1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

21

τοῦτον ἑταιρισάμενος ὁ Θωμᾶς στρατεύμα- τός τινος τοῦ κατὰ γῆν ὡσεὶ χιλιάδας δέκα ἀνέδειξεν στρατηγόν. καὶ τὸν κατὰ θάλασσαν δὲ στόλον αὐτῷ γενόμενον εὐτρεπισάμενος [καὶ ετερον αὐτῷ ἐπιστήσας στρατηγὸν] οιόν τινας προδρόμους ἐξέπεμψεν, ὠφέλιμον ειναι κρίνας τοῦ κατὰ γῆν τε καὶ θάλασσαν αμα ποιεῖσθαι τὰς προσβολάς. γενομένου δὲ τούτου καὶ κατὰ ταὐτὸν ἀναφανέντων τῶν ναυτικῶν καὶ πεζικῶν δυνάμεων ἐν τῷ πρὸς Βλαχέρναις κόλπῳ (οὐδὲ γὰρ οὐδεμίαν κώλυσιν η βοήθειαν ἡ ἐξαρτισθεῖσα σιδηρᾶ σειρὰ ἐπεδέδεικτο) εἰς οὐδὲν η μικρὸν ἡ τούτων παρουσία λελόγιστο· οθεν οὐδ' ἀξιόλογόν τι παρ' αὐτοῖς ἐπέπρακτο. πλὴν ὁ Θωμᾶς κριοὺς καὶ χελώνας καί τινας ἑλεπό- λεις, δι' ων τὰ τείχη ῳετο κατασείειν, διά τινων κατασκευάσας μηχανουργῶν, πρὸς δὲ καί τινα ̓Αναστάσιον αρτι δὴ τὸν τῶν μο- ναχῶν ἀλλαξάμενον βίον καὶ εἰς τὸν ἀγυρτικὸν τοῦτον δὴ καὶ πο- λιτικὸν ὑποστρέψαντα, μέλανα τὴν χροιάν, μέλανα τὴν ψυχήν, υἱοθετήσας καὶ συγκοινωνὸν τῆς ἀνταρσίας ἀναγορεύσας, πολλῷ στρατῷ καὶ δυνάμει ῥέων κατὰ τῆς βασιλευούσης προσήλαυνεν, αμα δὲ τῷ εἰς οψιν ἐποφθῆναι τῶν πολιτῶν τὰς πύλας αὐτῷ ἀνα- πετάσαι οἰόμενος, μίσει δὴ τῷ πρὸς Μιχαήλ. ἐπεὶ δὲ ταύτης τῆς ἐλπίδος διέπεσεν, μᾶλλον μὲν ουν καὶ υβρεσι τούτων καὶ λοι- 59 δορίαις ἐπλύνετο, τότε μὲν δὴ τὴν στρατηγικὴν σκηνὴν καὶ τὸν χάρακα κατὰ τὸν τοῦ Παυλίνου οικον, ενθα δὴ καὶ τὸ τῶν σεβα- σμίων ̓Αναργύρων τέμενος οιόν τι ἀνάκτορον ᾠκοδόμηται, ἐγκατ- έπηξε, καὶ πάντα τὸν αχρι Εὐξείνου τόπον καὶ ̔Ιεροῦ καὶ τῶν περαιτέρω δὴ τούτων πολιχνίων ἐπῆλθε διά τινος στρατεύματος πείσων, καὶ μή τινα εχειν ὑπὸ νώτου ἐχθρόν. (14) ἐπεὶ δὲ ταῦτα κατὰ νοῦν εχειν ἐδόκει αὐτῷ, τινὰς ἡμέρας πρὸς παρα- σκευὴν δοὺς ἑαυτῷ, ὡς εκ τινος ἀπόπτου κατεῖδε τὸν μὲν Μιχαὴλ τὸ πολεμικὸν σημεῖον ἐπὶ τέγους τοῦ τῆς θεοτόκου ναοῦ καταπε- πηγότα κἀκεῖθεν τὴν κατὰ τῶν ἐναντίων ἰσχὺν αἰτούμενόν τε καὶ προσλαμβάνοντα, τὸν δ' υἱὸν αὐτοῦ τὸν Θεόφιλον πάντα τὸν τῆς πόλεως περίβολον μετὰ τοῦ ἱεροῦ τάγματος ἐπιφοιτῶντα, τό τε ζῳοποιὸν τοῦ σταυροῦ ξύλον ἐπιφερόμενον καὶ τὴν ἐσθῆτα τῆς πανάγνου μητρὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν, εἰς πολλὴν μὲν τῶν πραγμάτων δυσελπιστίαν καὶ παντοῖος ἐγένετο τὴν γνώμην κατὰ τὸν χαμαιλέοντα, ειγε μὴ πρὸς ὁρατοὺς μόνον ἀλλὰ καὶ ἀοράτους τινὰς δυνάμεις ἀναγκάζοιτο διαμάχεσθαι. οὐκ εχων δ' οτι καὶ πράξειεν, αλλως τε δὲ καὶ οχλῳ δὴ τοσούτῳ τεθαρρηκώς, τὸν διὰ μάχης εκρινεν ἀγῶνα τῶν τοιούτων δὴ λογισμῶν γενέσθαι κριτήν. οθεν τῇ ἑξῆς αμα τῷ φωτὶ σημάνας τὸ ἐνυάλιον τοὺς ανδρας ἐξῆγε, καὶ τῷ μὲν υἱῷ κατὰ τὸν ἐν τῇ χερσῷ τοῦ τείχους περίβο- λον φέρειν τὸν πόλεμον καὶ τὴν ἀνάγκην ἐπέτρεπεν, αὐτὸς δὲ τὸ πολὺ τῶν δυνάμεων καὶ τῶν πολεμικῶν ὀργάνων, δι' ων εμελλε τὸ 60 τεῖχος καταπειράζειν τῆς πόλεως, εχων κατὰ τοὺς τῶν Βλαχερνῶν πύργους ἐποιεῖτο τὴν προσβολήν, κλίμακάς τε τῷ υψει προσφέρων ἀναλογούσας καὶ χελώνας αλλοθεν καὶ ἑτέρωθεν τοὺς κριούς, τοξεύμασί τε καὶ πετροβόλοις πανταχόθεν χρώμενος, οις εμελλε πάντοθεν παντοῖος φαινόμενος καταπλῆξαι μὲν τοὺς πολίτας, κρα- τήσειν δὲ καὶ τῆς πόλεως. οὐ μὴν οὐδὲ τῶν κατὰ θάλατταν ἠμέ- λει τειχῶν, ἀλλὰ τῷ ναυτικῷ πάντοθεν περικυκλώσας αὐτὴν πυρί τε καὶ τοξεύμασι, πρὸς δὲ καί τισι τετρασκελέσιν ἑλεπόλεσιν χρῆ- σθαι ἐκέλευεν ἀφειδῶς, ταὐτὸν δὲ καὶ ἀτέχνως εἰπεῖν· οθεν οὐδὲν τῶν εἰς ονησιν φερόντων αὐτῷ ἡ τοσαύτη δύναμις συμπαρομαρ- τούντων ἀνδρῶν κατεπράξατο. τὸ μὲν γὰρ ναυτικὸν εὐθύς τις ἐναντίος ἐπιγενόμενος ανεμος συνδιέλκυσέ τε καὶ αλλο αλλῃ δια- σπαρῆναι ἐποίησεν ατε δὴ καὶ χειμῶνος οντος ἐξαισίου· κατὰ δὲ τὴν ηπειρον γενναίως μὲν τῶν ἀπὸ τῆς πόλεως ἀπομαχομένων, καὶ τέως μὲν τὰς κλίμακας ἀχρήστους αὐτῷ ποιούντων διὰ τῶν ἐκ τῶν πύργων ῥηγνυμένων ἰσχυροτέρων βελῶν, τῶν δ' αλλων ὀρ- γάνων πῇ μὲν οὐκ ἐφικνουμένων, καὶ τούτου μεγάλην ῥοπὴν τοῖς πράγμασι