1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

24

γένηται, ἀπαίρει μὲν ολως τῆς πόλεως, πρὸς τὸν Βούλγαρον δὲ ἀξιόμαχον κρίνας αὑτὸν κατὰ τὸν εἰρημέ- νον τόπον παρατάσσεται καὶ ἀνταγωνίζεται. (18) καὶ ἐπεὶ ἐς χεῖρας ῃεσαν κατ' ἀλλήλων, ἡττᾶται δὴ ἰσχυρῶς ὁ τύραννος, καὶ φόνον οὐ ποιεῖ μὲν πάσχει δὲ παρὰ τῶν ἐχθρῶν. καὶ ἐπεὶ μὴ αλλως ην τῆς σωτηρίας λαβέσθαι, φυγαδείᾳ ταύτην εὑρίσκουσιν, καὶ εν τινι χώρῳ δυσβάτῳ σκεδαννύμενοι ἐσκόπουν πῶς συνάγων- ται. ἀλλ' ὁ μὲν τῶν Βουλγάρων ἀρχηγὸς εὐθὺς τά τε σώματα προσλαβόμενος ων ἐγένετο κύριος, καὶ λείας δὲ πολλῆς γενόμενος ἐγκρατής, πρὸς τὴν ἑαυτοῦ ὑπέστρεψε, τῇ κατ' αὐτοῦ νίκῃ ἐπαι- ρόμενός τε καὶ γαυριῶν. τὸ δὲ καταλειφθὲν ναυτικὸν ὡς τοῦτο ἀκήκοεν, τοῦτο δὴ τῇ πόλει προσεδρεῦον, προσχωρεῖ τῷ βασιλεῖ καὶ μετ' αὐτοῦ γίνεται. ὁ δ' αυ ἀποστάτης εἰς τοσοῦτο ηκε θάρ- ρους, παρὰ τῶν αὐτῷ συμμαχούντων, ὡς εοικε, δαιμόνων ἐγκρα- τής, ωστε πάντοθεν συντριβόμενος καὶ πληττόμενος καὶ ὀλίγος ἐκ πολλῶν γενόμενος, καθαρᾶς τε νίκης ου ποτε μετεσχηκὼς ουτ' ἀπὸ παρατάξεως ουτε μὴν ἀπὸ τῶν καθ' ἡμέραν προσαγομένων διὰ πολυχειρίας μηχανημάτων κατὰ τῶν τειχῶν τῆς πόλεως, αυ- θις ἐπισυναχθεὶς κατά τι πεδίον, ∆ιάβασιν ουτω καλούμενον, σταδίους ἀπέχον τῆς πόλεως ἱκανοὺς καὶ πρὸς στρατοπεδείαν εὐ- φυὲς εκ τε τῶν φυομένων καὶ ὑδάτων ἐπιρρύτων ον, συναθροίζε- ται. κἀκεῖθεν τὰς προνομὰς ποιῶν πάντα μὲν πρὸ τῆς πόλεως 67 εκειρε κόσμον καὶ ἐπυρπόλει, ἐνεφανίζετο δὲ τοῖς κατὰ πόλιν, ὡς τὸ πρότερον, οὐδαμῶς. ο καὶ συνεὶς ὁ Μιχαὴλ καὶ ἀξιόλογον συστήσας στρατόν, αὐτόν τε ̓Ολβιανὸν καὶ Κατάκυλαν εχων μετὰ τῶν ἑαυτοῦ ἀκμῆτας ταγμάτων καὶ ἀκεραίους, κατ' αὐτοῦ ἐκ- στρατεύει· καὶ τοῦτον οὐ κατορρωδοῦντα οὐδ' ἐκφοβούμενον ἀλλ' αὐτῷ προσυπαντῶντα μετὰ σπουδῆς ἐφευρὼν συνῆλθεν εἰς χειρῶν δύναμιν, κρῖναι τὸ πᾶν βουληθείς. ενθα δὴ καὶ καταστρατηγῆ- σαι τὸν βασιλέα βουλόμενος αὐτὸς τῇ ἑαυτοῦ καταστρατηγεῖται βουλῇ καὶ τοῦ παντὸς διαμαρτάνει σκοποῦ. ὁ μὲν γὰρ αμα τῷ συρραγῆναι τὸν πόλεμον νῶτα διδόναι τῷ βασιλεῖ ἐκέλευσεν, οὐ τὴν τῶν ἑαυτοῦ δυνάμεων γνώμην κατανοῶν, ἀνθρώπων εκπαλαι γυναικῶν καὶ τέκνων στερουμένων δι' αὐτὸν καὶ τὰς χεῖρας τῷ ἀδελφικῷ λύθρῳ καταμιαινόντων· οι ταχεῖαν εσεσθαι καὶ οὐκ εἰς τοσοῦτον χρόνον ἐκταθῆναι τὴν αὐτῶν ἐν τοῖς ὑπαίθροις διατριβὴν προσδοκήσαντες πρὸς πᾶν μὲν ησαν κατ' ἀρχὰς εὐπειθεῖς, ἐπεὶ δὲ καὶ ὁ χρόνος ηδη που ἐξετέτατο (τρίτος γὰρ ἐξηνύετο) καὶ ἀνηνύτοις ἐκ τῶν καθ' ἡμέραν γινομένων ἐδόκουν ἐπιχειρεῖν, ἀν- δρὸς ἑνὸς ἐπιθυμίᾳ καὶ ἀπονοίᾳ δουλεύοντες, τηνικαῦτα τὸ κε- λευσθὲν ὡς ερμαιόν τι λαβόντες οὐχ ωσπερ ἐκεῖνος ἐβούλετο ἐξε- πλήρουν, ἀλλὰ ὡς αὐτοῖς ἐδόκει καλόν. ὁ μὲν γὰρ ἐγκλῖναι τού- τοις εἰς τοσοῦτον ἐπέτρεπεν οσον τὴν τοῦ βασιλέως παράταξιν δια- λῦσαι καὶ αυθις ὑποστρέψαι στερρῶς φονεύοντας· οἱ δὲ κόσμῳ καὶ τακτικῇ ἐμπειρίᾳ τὴν τοῦ βασιλέως στρατιὰν κατόπιν θέουσαν, 68 καὶ οὐχ ὡς ᾠήθη εὐδιαλύτως, εἰδότες ἀσχηματίστῳ χρῶνται φυγῇ, καὶ αλλος αλλῃ διεσκέδαστό τε καὶ διεφέρετο. ἀλλ' οἱ μὲν αλλοι, νῦν μὲν ὀλίγοι καὶ αυθις ετεροι, τῷ βασιλεῖ προσχωροῦσι καὶ καθομολογοῦσιν αὐτῷ· αὐτὸς δὲ σὺν ὀλίγοις τισὶ πρὸς τὴν ̓Αδρια- νούπολιν σώζεται κἀκεῖσε τῆς φυγῆς ισταται. ὁ δέ γε τούτου νόθος τε καὶ παρέγγραπτος υἱὸς ̓Αναστάσιος τοῦ τῆς Βύζης φεύ- γων ἐπιλαμβάνεται πτολίσματος. καὶ οὐ κατὰ τύχην, οιμαι, κατὰ δὲ πρόνοιάν τινα, ιν' εκαστος τούτων πρὸς ἑαυτὸν ἑλκύων τὴν τοῦ βασιλέως προσεδρίαν τῷ ἑτέρῳ διδοῖ ανεσίν τε καὶ καιρὸν εἰς τὴν προνομήν. 19 ̓Αλλ' ο γε βασιλεὺς ἐκ ποδὸς τούτοις ἑπόμενος πρῶ- τον εγνω τὸν Θωμᾶν πολιορκεῖν καὶ τὴν προγεγενημένην εἰς αὐτὸν ἀποδοῦναι τούτῳ ποινήν. οθεν ἐπάγει αὐτῷ πολιορκίαν, οὐ διὰ μηχανημάτων η αλλων τινῶν σπουδάζων αὐτὸν καθελεῖν, αμα μὲν τὸν ἐμφύλιον ἀποδιδράσκων πόλεμον, αμα δὲ τῷ τοὺς τὴν Σκυθίαν οἰκοῦντας τῶν τοιούτων ἀμαθήτους κατασκευῶν βούλε- σθαι