1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

20

περιφράξας αριστον ὑπετό- πασε τοῖς τρόποις καὶ τὴν κλῆσιν ἀλλάξασθαι καὶ υἱὸν εἰσποιήσα- σθαι, ως μοι δεδήλωται. 13 Εἰσβάλλει ουν πᾶσαν πορθῶν τὴν ̓Ανατολὴν καὶ πᾶ- σαν ἡλικίαν τὴν μὴ διὰ πειθοῦς ἐρχομένην αὐτῷ. α δὴ ὁ βασι- λεύων ἀκηκοώς, μεῖζον ειναι κρίνας τῶν εργων τὴν ἀκοήν, κατ' αὐτοῦ ἐκπέμπει στρατὸν οὐκ ἀξιόχρεον οὐδ' ἀξιόλογον, ῳ συρρα- γεῖς ὁ Θωμᾶς τοὺς μὲν ωσπερ τι ποτὸν διψῶν ἀνερρόφησεν, τοὺς δὲ λοιποὺς εἰς φυγὴν τρέψας τὰ καθ' ἑαυτὸν διετίθετο κραταιό- τερον. ναῦς τε ἐξαρτύων διήρεις καὶ ἑτέρας στρογγύλας σιταγω- γοὺς ἑπομένας αὐτῷ καὶ ἱππαγωγούς, ἐντεῦθεν καὶ τοῦ θεματικοῦ στόλου γίνεται ἐγκρατής, καὶ πρὸς τὴν Λέσβον απαν τὸ ναυτικὸν ἀθροίζεσθαι ἐγκελεύεται, αὐτὸς δὲ ηδη που ἀνανταγώνιστος ειναι δοκῶν πᾶσαν τὴν ̓Ασίαν λεηλατεῖ. ὀκτὼ γὰρ μυριάδων κατάρχων 56 καὶ ἑνὶ λόγῳ τούτους ἡνιοχῶν τὴν ἐπὶΑβυδον ῃει φέρουσαν δὴ περαιωθησόμενος. ἐπεὶ δὲ πάντα καταδραμὼν σποδὸν καὶ κόνιν, μή πού γε τὰ ταπεινὰ τῶν χωρίων ἀλλὰ δὴ καὶ τὰ κραταιότερα, ἐνειργάσατο, καταλέλειπτο δέ τι χωρίον εὐφυὲς καὶ τῆς αὐτῶν κα- κώσεως αμοιρον ην, τῷ εἰσποιητῷ τοῦτο καταδραμεῖν μετὰ τῆς προσούσης φάλαγγος ἐπιτρέπει υἱῷ. ὁ δέ τισι δαιμόνων γοητείαις κατεπαιρόμενος καὶ μαντείᾳ τὴν ψυχὴν ἐμφυσώμενος τῇ προτεραίᾳ τοῦτο δὴ εἰς ἐπήκοον τοῖς ἑαυτοῦ ἐκεκράγει, ῥητήν τινα ἡμέραν εσεσθαι καθομολογῶν καὶ φάσκων ῃ μέλλοι εἰς τὴν βασιλεύουσαν προελθεῖν. τότε γοῦν θρασέως ἱππαζόμενος εἰς βαρεῖαν βλάβην ὁ δείλαιος ἐξεχόρευσεν. διεσπαρμένως γὰρ φερόμενος καὶ γυμνὸν ειναι τῶν ἀντιπάλων τὸ χωρίον οἰόμενος λόχῳ δή τινι περιπίπτει τοῦ ̓Ολβιανοῦ, καὶ τὴν κεφαλὴν αὐθωρὸν ἀποτμηθεὶς τῷ βασιλεῖ ἀποστέλλεται Μιχαήλ. ὁ δὲ οὐδὲν ὑφιεμένῳ κατὰ τὴν πορείαν, οὐδὲ μὴν τοῖς δεινοῖς τῶν εργων καὶ χαλεποῖς, τῷ ἑαυτοῦ ἀπο- στέλλει πατρί. αρτι ταύτην ἐδέδεκτο ὁ Θωμᾶς, καὶ πρὸς Θρᾴ- κην οὐδὲν ὑποστελλόμενος ἐκ τοῦ κατὰ θάλατταν οντος χωρίου ( ̔Ορκώσιον τοῦτο καλεῖται), καιρὸν ἐπιτηρήσας οτε δὴ κατὰ σύνοδον ἡ σελήνη ἀφώτιστος ην, πολλαχοῦ διαπεραιοῦται κατὰ τὴν Θρᾴκην. εμελεν ουν καὶ πρὸ τῆς αὐτοῦ διαβάσεως ταῦτα τῷ Μιχαήλ, οθεν πᾶσαν περιελθὼν τὴν Θρᾳκῶν ἰσχυροτέρους αμα παρῄνει γενέσθαι πρὸς τὸν ἀποστάτην καὶ τὰ ἑαυτοῦ φρονεῖν 57 μέχρις αἱμάτων παρεκάλει, μήτε τὴν βασιλέως πίστιν μήτε μὴν τὴν σφῶν ἐξαρνουμένους ἀνδρίαν καὶ ἀρετήν. ἀλλ' εοικεν ἡ οψις αμαχόν τι ειναι πρᾶγμα τοῖς πολλοῖς· καὶ διὰ τοῦτο ἐκείνου μὲν πρὸς τὴν βασιλεύουσαν ὑποκεχωρηκότος, τοῦ Θωμᾶ δὲ κατὰ πρόσωπον παρισταμένου μεταθέσθαι συνέβη πάντας εὐκόλως, ὡς μηδὲ λόγου δεηθῆναι, καὶ αμα συστρατεύεσθαι ἡγουμένῳ κατὰ τὴν βασιλεύουσαν. 14 Οὐκ ελαθεν ουν ταῦτα θᾶττον η εδει τὸν βασιλέα· οθεν καὶ στρατόν τινα ἐκ τῶν ηδη που καταλελειμμένων ἐκ τῆς ̓Ασίας ἐπισυνάγει καὶ δυνάμεις τινὰς διὰ τοῦ Κατάκυλα καὶ ̓Ολ-βιανοῦ συναθροίζει, τὸν περὶ τῆς βασιλείας ηδη κίνδυνον δεδιώς. ἀλλ' οὐδὲ τοῦ κατὰ θάλασσαν ἠμέλει στρατοῦ, τάχει δὲ πολλῷ πρὸς τὴν ἐκείνου κατὰ γῆν τε καὶ θάλατταν ἀντιπαρεσκευάζετο δύναμιν. εἰς τοσοῦτο δὲ ηκε δυσεργίας καὶ περιστάσεως ὡς καὶ σιδηρᾶν αλυσιν ἐξ ἀκροπόλεως εἰς τὸ καταντικρὺ πολίχνιον ἐπ- εκτεῖναι, τὴν εσωθεν αβατον τηρῶν ὁδόν. ην δέ τις ἐν Σκύρῳ νήσῳ τῶν Κυκλάδων μιᾷ πολλάκις ἐστρατηγηκὼς ἀνὴρ ὑπερόριος, αρτι δὲ τῷ Μιχαὴλ εἰς πικρίαν ψυχῆς ἀφικόμενος· ονομα τούτῳ Γρηγόριος ὁ ουτω λεγόμενος Πτερωτός, ος ἀδελφιδοῦς μὲν ὑπάρ- χων τοῦ Λέοντος, αρτι δὲ τούτου ἀναιρεθέντος ὑπερόριος γίνεται, οτι μὴ σιγῇ, ζεούσῃ δὲ τῇ καρδίᾳ καὶ φιλίᾳ τοῦ Λέοντος, προσ- κυνήσων τὸν Μιχαὴλ εἰσερχόμενος πολλοῖς ὀνειδισμοῖς αὐτὸν πε- ριέβαλεν, τὸν φόνον φέρων τῶν λεγομένων κατήγορον. ῳ Μι- 58 χαὴλ τότε μὲν εἰπὼν "οιδά σου τῆς ἀθυμίας τὸ πέλαγος καὶ τῆς λύπης τὸ μέγεθος" φέρειν ἐπέτρεπε τὰ γενόμενα· τρίτης δὲ παρ- ωχηκυίας ἡμέρας κατὰ τὸν εἰρημένον τόπον τῶν Κυκλάδων πε- ποίηκεν ὑπερόριον.