1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

25

διαμένειν, ἀλλὰ λιμῷ καὶ ἀνάγκῃ τῶν ἐπιτηδείων, οις ἐν σπάνει καὶ ἐνδείᾳ ἀλλ' οὐκ ἀποθησαυρίζουσα ἡ πόλις ἐδείκνυτο. εγνωστο γοῦν ταῦτα αὐτῷ, καὶ ἀρχὴν ἡ πρᾶξις ἐλάμβανεν. ὁ δέ γε πολιορκούμενος παντὸς μὲν ζῴου πρῶτον ἰδέαν αχρηστον, επειτα δὲ καὶ πᾶσαν ἡλικίαν τῆς πόλεως ἐξωθεῖ, οὐ παρακλητικοῖς, ὡς αν ειποι τις, λόγοις τὰ πολλὰ τῶν πράξεων διοικῶν, τυράννῳ δὲ 69 γνώμῃ καὶ αὐθεκάστῳ· ο καὶ τὸ κατ' αὐτοῦ ἀνεθυμίασέ τε μῖσος καὶ ἀνενέωσεν. επειτα ὡς ηδη ηκμαζεν ὁ λιμός, σωτηρίας ἐλπὶς οὐδαμοῦ, ἠνάγκαζε δὲ καὶ τοὺς ἑαυτῆς φόρους ἀνελλιπεῖς ἀπῄτει δὴ ἡ γαστήρ, οἱ μὲν λάθρα διά τινων πυλίδων οἱ δὲ διὰ τειχῶν καθιμώμενοι, οἱ μὲν φέροντες τῷ βασιλεῖ ἑαυτοὺς ἐπεδίδουν, οἱ δὲ πρὸς τὸν υἱὸν κατὰ τὸ Βύζης πτολίεθρον ἀπεδίδρασκον. ἐπεὶ ουν οὐ τὰ ἀναγκαῖα μόνον ἀλλὰ καὶ τὰ ἀπευκτὰ καὶ λυπρὰ τού- τοις κατεδήδοτο, αχρι δὲ τῶν σεσημμένων σκυτῶν τε καὶ καττυ- μάτων τὰ τῆς τροφῆς ἐχώρει, εἰς λόχους τινὲς τῶν ἐν τῇ πόλει ἐλθόντες τῷ βασιλεῖ, καὶ τῶν ἡμαρτημένων ἀμνηστίαν αἰτήσαντές τε καὶ λαβόντες, περισχόντες αὐτὸν λαμβάνουσί τε διὰ χειρῶν καὶ προσάγουσι τῷ ἐχθρῷ. ὁ δὲ τὸ δόξαν πάλαι τοῖς βασιλεῦσι καὶ εἰς συνήθειαν ηδη ἐλθὸν πρῶτον τελέσας καὶ ὑποκάτω θεὶς τῶν ποδῶν, ἀκρωτηριάζει τοῦτον καὶ πόδας καὶ χεῖρας ἀπαράσσει αὐ- τοῦ, ἐπὶ ονου τε θεατρίζει πᾶσι, τοῦτο μόνον ἐπιτραγῳδοῦντα "ἐλέησόν με ὁ ἀληθῶς βασιλεῦ." ἐρομένου δὲ τοῦ βασιλέως ει τινες τῶν αὐτῷ συνόντων φίλων καὶ ετεροι ειεν τὰ αὐτοῦ φρονοῦν- τες, τάχα αν πολλῶν κατεῖπεν, εἰ μή τις ἀνὴρ ̓Ιωάννης ὁ κατὰ τὸν ̔Εξαβούλιον οὐ δέον εφη ειναι, ἀλλὰ καὶ ατοπον, ἐχθροῖς κατὰ φίλων πιστεύειν, ω βασιλεῦ. καὶ ουτος μὲν τούτῳ διέλυσε τῷ λόγῳ τὰς μείζονας τῶν ταλαιπώρων δὴ πολιτῶν καὶ φίλων αὐ- τοῦ τιμωρίας· ουτω δὲ καὶ ὁ ἀποστάτης κατέλυσε τὸν βίον, ταῖς 70 κατὰ μικρὸν ποιναῖς τὴν ψυχὴν ἀπορρήξας ωσπερ τι ζῷον δυσθα- νατοῦν, μηνὸς μεσοῦντος ̓Οκτωβρίου, κατὰ μὲν τὰς ἀρχὰς γεγο- νέναι δοκῶν μεγαλεπήβολος καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ φανεὶς πολὺ καταδεέστερος αὐτοῦ καὶ τῆς τῶν ἐκτὸς προσδοκίας. πότερον δὲ καὶ τοῦτ' ἐγένετο παρὰ τὴν αὐτοῦ ἐκείνου διαφορὰν καὶ μεταβολὴν ἐπὶ τὸ χεῖρον η παρὰ τὴν τῶν πολεμούντων πρὸς αὐτὸν παραλλαγήν, οὐ πολὺν εχει λό- γον. εως μὲν γὰρ ην αὐτὸς ἑαυτοῦ πόλεμος ενδοθεν, ον φθάσας ἀνερρίπισεν αὐθάδει γνώμῃ καὶ τολμηρᾷ, καὶ ἀμφίβολος πρὸς τὴν τῶν πραγμάτων κραταίωσιν ην, ερρωντο τῶν λόγων αἱ πράξεις οὐκ ελαττον, καὶ κατὰ νοῦν ἐχώρει τὰ πράγματα· ἐπεὶ δὲ τὴν ̓Ασίαν μικροῦ πᾶσαν ὑπέταξε, διεπεραιώθη δὲ καὶ πρὸς τὴν Εὐ- ρώπην σὺν οὐκ ἀγεννεῖ τῷ φρονήματι μηδένα ἐμποδὼν εὑρηκώς, ἀνὴρ ατε δὴ οὐκ ἐκ λόγων καὶ παιδείας ὁρμώμενος, βαναύσου δέ τινος καὶ ἀγυρτικῆς ὁμιλίας, ἐξῆπτο ηδη καὶ ἐπεφύσητο καὶ τῶν ἑαυτοῦ ἐξέπλει φρενῶν, πρὸς ερωτάς τινας καὶ γάμους οὐ σωφρο- νικοὺς διὰ τῆς καθ' ἡμέραν μέθης καὶ βακχείας ἀγόμενος καὶ αὐξανόμενος. ἀλλ' ὑπὲρ μὲν τῆς τῶν πραγμάτων τούτων συντε- λείας δίδομεν καὶ αλλοις αλλως ἐννοεῖν, οτε μὴ τοῖς ἡμετέροις βούλωνται ἐξακολουθεῖν. πλὴν περὶ μὲν τούτων αὐτάρκως. καὶ οἱ ἐκ Βύζης δὲ ἐφ' ἑτέρας ταχέως ἐγένοντο γνώμης, ὑφορώμενοι τὸν προεστῶτα κίνδυνον· αμα γὰρ τῷ πυθέσθαι τὰ κατὰ τὸν Θωμᾶν ἀτυχήματα, ἐφ' ὁμοίαις πράξεσι τὰ ομοια πεποιηκότες 71 τὸν ̓Αναστάσιον ηγαγον δεδεμένον χεῖρας καὶ πόδας. ταὐτὰ δὲ καὶ ουτος [δέ τε] πεπονθέναι βιαζόμενος τῷ πατρὶ τὸν βίον μετ- ήλλαξεν. 20 Οὐ μὴν ἐπαύοντο τούτων ουτω καθυπαντησάντων κατὰ Θρᾴκην πόλεις παράλιοι, τό τε Πάνιον καὶ ̔Ηράκλεια, τὰ τοῦ τυράννου φρονῆσαι τοσοῦτον αρα μῖσος κατὰ τοῦ Μιχαὴλ πᾶσιν ἐνέφυ καὶ ἐξ αλλων μὲν ισως, πολλῷ δὲ πλέον ἐκ τοῦ μὴ βούλεσθαι τὸν κατὰ τῶν θείων εἰκόνων ἀναρριπισθέντα καταλῦ- σαι. πλὴν ταύταις πλησιάσας, τοῦ μὲν σεισμοῦ ἐπιγινομένου καὶ τοῦ τείχους τοῦ Πανίου καταβληθέντος ἡ εἰς αὐτὸ πάροδος ἀκμητὶ γέγονε τῷ Μιχαήλ· ἡ δ'