18
εἰργάσατο, πατέρων δη- 50 λονότι τὰς δεξιὰς κατὰ τῶν υἱῶν ὁπλισάντων, καὶ ἀδελφῶν κατὰ τῶν ἐκ τῆς αὐτῆς φύντων γαστρός, καὶ φίλου τὸ τέλος κατὰ τοῦ φιλοῦντος τὰ μάλιστα. Θωμᾶς τούτων ην εξαρχος, περὶ ου διτ- τὸς λόγος φέρεται. ἀνάγκῃ δὲ ἀνθρώποις ουσιν ἡμῖν, καὶ ἀκοῇ ἀλλ' οὐκ οψει ἐκ τῆς τοσούτου χρόνου παρολκῆς τὰ τοιαῦτα κατ- ειληφόσι τῆς ἱστορίας, ινα δὴ πανταχοῦ τὴν ἀλήθειαν σωζομένην εχοιμεν, καὶ τοὺς τοιῶσδε ἀλλὰ μὴ τοιῶσδε μόνον παραδιδομένους λόγους ἀναγράφειν, οὐδὲν ἐκ τῆς τοιαύτης ἀμφιβολίας καὶ πλά- νης λυμαινομένης τῆς προκειμένης ἡμῖν ὑποθέσεως, μᾶλλον μὲν ουν καὶ ἀσφαλεστέρας τυγχανούσης τοῖς γε μὴ ουτως εχειν ἀλλ' ουτως διαπληκτιζομένοις ἀεί. αριστον μὲν γὰρ ην, εἰ γυμνῆς ὑπαρχούσης τῆς ἀληθείας καὶ ἡμεῖς ἐκτὸς παραπετάσματος τὴν πανείδησιν οἱ ανθρωποι ειχομεν· ἐπεὶ δὲ ὁ πολὺς ῥεύσας χρόνος οιόν τι κάλυμμα ἡμῖν προστεθὲν ἀσθενεστέραν τὴν γνῶσιν ἐργά- ζεται, δεῖ τῇ γε φήμῃ καὶ κληδόνι πειθομένους εἰς φῶς αγειν πο- σῶς τὰ πράγματα, ἀλλ' οὐχὶ τῷ ποταμῷ τῆς λήθης παραδοῦναι ὁλοσχερῶς. 10 ̔Ο μὲν ουν εις καὶ πρῶτος λόγος, ῳ καὶ ἐγὼ πείθο- μαι ἐξ ἐγγράφων τινῶν εχων τὸ βέβαιον, τοῦτον ὁρμᾶσθαί φησι τὸν Θωμᾶν ἐξ ἀσήμων τε γονέων καὶ πενιχρῶν, αλλως δὲ καὶ Σκλαβογενῶν, τῶν πολλάκις ἐγκισσευθέντων κατὰ τὴν ̓Ανατολήν. πενίᾳ γοῦν ἀποζῶν καὶ τὴν τύχην ἐμπορευόμενος τὴν ἑαυτοῦ μὲν 51 ἀπέδρα, πρὸς δὲ τὴν μεγαλόπολιν ταύτην εἰσέφρησεν. καὶ δή τινι τῶν συγκλητικῶν ἐξυπηρετεῖν τε καὶ λειτουργεῖν κολληθεὶς αἰ- σχῦναι δι' ἀκολασίαν καὶ καθυβρίσαι τὴν δεσποτικὴν εὐνὴν καὶ τὰ λέκτρα τούτου ἠπείγετο. ἐπεὶ ουν φωραθεὶς οὐχ οιός τε ην τὸν πολὺν ονειδον καὶ τὰς διὰ τοῦτο ὑπομεῖναι πληγάς, φυγὰς πρὸς τοὺς ἐξΑγαρ γίνεται, καὶ τούτοις πίστιν ἱκανὴν εκ τε τῶν καταλ- λήλων αὐτοῦ δοὺς πράξεων διὰ πολλῶν ηδη χρόνων (ετος γάρ που διηνύετο τούτῳ πεμπτὸν καὶ εἰκοστὸν) καὶ ἐκ τοῦ τὸν Χρι- στὸν καὶ θεὸν ἠρνῆσθαι ἡμῶν, πολεμικῆς τινὸς φάλαγγος γίνεται ἀρχηγὸς καὶ κατὰ Χριστιανῶν ὁπλίζεται, κραταιοτάτῃ χειρὶ τὴν τῶν ̔Ρωμαίων βασιλείαν ὑπὸ τὴν αὐτῶν χεῖρα ποιῆσαι καθυπο- σχόμενος. καὶ ινα μή τινα ἐμποδὼν παρὰ ̔Ρωμαίοις γινόμενος σχῇ, πάντας δὲ συνεφαπτομένους καὶ τούτου προκινδυνεύοντας, Κωνσταντῖνον ειναι αὑτὸν τῆς Εἰρήνης διετράνου καὶ ἐπεφήμιζεν, ον ἡ ανοια καὶ τὸ τοῦ ηθους ὠμὸν πάλαι μὲν μετὰ τῆς βασιλείας ἀφείλετο καὶ τοὺς ὀφθαλμούς, τηνικαῦτα δὲ καὶ τὸν βίον μετηλ- λαχὼς ην. ἐπεὶ δὲ καὶ τὸ τῶν πράξεων μέγεθος καὶ αἱ βόσκουσαι τοῦτον ἐλπίδες κοινωνόν τινα τῶν πραγμάτων ἀπῄτουν (οὐ γὰρ αν αλλως αὐτῷ τὰ κατὰ γῆν καὶ θάλατταν ὑπελάμβανε κραταιοῦ- σθαι), καὶ υἱόν τινα ἐπείσακτον εἰσποιεῖται, τῇ τοῦ σώματος μεταμορφώσει τὴν τῆς ψυχῆς δηλοῦντα ἀπόνοιαν, ῳ καὶ δυνά- μεις ἀρκούσας παρασχὼν καὶ Κωνστάντιον μετονομάσας αλλοθεν, ἑαυτὸν δὲ ἑτέρωθεν τὴν τῶν ̔Ρωμαίων κείρειν καὶ κατατρέχειν ἐπέ- 52 ταττε γῆν. Λέων τότε καιροῦ ὁ ἐξ ̓Αρμενίων τὰς τῆς βασιλείας ἐκεκρατήκει ἡνίας, ἐν ὑστέρῳ καιρῷ· ος δύναμίν τινα κατ' αὐτοῦ συστήσας οὐκ ἀξιόλογον αὐτὴν μὲν σφαλῆναι ἐποίησεν (αμα γὰρ τῇ πρὸς πρόσωπον ἀπαντήσει ἐτρέπετο πρὸς φυγήν), τοῦτον δὲ θρασύτερον καὶ πλέον η ην τὰ καθ' ἑαυτὸν φρονεῖν. καὶ ὁ μὲν πρῶτος καὶ πολὺς ουτως εχειν λόγος περὶ τῆς τοιαύτης κινήσεως καὶ στάσεώς φησι τὴν ἀρχήν. 11Ατερος δὲ τοῦτον ειναι τὸν Θωμᾶν, μηδὲν περὶ τῆς κλήσεως διενηνεγμένος, τὸν τῷ Βαρδανίῳ μὲν πάλαι συνόντα, παρὰ τοῦ ἡγησαμένου δὲ Λέοντος τιμηθέντα· ος τὴν τῶν φοιδε- ράτων τηνικαῦτα διοικῶν ἀρχήν, κατὰ τὸν ̓Ανατολικὸν ἐνδιατρί- βων, ἐπεὶ τὸν Μιχαὴλ αρτι διήκουεν ἀνῃρηκότα τὸν Λέοντα, ἐκ- δικῶν, ὁμοῦ δὲ καὶ θυμὸν ιδιον ἀποπιμπλῶν (ἐτύγχανε γάρ που πόρρωθεν ἐξ ἡλικιωτῶν διαφερόμενος πρὸς αὐτόν), καὶ αμα τὴν περὶ αὐτοῦ τοῦ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ πρόρρησιν φοβούμενος, χεῖρα ἐναντίαν κινεῖ, καὶ χεῖρα οὐ μικράν τινα καὶ ἀσθενῆ, βα- ρεῖαν