1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

26

̔Ηράκλεια καὶ ως ἀντέχουσα, ομως τῶν ἐκ τῆς θαλάττης μερῶν κατακυριευθεῖσα, ἁλίσκεται καὶ αυτη ἀναιμωτί, καὶ τοῦ φρονεῖν τὰ τοῦ τυράννου ἀπαλλάττεται, πί- στεις δεδωκυῖα τῷ βασιλεῖ. Καὶ τὰ μὲν κατὰ Θωμᾶν συμβεβηκότα τοιοῦτον εσχε τέλος ἐκ τῆς εἰρημένης ἀρχῆς, καὶ ουτω τροπαιοφόρος ὁ βασιλεὺς ἐκ τῶν κατ' ηπειρον ερχεται πόλεων, οὐδὲν ετερον ἀπὸ στασιωτῶν ἐννοή- σας η ἐπὶ τῆς ἁμιλλητηρίου θέας ἐπὶ τούτῳ γεγενημένης ὀπίσω τὼ χεῖρε δεδεμένους ποιῆσαι διελθεῖν καὶ ὑπερορίους τοὺς αἰτιωτάτους γενέσθαι. Αὐτίκα γοῦν καὶ πρὸς Χοιρέαν, ετι γε μὴν καὶ πρὸς Γα- ζαρηνὸν τὸν Κολωνιάτην, ἀνθρώπους μὲν οντας καὶ πιστὰ φυ- λάττοντας τῷ Θωμᾷ, κατέχοντας δὲ τὸν μὲν τὴν Καβάλαν τοῦ 72 Χοιρέα, τοῦ Γαζαρηνοῦ δὲ τὴν Σανιάναν, καὶ πολλὰς ἐκεῖθεν ποιούντων καταδρομάς, καὶ λῃστρικῶς ζῶντάς τε καὶ τυραννικῶς, χρυσοβούλλιον ἐκπέμπει ὁ Μιχαήλ, τιμὰς μεγάλας τὰς τῶν μαγί- στρων καθυπισχνούμενος καὶ ἀμνηστίαν κακῶν, καὶ δῆλον τὸν τοῦ Θωμᾶ θάνατον τούτοις ποιῶν. ἀλλ' ἐκείνους μὲν οὐκ επει- σεν ὁ ἀποσταλείς, ἀλαζόνας οντας τε καὶ ἀτίθασσον κεκτημένους ψυχήν· ἑτέρους δέ τινας τῶν ὑποβεβηκότων κλέψας καὶ πρὸς τὴν τοῦ βασιλέως πίστιν μεταθεὶς επεισεν ἐξελθόντας πρὸς τὰς συνή- θεις λῃστείας ἀποκλεῖσαι τούτοις τὰς τῶν τειχῶν πύλας καὶ λόγου καταλελοιπέναι χωρίς. οπερ καὶ γέγονεν. ἐκεῖνοι μὲν ουν ὡς ευρον κεκλεισμένας τὰς πύλας, τὴν ἐπὶ Συρίαν εσπευσαν διανύσαι ὁδόν, τῷ φόβῳ βαλλόμενοι. ζῶντες δὲ ομως ἁλόντες τῷ ξύλῳ ἐξήρ- τηνται καὶ τοῦ βίου εξωθεν γίνονται. αξιον δὲ μηδὲ τοῦτο παρα- δραμεῖν, οπως ὁ Γαζαρηνὸς προδέδοτο καὶ τῶν τειχῶν ἀπεκέ- κλειστο. ανδρα τινὰ αγροικον ὁ ἀποσταλεὶς δεξιωσάμενος φωνῆς ἐπιμελούμενον καὶ ταῖς ᾠδαῖς τερπόμενον ἐμμελῶς ταῖς ἀνειμέναις ταύταις καὶ ἀγροικικαῖς, μέλος τι επλεξεν πρὸς τὸν ἐκείνου οἰκο- νόμον εχον τὴν ἀναφοράν. ην δὲ αὐταῖς λέξεσιν ουτω. "ακουσον, κῦρι οἰκονόμε, τί λέγει Γυβέριν. ἐάν μοι δῷς τὴν Σανιάναν, μη- τροπολίτην σε ποιήσω καὶ Νεοκαισάρειάν σοι δώσω." τοῦτο πολ- λάκις ᾀδόμενον ἐν αἰσθήσει τοῦτον γενέσθαι τὸν οἰκονόμον πε- ποίηκεν. οθεν ὡς εγνω τὸν νοῦν τε καὶ τὴν τῶν πραγμάτων ἀνα- 73 φοράν, ἐξελθόντος ποτὲ τοῦ Γαζαρηνοῦ εκλεισεν κατ' αὐτοῦ τὰς πύλας καὶ τοῦτον εξωθεν ἐγκατέλιπεν. καὶ ταῦτα μὲν περὶ τῶν ὑπερνεφῶν τούτων πολιχνίων, καὶ ουτω τούτων ἡ πάλιν ὑπὸ τοῦ Μιχαὴλ κατάληψις. 20 Οὐκ εμελλε δὲ αχρι τούτων ἡ φορὰ στήσεσθαι τῶν κακῶν, ἀλλὰ τῶν δύο ἠπείρων, ̓Ασίας φαμὲν καὶ Εὐρώπης, ἐν θυμῷ κυρίου οιόν τινος κεφαλῆς καὶ οὐρᾶς, εἰ καὶ μὴ συνίεσαν, παιδευθέντων φόνοις, ἐμπρησμοῖς, σεισμοῖς, ἁρπαγαῖς, ἐμφυ- λίοις καταδρομαῖς, πόλεων ἀνελπίστοις μεταβολαῖς, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, τέλος καὶ ταῖς ταλαιπώροις νήσοις οιόν τινα μέσην, ιν' ὁλόσωμος ειη ἡ πληγή, ἐπέδραμε τὰ δεινά. ἀλλ' οὐκ ην παιδεῦσαι τοὺς τὴν θεάνθρωπον ἐξηρνημένους μορ- φὴν προσκυνεῖν. (21) οθεν αρτι δὴ τοῦ κατὰ τὸν Θωμᾶν αρ- ξαντος νεωτερισμοῦ, ἐπεὶ ταῦτα ἠκούετο πανταχοῦ, οἱ τὸν ἑσπέ- ριον κόλπον τῆς ̓Ιβηρίας τῷ ̓Ωκεανῷ γειτονοῦντες ̓Αγαρηνοὶ κατοικοῦντες ( ̔Ισπάνους τούτους ὁ πολὺς ῥεύσας χρόνος μετωνόμα- σεν), εἰς πλῆθος σωμάτων καὶ εὐθηνίαν τοῦ γένους ἐξηλακότες, τὴν κατ' αὐτοὺς ἑσπέριον πλευρὰν λυπρὰν ουσαν καὶ μετρίως εὐ- δαίμονα ὁρῶντες, καὶ λειπομένην μὲν τῆς πρὸς γῆν ἀρετῆς καὶ ἀφθονίας κατὰ πολύ, ἐνδέουσαν δὲ καὶ πρὸς αὐτὸ τοῦτο ἑῷον τῆς ̓Ιβηρίας καὶ νότιον (οὐ γὰρ απασα πρὸς πᾶσαν γῆς ἀρετὴν ἐπιτη- δεία καὶ ευφορος, ἀλλὰ τὸ τῆς ἑσπερίου πλευρᾶς, ὡς ειρηται, 74 αὐχμηρόν τε καὶ λυπρότερον τῆς λοιπῆς) καὶ διὰ τοῦτο ουτε τρέ- φειν δυναμένης αὐτοὺς καὶ διοικεῖν ανδρας σώμασιν εὐμεγέθεσι χρωμένους καὶ ἀγαθῶν εὐφορίᾳ ἀλλ' οὐκ ἐνδείᾳ αὐξανομένους, ουτοι γοῦν προσελθόντες ̓Απόχαψ τῷ ἑαυτῶν ἀμερμουμνῇ ἀποι- κίαν τινὰ καὶ γῆς μετανάστασιν ῃτουν αὐτοῖς γενέσθαι, πλήθει τε στενοχωρουμένοις καὶ ἀναγκαίων,