τοὺς τῶν ἁγίων χαρακτῆ- ρας περιπτυσσόμενος οὐ διέλιπεν. ἀλλὰ ταῦτα μὲν ὀψὲ τοῦ και- ροῦ καὶ πολύ περ ἐς υστερον. 8Ηδη δὲ καὶ τὴν αὐτοκράτορα τοῦ Μιχαὴλ ἐπανελομέ- νου ἀρχὴν καὶ τὰ κατ' αὐτὴν ὡς ἐβούλετο διοικοῦντος, ἐπιστολὴν ὁ μακαρίτης Νικηφόρος ἐκπέμπει, τὴν τῆς πίστεως παρακαλῶν ἀνάκλησιν γενέσθαι καὶ πάλιν ἀπολαβεῖν τὸν ἀσπασμὸν τὰς θείας εἰκόνας. "ἀλλ' ουτε καινουργήσων" ἀπεκρίνετο ὁ Μιχαὴλ "τῶν περὶ πίστεώς τι δογμάτων ἐξελήλυθα, ουτε μὴν τῶν ηδη παραδο- θέντων καὶ ἀνομολογηθέντων καταδρομήν τινα ἐργάσασθαι καὶ καθαίρεσιν. εκαστος ουν τὸ δοκοῦν αὐτῷ ποιείτω καὶ ἐφετόν, 48 ἀμαθὴς πόνων καὶ αγευστος λύπης διατελῶν." πλὴν οὐ μέχρι τέλους ταύτην ἐτήρησε τὴν προαίρεσιν ὁ μηδ' ἐξ ἀρχῆς ἀληθὴς Χριστιανὸς γεγονώς· ἀλλ' οσῳ τῆς βασιλείας ἐγένετο ἐγκρατής, τοσούτῳ κακοδαίμονι φύσει καὶ ὠμοτάτῃ τὸν κατὰ Χριστιανῶν καὶ τῶν ὁμοφύλων ἀνερρίπισε πόλεμον, νῦν μὲν τοὺς μοναχοὺς διαπτύων παντοίοις τε περιβάλλων δεινοῖς καὶ ποιναῖς ἐξευρίσκων ποινάς, νῦν δὲ τοὺς αλλους πιστοὺς παραπέμπων ταῖς φρουραῖς καὶ ὑπερορίους ποιῶν. ἐντεῦθεν καὶ Μεθόδιον τὸν μετὰ βραχὺ τοῦ πατριαρχικοῦ θρόνου ἀντιλαβόμενον καὶ Εὐθύμιον τὸν τηνι- καῦτα Σάρδεων πρόεδρον, τῷ αὐτοῦ θελήματι μὴ ὑπείκοντας μηδὲ τὴν τῶν εἰκόνων ἐξαρνουμένους τιμήν, τῆς πόλεως ἐξωθεῖ, καὶ τὸν μὲν θεῖον Μεθόδιον φυλακῇ παραδίδωσι κατὰ τὴν νῆσον ̓Ανδρέου τοῦ ἀποστόλου, καθ' ην ὁ ̓Ακρίτας ἐγγειτονεῖ, τὸν δὲ μακαρίτην Εὐθύμιον διὰ Θεοφίλου τοῦ οἰκείου υἱοῦ θανάτῳ πα- ραδίδωσι, βουνεύροις τυπτόμενον ἀφειδῶς. οσῳ δὲ τὴν Χριστοῦ κληρονομίαν ἐπίεζε καὶ οιόν τις θὴρ αγριος κατενέμετο, τοσούτῳ τοὺς ̓Ιουδαίους ἀνέτους φόρων καὶ ἐλευθέρους ἐδείκνυεν, ἀγαπω- μένους καὶ στεργομένους αὐτῷ τῶν αλλων ἀνθρώπων διαφερόν- τως. καὶ ζωγράφοι μὲν τὰ καλὰ τῶν ζῴων εἰς μίμησιν εχουσιν, ουτος δὲ τὸν τοῦ Κοπρωνύμου βίον οιόν τι προχάραγμα καὶ πρω- τότυπον θεὶς ἀπομιμεῖσθαι εἰς ακρον ἐσπούδαζεν. διὸ καὶ πρὸς τὴν ἀκρόπολιν ἐλαύνει τῆς ἀσεβείας, αρτι μὲν σάββατα νηστεύειν νομοθετῶν, αρτι δὲ κατὰ τῶν θείων προφητῶν τὴν γλῶσσαν ἐξα- 49 κονῶν, ἀνάστασίν τε τὴν μέλλουσαν καὶ τὰ ἐκεῖθεν ἀπιστῶν ἀγαθά. διάβολόν τε ολως μὴ ειναι διισχυρίζετο, ατε μηδ' ὑπὸ τοῦ Μωσέως τούτου παραδεδομένου. πορνείαν δὲ κατασπαζόμε- νος, καὶ τὸν ἐπὶ πάντων δεῖν ὀμνύναι μόνον θεὸν νομοθετῶν, καὶ τὸν ̓Ιούδαν ἀκολάστῳ γλώσσῃ κατατάττων τοῖς σωζομένοις, καὶ τὴν ἑορτὴν τοῦ σωτηρίου πάσχα κακῶς καὶ παρὰ καιρὸν χλευάζων τιμᾶσθαι, καὶ τὴν ̔Ελληνικὴν παίδευσιν διαπτύων, καὶ τῆς ἡμε- τέρας καὶ θείας τοσοῦτον καταφρονῶν ὡς μηδὲ τοὺς νέους παιδο- τριβεῖσθαί που συγχωρεῖν, ινα μήτε τῇ αὐτοῦ ἀλογίᾳ εχοι τις ἀντιστῆναί ποτε καὶ διελέγξαι, μήτε πάλιν τῷ τάχει τῶν ὀφθαλ- μῶν καὶ τῇ τῆς γλώττης ῥύμῃ φερόμενος διὰ τῆς παιδεύσεως τὰ δευτερεῖα τοῦτον φέρειν καταναγκάσειεν· τοσοῦτον γὰρ ηργει πρὸς τὴν μῖξιν τῶν γραμμάτων ἐκεῖνος καὶ τὴν τῶν συλλαβῶν ἀνάγνω- σιν, ὡς ῥᾷον αν τις διῆλθε βιβλίον η αὐτὸς τῇ βραδύτητι τοῦ νοῦ τὰ τοῦ οἰκείου στοιχεῖα ὀνόματος. ἀλλὰ ταῦτα μὲν ὡς καὶ τοῖς κατ' ἐκεῖνο καιροῦ κεκωμῳδημένα θείοις ἀνδράσιν ἐατέον· πλή- ρεις γὰρ βίβλοι τὰ ἐκείνου ἐκστηλιτεύουσαι· ἡμεῖς δὲ πρὸς τὰ ἑξῆς προσβῶμεν τῆς ἱστορίας, τὰ ἀποτελέσματα τῶν ἀθέων αὐ- τοῦ πράξεων ἐνορῶντες. 9 Κατὰ γὰρ τὸν καιρὸν τοῦτον ἀρχὴν λαβὼν ἐμφύλιος πόλεμος ἐξ ̓Ανατολῆς παντοίων ἐνέπλησε τὴν οἰκουμένην κακῶν καὶ ἐκ πολλῶν ὀλίγους τοὺς ἀνθρώπους