22
τεθεικότος καὶ τὴν αὐτοῦ πρὸς τοὺς πολέμους ἀπειρίαν καταμαρτυρήσαντος, πῇ δὲ καὶ τῶν ἐφικνουμένων καὶ καταλαμ- βανόντων ἀσθενεστάτων οντων καὶ οὐ κατὰ μάχην γενναίαν τε καὶ διασείειν τείχη εἰδότων, ἀλλ' οὐδὲ τοῦ κατὰ πύργους ἱσταμένου ἀνδρὸς ὑποχώρησίν τινα παρασκευαζόντων. ὡς ουν ἐφαίνετο ταῦτα οὐ κατὰ τὴν προτέραν διαθρυλήσασαν πάντα φήμην καὶ 61 διακωδωνίσασαν, ηττω δὲ καὶ ὡς εκ τινος ἀσθενεστάτης φρενὸς διακυβερνώμενα καὶ ἐκπερατούμενα, ἀνεθάρρησέ τε ἡ πολιορκου- μένη πόλις εὐθέως, καὶ τοσοῦτον ἑκηβολωτέροις ἐχρῆτο τοῖς βέ- λεσιν ὡς πόρρω που τούτους αὐλισθῆναι ἐπαναγκάσαι, τὰς τοσαύ- τας μηχανὰς ἐγκαταλιπόντας, καὶ περὶ τῆς ἰδίας βουλεύεσθαι σω- τηρίας. οθεν ἐπεὶ τὰ κατὰ τὴν πολιορκίαν οὐχ ὡς ῳετο, στερ- ρότερα δὲ η κατὰ τὴν ἑαυτοῦ γνώμην ἀπήντησεν, αλλως δὲ καὶ ἡ ωρα δριμύτερον ἐδείκνυ τὸν καιρὸν ατε δὴ καὶ χειμῶνος ἐπιγενο- μένου καὶ τῆς Θρᾴκης τῶν αλλων ουσης δυσχειμέρου, ἐπὶ παρα- χειμασίαν ἐτράπη καὶ τὸν τοῦ στρατοῦ ἀνακομιδήν. 15Ηδη δὲ τοῦ εαρος ημερον ἐπιλάμποντος καὶ τὸν στρα- τιώτην οχλον τὰς καταδύσεις καὶ χηραμοὺς καταλιπεῖν ἐκβιάζον- τος, ἀμφοτέρωθεν αυθις κατὰ γῆν τε καὶ κατὰ θάλατταν εκρινε προσβάλλειν τῇ Κωνσταντίνου. ἀλλ' ηδη τὸν Μιχαὴλ οὐχ ὡς τὸ πρότερον, αρτι δὲ στρατιωτικήν τινα δύναμιν ευρισκε συλλεξάμε- νον, καὶ κατὰ θάλατταν αλλην δὴ ναυτικήν. κατ' ἐκεῖνο γοῦν πάλιν ῃει τὸ μέρος ὁπλισάμενος ῃ καὶ πρότερον, τὸν κόλπον τῶν Βλαχερνῶν. ὡς ουν ἡμέρα ὑπέλαμπεν καὶ τὸ σύνθημα ἐδίδοτο τὸ πολεμικὸν καὶ τεῖχος εμελλε κατασείειν τῶν Βλαχερνῶν, εἰς λό- γους δή τισιν ἐκ τοῦ τῶν τειχῶν μετεώρου ηλθεν ὁ Μιχαήλ, ἀμνη- στίαν αὐτοῖς δεινῶν εὐαγγελιζόμενος καὶ ὑπισχνούμενος δώσειν ἀγαθὰ πολλά, εἰ μόνον δὴ μετατάξοιντο καὶ μὴ βουληθεῖεν αιμα- σιν ὁμοφύλων καὶ ἀδελφῶν καταχραίνεσθαι. ἀλλ' εἰς πίθον 62 τετρημένον, τὸ τοῦ λόγου, τούτους ἐναπεράνας τοὺς λόγους, ἐκεί- νους μὲν θαρσαλεωτέρους, οτι δὴ καὶ παρακαλοῖντο, ταὐτὸν δὲ εἰπεῖν καὶ τῆς ἐκ τοῦ φόβου συστάσεως λελυμένους εἰργάσατο, ἑαυτὸν δὲ σταθερόν τε καὶ στερρότερον. οθεν αφνω ἐκ πολλῶν πυλίδων κατ' αὐτῶν συρρυείς, ῃ μὴ προσεδόκων ἐκεῖνοι, συρρή- γνυταί τισι τούτοις εἰς μάχην, καὶ φθόρον ἱκανὸν ἐργασάμενος τὴν νικῶσαν λαμβάνει λαμπρῶς. κατὰ θάλατταν δὲ καὶ μᾶλλον η κατ' ηπειρον τὴν νικῶσαν ἐλάμβανεν. ὡς γὰρ αἱ βασιλικαὶ τριήρεις ἀνήγοντο καὶ εἰς χεῖρας συνέρχεσθαι εμελλον, αρτι δὴ πόλεμον συγκροτοῦντος καὶ λίθους ἐπαφιέντος τοῦ ἀποστατικοῦ πλωΐμου, οὐκ οιδ' ο τι παθόντος καὶ τίσι δείμασι καὶ θορύβοις περικτυπηθέντος καὶ πρύμναν κρούσαντος κατήγετο πρὸς τὴν χέρ- σον· καὶ οἱ μὲν τῶν ἀνδρῶν πρὸς βασιλέα αὐτομολοῦντες ἐθάρ- ρουν μετατιθέμενοι, οἱ δὲ πρὸς τὸ οἰκεῖον στρατόπεδον τὸ κατὰ γῆν ἀπεδίδρασκον, τὸ κατὰ θάλασσαν ειναι καὶ διαμάχεσθαι ἀπαρ- νησάμενοι παντελῶς. ουτω μὲν ουν ἀπονητὶ διελύθη τὸ ναυτικόν, καὶ τέως ἐχώρησεν εἰς οὐδέν, αξιον ουτε τοῦ πλήθους τῶν νεῶν ουτε τῶν εἰς αὐτὰς ἀναβεβηκότων ἀνδρῶν διαπραξάμενον. 16Οθεν καὶ Γρηγόριος ὁ δηλωθεὶς συνεωρακὼς αὐτόν τε τοῦτον τὸν ἀποστάτην εὐκαταφρόνητον οντα τε καὶ πλέον προϊόντος τοῦ χρόνου γενησόμενον, ατε δὴ πότοις σχολάζοντα καὶ φρονήσεως ἀμοιροῦντα κατὰ πολύ, δι' ης πεφύκασι μᾶλλον η 63 ποθεν αλλοθεν αἱ νῖκαι προσγίνεσθαι, μοῖράν τινα τοῦ ὑφ' ἑαυ- τὸν τάγματος συλλαβόμενος, καὶ πρότερον δὲ κοινολογησάμενος τῷ βασιλεῖ διὰ μοναχοῦ τινὸς τοῦ ἀπὸ τῶν Στουδίου τοῦ βασιλέως ἀποσταλέντος, ῥῆξιν ἐννοεῖ καὶ τοῦ ἀποστάτου γίνεται κατὰ νώτου, ὁμοῦ μὲν τοῦτον ἐκδειματῶν καὶ θορύβου πληρῶν, ὁμοῦ δὲ καὶ τῶν εἰς βασιλέα ἑαυτῷ ἡμαρτημένων, ἀλλὰ μὴν καὶ τῇ αὐτοῦ γα- μετῇ καὶ τοῖς τέκνοις (καὶ γὰρ ἐτηροῦντο ἐν φυλακῇ ἐκείνου τῷ Θωμᾷ προσθεμένου) διαλλαγὴν καὶ συγγνώμην πραγματευόμενος. ἀλλ' ουτε ὁ βασιλεὺς ταῦτα εφθασε διακοῦσαι· εἰς