19
δὲ καὶ ἀνδρώδη καὶ νεανικήν, πᾶσαν ἡλικίαν τῶν δόρυ δυ- ναμένων κινεῖν εχων μεθ' ἑαυτοῦ. ἐτύγχανε γάρ πως καὶ αλλως ὁ Μιχαὴλ ὑπὸ πάντων μισούμενος, ατε δὴ κακῆς μὲν αἱρέσεως μετεσχηκὼς τῆς τῶν ̓Αθιγγάνων, ὡς ειρηται, καὶ οτι γλῶσσαν χωλεύουσαν εχων εἰς ἀνανδρίαν καὶ μαλακίαν διεβεβόητο, πολλῷ δὲ μᾶλλον, οτι τὴν ψυχὴν τῆς γλώττης οὐχ ηττον χωλεύουσαν 53 εφερεν, ἐβδελύσσετό τε καὶ εἰς φόρτον λελόγιστο τοῖς πολλοῖς. ὁ Θωμᾶς δέ, εἰ καὶ τὸ σκέλος πεπηρωμένος καὶ τῷ γένει βάρβαρος ην, ἀλλ' ουν τῇ γε πολιᾷ αἰδέσιμος, καὶ μᾶλλον φιλούμενος ἐτύγ- χανεν, οτι τὸ εὐπροσήγορον καὶ ἀστεῖον, οια δὴ φιλεῖ ὁ στρατιώ- της οχλος, αὐτῷ που συνουσίωτο ἐκ παιδός, καὶ τῶν κατὰ γεν- ναιότητα σώματος οὐ δή τινος ἐφαίνετο δεύτερος. ουτος ουν τοὺς τοὺς δημοσίους φόρους εἰσπράττοντας εἰς ἑαυτὸν εἰσποιησάμενος, καὶ ἐκ μεγαλόφρονος ἐπιδόσεως σπουδάζων ὑφ' ἑαυτὸν ποιεῖν τοὺς πολλούς, πολὺς γέγονεν ἐκ μικροῦ καὶ μέγας ἐξ ἐλαχίστης χειρός· τοὺς μὲν γὰρ ηγε πειθοῖ καί τινι φιλίᾳ, οσοις δὴ ὁ τῶν καινῶν πραγμάτων καὶ τὸ φιλοπλουτεῖν ερως ἐνῆν, τοὺς δὲ βίᾳ καὶ γνώμῃ ἀβουλήτῳ, οσοις δὴ τὰ τῶν ἐμφυλίων στάσεων κακὰ ἐν πείρᾳ ηδη γεγένηντο. ἐντεῦθεν ουν οἱ ἐμφύλιοι ἀναρρηγνύμενοι πόλε- μοι, καὶ οιόν τινες Νειλῷοι καταρράκται ἀνοιγόμενοι, οὐχ υδατι ἀλλ' αιματι τὴν γῆν κατεπότιζον. ἐντεῦθεν καὶ δοῦλοι κατὰ δε- σποτῶν καὶ στρατιώτης κατὰ ταξεώτου καὶ λοχαγὸς κατὰ στρατη- γέτου τὴν χεῖρα φονῶσαν καθώπλιζεν, καὶ πᾶσα τέως ἡ ̓Ασία βυ- θιζομένη κατέστενεν. αἱ μὲν γὰρ αὐτάνδρως τῶν πόλεων ἀνῄρηντο τῷ Θωμᾷ, τῷ φόβῳ πεισθεῖσαι· αἱ δὲ πολλάκις ἀντιπίπτουσαι, τὰ πιστὰ τῷ γε κρατοῦντι τηροῦσαι, μετὰ πολλῶν φόνων καὶ ἀν- δραποδισμῶν ὑπήγοντο δεύτεραι. πλὴν ἀλλὰ πᾶσα ̓Ασία ὀπίσω τούτου ἐγένετο, ἐκτὸς τοῦ τὸ ̓Οψίκιον Κατάκυλα στρατηγοῦντος 54 καὶ ̓Ολβιανοῦ τοῦ τῶν ̓Αρμενιακῶν· ουτοι γὰρ δὴ ἐν τοσούτοις μόνοι στρατηγέταις τὰ πιστὰ τηροῦντες πρὸς Μιχαὴλ ἀνεφάνησαν. οις καὶ τὴν χάριν ἀπονέμων, ὡς μὴ προδεδωκόσιν αὐτόν, τὸ εἰς τὸ βασιλικὸν τελούμενον ταμιεῖον δημόσιον καπνικὸν ουτω λεγόμε- νον μιλιαρίσιον εν συγκεχώρηται· τῶν γὰρ αλλων πάντων ἀνὰ δύο τελούντων ἀνέκαθεν μιλιαρισίων, ἀλλὰ καὶ αὐτῶν τούτων, τότε τὸ εν ἀφείθη διὰ τὴν ευνοιαν. 12Α καὶ μαθοῦσι τοῖς ̓Αγαρηνοῖς ἀγαπητὸν κατεφαίνετο καὶ ολως ἐντρύφημα· καιροῦ γὰρ λαβόμενοι πᾶσαν χώραν καὶ νῆσον κατέτρεχον ἀδεῶς, μή τινος ἐμποδὼν ἱσταμένου αὐτοῖς. διὸ καὶ ταῦτα τῷ Θωμᾷ διακηκοότι, ἐπεί τινα κίνησιν ἐκ τῶν ἑαυτοῦ ῳετο καὶ νεωτερισμόν, ει γέ τινα φροντίδα μὴ τῶν ἐπ' οι- κου ποιήσοιτο καὶ τῆς αλλης ̓Ανατολῆς, ἀλλὰ συγχωρήσοι τούς τε παῖδας καὶ γυναῖκας καταληϊσθῆναι καὶ αἰχμαλωτισθῆναι αὐτῶν, συμφέρον κέκρικε τέως μὲν ἐπικρατῆσαι τὴν αὐτῶν ὁρμὴν δι' ἐπι- φανείας αὐτοῦ καὶ τῷ πλήθει τῶν δυνάμεων ἐκπλῆξαί τε καὶ πρὸς εἰρήνην πανούργως ἐκκαλέσασθαι. ο καὶ συνέβη· ὡς γὰρ αὐτοῖς αρτι δὴ τοῖς Σαρακηνοῖς εἰς τὴν αὐτῶν εἰσβάλλων ἐξ ὑποστροφῆς ἀνύποιστος κατεφαίνετο, εἰς λόγους δὴ προελθὼν βαρβαρικοὺς σπονδάς τε ἐποιεῖτο εἰρηνικὰς καὶ πρὸς συμμαχίαν ἐξεκαλεῖτο αὐ- τούς, συντιθέμενός τε καὶ ὑπισχνούμενος α καὶ πρότερον ειρηται, τὰ ̔Ρωμαίων τε προδοῦναι ορια καὶ τὴν αὐτῶν αὐτοῖς ὑπὸ χεῖρας ποιῆσαι ἀρχήν. οθεν τοῦ μὲν βουλεύματος οὐ διήμαρτεν τοῦ οἰ- 55 κείου, ἀλλὰ καὶ στέφους μεταλαγχάνει καὶ αὐτοκράτωρ ἀναγο- ρεύεται παρὰ τοῦ τὸν ἐν ̓Αντιοχείᾳ θρόνον τηνικαῦτα μεταποιου- μένου ̓Ιακώβ, καὶ χεῖρα συλλέγει πολλήν, μᾶλλον δὲ λαμβάνει πρὸς τὴν αὐτοῦ κραταίωσιν· οὐ γὰρ ̓Αγαρηνῶν μόνον τούτων δὴ τῶν ἡμῖν γειτονούντων καὶ ὁμορούντων, ἀλλὰ καὶ αὐτῶν τῶν ἐν- δότερον οἰκούντων, Αἰγυπτίων ̓Ινδῶν Περσῶν ̓Ασσυρίων ̓Αρμενίων Χάλδων ̓Ιβήρων Ζηχῶν Καβείρων καὶ πάντων τῶν δὴ Μά- νεντος συστοιχούντων δόγμασι καὶ θεσπίσμασι. τούτοις ουν οιον κατοχυρωθεὶς καὶ πάντοθεν ἑαυτὸν