27
σπάνει πιεζομένοις. ὁ δὲ πλοῖά τινα ἐπισκευάσας μακρά, καὶ δύναμιν οὐκ ὀλίγην ἐξ αὐτῶν τούτων ἐμβιβάσας, ἐπὶ λῃστείαν τέως, λανθάνουσαν εχων τὴν εννοιαν, τῶν πρὸς τῇ εῳ κειμένων νήσων καὶ ἡμετέρων τυγχανόν- των ἐτράπετο, ὁμοῦ μὲν τὸ αὐτοῖς ἐπιθυμούμενον ἐκπληρῶν καὶ ἐκ τῶν ἀλλοτρίων τούτους προσκορεννύς, ὁμοῦ δὲ κατασκεψόμενος ει τις εστιν ουτως ευφορος τῶν νήσων καὶ λιπαρὰ εἰς μετοικίαν αὐτῶν. ἐπεὶ γοῦν πολλαῖς τῶν νήσων πλησιάζων τὸν ἀντιπαρα- ταττόμενον μικρῷ η μεγάλῳ πλοίῳ οὐχ ευρισκεν (ἐχηροῦντο γὰρ πᾶσαι τῆς αὐτῶν βοηθείας, αρτι κατὰ τῆς Κωνσταντινουπόλεως ἐκβοηθουσῶν καὶ πλεουσῶν μετὰ τοῦ Θωμᾷ), μεγάλας δὲ ὠφε- λείας ἐκ πασῶν, αις καὶ προσώρμιζεν, ἐκαρποῦτό τε καὶ ἐλάμ- βανεν, ηκε καὶ πρὸς τοὺς Κρηταιεῖς, καὶ τούτους καταδραμὼν καὶ λείαν ποιήσας καὶ ἀνδραποδισάμενος, ὡς ἐνῆν, καὶ πάντοθεν καταμαθὼν τὴν τῆς γῆς ἀρετήν, καὶ πῶς ειη πρὸς πᾶσαν χάριν καὶ ἀγαθῶν ευφορος ἀφθονίαν, "τοῦτο" εφη "γῆ οὐκ αλλη η ἡ ῥέουσα μέλι καὶ γάλα." καὶ τότε μὲν παντοίων γενόμενος ἀγαθῶν 75 ἀπῄει τὴν οικαδε, καὶ πάσῃ χειρὶ καὶ δυνάμει ναυτικὸν ἐξήρτυεν· ὡς δ' ὁ χειμὼν ἐτετελείωτο καὶ τὸ εαρ ὑπέλαμπεν, τεσσαράκοντα πληρώσας ναῦς ἀνδρῶν μαχίμων καὶ ἐπιτήδειον ανεμον ἐπιτηρή- σας τὴν ἐπὶ Κρήτην ἐστέλλετο εὐθυπορῶν, τὰς αλλας τῶν νήσων θέμενος εἰς οὐδέν. αρτι γοῦν ἐπλησίαζε, καὶ τῷ ἀκρωτηρίῳ τῷ Χάρακι καλουμένῳ κατήγετό τε καὶ προσωρμίζετο. ὡς δ' οὐδὲν ουτε κατὰ τὴν καταγωγὴν ουτε κατὰ τὴν ἀπόβασιν ἐφάνη τούτοις τῶν ἀπευκτῶν, ἀλλὰ καὶ πρὸς λείας χωροῦσι καὶ πρὸς ἁρπαγὰς εὐχερῶς τὰ τῆς ἐπιβολῆς τε καὶ ἐπιχειρήσεως ἐπεραίνετο, τοὺς μὲν ἐπιτηδείους εἰς τὰς συνήθεις προνομὰς ἀπέστελλε δουλαγωγήσον- τας τοὺς ἐχθρούς, αὐτὸς δὲ τοὺς λοιποὺς εχων, αρτι δὴ τοῦ πνεύματος ἐπακμάζοντος κἀκείνων αμα πορρωτέρω σταδίων δέκα η δεκαπέντε γενομένων, πῦρ ἐμβαλὼν ταῖς ναυσὶν ἁπάσας κατέ- φλεξε, φεισάμενος τὸ παράπαν οὐδεμιᾶς. τέως μὲν ουν τῷ παρα- δόξῳ τοῦ πράγματος καταπλαγέντες απας δὴ ὁ στρατὸς (καὶ γὰρ ἐπαλινόστουν εὐθέως) ἐκδειματούμενοι τὴν αἰτίαν ἐπυνθάνοντο καὶ εἰς λόγους ηλθον νεωτερικούς. ἐπεὶ δὲ κατήκουσαν α πάλαι ὠδίνοντο, ὡς αὐτοί τε τούτων ὑμεῖς ἀποικίαν ζητοῦντες καὶ γῆν ἀγαθήν, ἐμοί τε ταύτης οὐδετέρα κρείττων νενόμισται, εἰς ταύ- την ηλθον ὁδὸν ὑμῖν τε ἀγαθὰ προξενῶν καὶ ἐμὲ τῆς ἐξ ὑμῶν ἀπαλλάττων ὀχλήσεως. ὡς δὲ καὶ γυναικῶν ἐμέμνηντο καὶ παί- δων οὐκ ὠλιγώρουν, "καὶ γυναῖκες" εφη "ωδε ὑμέτεραι αἱ αἰχμα- 76 λωτιζόμεναι, καὶ παῖδες οὐ μετὰ μικρὸν ἐξ αὐτῶν." οθεν τοῖς τοιούτοις κατασιγασθέντες λόγοις, καὶ ἀποδοχῆς αξια κρίναντες τὰ λεγόμενα, τάφρον μὲν ηγειραν πρῶτον βαθεῖαν, καὶ χάρακα ἐν ταύτῃ καταπήξαντες, ενθα καὶ νῦν λαβὼν τὴν ἐπωνυμίαν ὁ τό- πος σώζει τὴν προσηγορίαν, Χάνδαξ ὀνομαζόμενος, ἐκεῖσε διε- νυκτέρευον, φυλακάς τε τὰς προσηκούσας ποιούμενοι καὶ τὰς ὡφελείας αὐτῶν ἐκεῖσε ἀποθησαυρίζοντες. (22) χρόνος δὲ ἐρρύη πολὺς οὐδαμῶς, καὶ πάντα τὸν βασιλέα ἡ φήμη ἐδίδαξε. καὶ δὴ τὸν πρωτοσπαθάριον Φωτεινόν, πρόπαππον μὲν Ζωῆς τῆς ἐν μα- καρίᾳ τῇ λήξει θεοστέπτου Αὐγούστης τυγχάνοντα, στρατηγοῦντα δὲ τηνικαῦτα τῶν ̓Ανατολικῶν, τὰ τῆς Κρήτης απαντα διοικεῖν προεβάλετο· ος ἐκεῖσε παραγενόμενος, καὶ τῶν μὲν γενόμενος θεατὴς τῶν δὲ καὶ ἀκροατής, τρανότερον ἀνεδίδασκε τὸν Μιχαὴλ τὰ πραττόμενα, καὶ δύναμίν τινα ἠξίου ἐκπέμπειν τὴν ἐκεῖθεν ἀποσοβήσουσαν τοὺς ἐχθρούς. ∆αμιανὸν γοῦν κόμητα οντα τοῦ βασιλικοῦ ἱπποστασίου καὶ πρωτοσπαθάριον μετὰ πολλῆς δυνά- μεως καὶ παρασκευῆς ὁ βασιλεύων ἀπέστειλεν εἰς βοήθειαν τοῦ στρατηγοῦ Φωτεινοῦ· οι καὶ ἑνωθέντες τὸν μὲν κατὰ τῶν ̓Αγαρη- νῶν πόλεμον εστησαν, εἰς οὐδὲν δὲ χρήσιμον τὸ τέλος ἐνέσκηψεν. αὐτός τε γὰρ ὁ προρρηθεὶς ∆αμιανὸς κατὰ τὴν εἰσβολὴν τῆς μά- χης εὐθὺς τραυματίας πεσὼν καὶ σφαγῇ παραδοθεὶς τοὺς λοιποὺς οὐ νικᾶν καὶ μένειν ἀλλὰ φεύγειν ἐποίησεν