1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

23

τοσοῦτον γὰρ ἀπεκέκλειστο καὶ τῶν εξωθεν, οὐδ' εἰ τῶν ἐγγὺς μόνον τις, ἀλλ' οὐδ' εἰ τῶν πορρωτέρω τὰ αὐτοῦ ᾑρημένος ἐτύγχανε. καὶ ὁ Θω- μᾶς τὸ μὴ πολὺν ἐξαίφνης τοῦτον γενέσθαι κατορρωδῶν, καὶ φόβον ἐν τοῖς ἑαυτοῦ ποιῆσαι βουλόμενος, τὴν μὲν στρατοπεδείαν τῆς πόλεως οὐκ ἐξεκίνησε, ταὐτὸ τοῦτο προμηθούμενος, καὶ προ- νοῶν τὸ μὴ διωχθῆναι ἐξόπισθεν· ὀλίγους δέ τινας, καὶ οσους ῃδει ἀξιοχρέους τῆς πρὸς τὸν Γρηγόριον μάχης οντας, παραλα- βὼν ἐξῄει πρὸς αὐτόν, καὶ περιγίνεται τούτου, καὶ φεύγοντα καταλαβὼν ἀναιρεῖ. καὶ αυθις διὰ ταχέων πρὸς τὰς δυνάμεις τὰς προσεδρευούσας τῇ πόλει γίνεται, καὶ γράμμασιν ἐπιστέλλων τὰ ἑαυτοῦ περιαγγέλλει ἁπανταχοῦ, ὡς ειη τε νενικηκώς, οπερ οὐκ ην, καὶ τὸ προσχωριάζον κατὰ τὴν ̔Ελλάδα ναυτικὸν ταχέως κελεύων ἀναχθῆναι, ὡς αυθις τοῖς κατὰ θάλασσαν προσβάλλοι 64 μετὰ στερροτέρας δυνάμεως μέρεσιν. ἀλλ' ἐκεῖναι μὲν εἰς ἀριθμὸν τελοῦσαι πεντήκοντα πρὸς ταῖς τριακοσίαις πολεμιστηρίοις αμα διήρεσι καὶ σιταγωγοῖς τῷ τῶν Βυρίδων κατὰ Θρᾴκην λιμένι ἐγ- καθορμίζονται, ἐξ οὐρίας πλέουσαι. καὶ ὁ βασιλικὸς δὲ πυρφό- ρος στόλος τούτοις μηδὲν ἐγνωκόσιν ἐκεῖσε ἐπιτεθεὶς πολλὰς μὲν αὐτάνδρους αἱρεῖ τῶν νηῶν, τινὰς δὲ καὶ πυρπολεῖ δυνατωτάτῃ χειρί, ὀλίγων παντελῶς εξω γενομένων τοῦ πάθους καὶ πρὸς τὸν τῶν Βλαχερνῶν κόλπον καταίρειν λόγον ποιουμένων πολύν, ὡς αν ειεν ὁμοῦ τῇ κατὰ γῆν στρατιᾷ· ο καὶ γέγονεν. τὰ μὲν ουν κατὰ θάλατταν τοῦτον ἐκυβερνᾶτο καὶ ηὐθύνετο τὸν τρόπον. κατὰ γῆν δὲ ἀεί πως ἀκροβολισμοί τινες ἐκ μέρους καὶ φόνοι ἐγέ- νοντο, νῦν μὲν τοῦ Μιχαὴλ νῦν δὲ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου αὐ- τοῖς ἐπεξιόντος μετὰ ̓Ολβιανοῦ καὶ Κατάκυλα, καὶ πληγὰς εσθ' οτε καιρίας διδόντος τε καὶ λαμβάνοντος· οὐ μὴν ἀγῶνές τινες λαμπροὶ καὶ νεανικοὶ ἐκ παρατάξεως καὶ τῆς ἰσορρόπου δυνάμεως εσχον τὸ κῦρος, ατε δὴ πολλῷ τοῦ Μιχαὴλ ἐλαττουμένου καὶ μὴ πρὸς τὴν ἐκείνου ευζωνόν τε καὶ ἱππικὴν στρατιὰν ἀντιτάσσεσθαι δυναμένου. 17 ̓Εν τούτοις ουν οντων αὐτῶν, Μορτάγων ὁ τῶν Βουλ- γάρων βασιλεὺς (καὶ γὰρ εφθασεν ἡ φήμη κατὰ τὴν οἰκουμένην τὸν βασιλέα τῶν ̔Ρωμαίων πολιορκούμενον διαγγέλλουσα) λάθρα τινὰς ἐς βασιλέα πέμψας ἐξαποστεῖλαι αὐτομάτῳ γνώμῃ συμμα- χίαν καθυπισχνεῖτο καὶ βοήθειαν αὐτῷ τὴν ἀρκοῦσαν διδόναι καθ- 65 ωμολόγει. ἀλλ' ο γε Μιχαήλ, ειτε τῇ ἀληθείᾳ τὸ τῶν ὁμοφύλων πλῆθος καταιδούμενός τε καὶ ἐλεῶν, ειτε καὶ χρημάτων φειδόμε- νος (ἐτύγχανε γὰρ ἐπὶ πολὺ τὰς χεῖρας τῶν αλλων βασιλέων ὑφ' ἑαυτὸν εχων ἐκ φειδωλίας), τὴν μὲν γνώμην ἠξίου ἀποδοχῆς τού- του, παρῃτεῖτο δὲ τὴν αὐτοῦ βοήθειαν, καὶ οὐκ ει τι γένοιτο παρὰ τοῦ ἀποστάτου, βούλεσθαι τὴν ἐπικουρίαν αὐτῷ κατεμήνυεν. ἀλλ' ο γε Μορτάγων καὶ αλλως πολέμοις χαίρων καὶ τὰς ἐκ τού- των λείας καρποῦσθαι φιλῶν, καὶ τὰς πρὸς αὐτὸν δὲ τριακοντού- τεις σπονδὰς γεγενημένας παρὰ τοῦ προκατασχόντος Λέοντος ἐπι- βεβαιῶσαι καὶ ἰσχυροτέρας ποιῆσαι ζητῶν, τὴν κατὰ τοῦ τυράν- νου στρατιὰν εὐτρέπιζεν, καὶ δὴ τῶν ̔Ρωμαίων ορων εντοσθε μετὰ παρρησίας γενόμενος κατὰ τὸν Κηδούκτου χῶρον ουτω καλούμε- νον ἐστρατοπέδευσεν. ἠκούοντο δέ, καὶ λαθεῖν ταῦτα τὸν ἀπο- στάτην οὐκ ην· περιεδονήθη μὲν ὡς εἰκός, καὶ τὰς φρένας κατε- κτυπήθη, ἐν αὑτῷ δὲ πάλιν γενόμενος τὴν κατ' αὐτοῦ στρατιὰν ἐξώπλιζεν. καὶ ἐπεὶ εἰς δύο καταμεριζόμενος ἐδόκει παντελῶς ἀσθενής τε ειναι καὶ ευπτωτος (η τε γὰρ τῶν πόλεων βασιλεύουσα οὐκ εὐαριθμήτου ἀλλὰ πλείστου ἀξιολόγου στρατοῦ ἐδέετο πολιορ- κουμένη, ηδη καὶ τοῦ Μιχαὴλ δυνάμεις οὐκ ἀγεννεῖς συλλέγοντος καὶ κατὰ πόδας ιστασθαι δυναμένου, καὶ πολλάκις ολεθρον ἐπα- γαγεῖν αὐτοῖς δυνηθέντος· καὶ ἡ τῶν Βουλγάρων δὲ δύναμις οὐ μικρᾶς τινὸς τάξεως καὶ στρατιᾶς, πολλῆς δὲ καὶ οὐ τῆς τυχούσης ἐδέετο παρατάξεως),-μὴ ουν εἰς δύο τινὰ διαιρούμενος κατά τινα λάβρον χειμάρρουν ἀσθενέστερος παρ' ο ην δόξῃ τε τοῖς 66 ἐχθροῖς καὶ εὐχείρωτος