28
ἡττημένους· καθ' ην τροπὴν καὶ ὁ Φωτεινὸς ἐν μονηρίῳ μόλις διασώζεται πρὸς τὴν 77 ∆ίαν, καὶ τῷ βασιλεῖ τῶν πραχθέντων αὐτάγγελος γίνεται. ἀλλ' ουτος μὲν ἐπεὶ διὰ τιμῆς ηγετο παρὰ τοῦ βασιλέως ἀεί, τὴν τῆς Σικελίας στρατηγίδα αυθις τῆς Κρήτης ἀλλάσσεται· (23) τοῖς δ' ̔Ισπανίοις ετι πως ἐν ταραχῇ καὶ μερίμνῃ διάγουσιν ἀνήρ τις ἐκ τῶν ὀρέων τῆς νήσου ἐπικαταβὰς μοναστὴς αλλον εφησεν ειναι τόπον αὐτοῖς ἐπιτηδειότερον πρός τε πολίσματος κτίσιν καὶ τῆς λοιπῆς διαρκείας καὶ ἐπικρατείας αὐτῶν. καὶ αμα λαβὼν τὸν Χάνδακα τούτοις ἐπέδειξεν, ενθα καὶ νῦν εκτισται ἡ πόλις αὐτῶν· καὶ ἡγεμὼν αὐτῆς ὁ ̓Απόχαψ τότε ἐγεγόνει αὐτῆς. ἐκ ταύτης ουν οιόν τινος ἐξ ἀκροπόλεως ὁρμώμενοι πᾶσάν τε ταύτην τὴν νῆσον κατέτρεχον καί τινας τῶν παρακειμένων οὐκ ελαττον, ὡς καὶ ἐν αὐταῖς ἐγκατοικῆσαι, αὐτοὺς τοὺς οἰκήτορας καὶ αὐτόχθονας δου- λωσάμενοι. καὶ πόλεις δὲ Κρήτης ἐννέα πρὸς ταῖς εικοσιν ευζω- νοί τε καὶ πεζοὶ ᾐχμαλώτευσαν, μιᾶς εκτοτε μόνης παραμεινάσης ἀναλώτου καὶ ἀπαθοῦς, καὶ λόγῳ μὲν ὑποταγείσης, τὰ ἑαυτῶν δὲ εθιμα καὶ τὸν χριστιανισμὸν φυλαττούσης ἀλώβητον. τότε καὶ Κύριλλος ὁ Γορτύνης πρόεδρος, ἐπεὶ μὴ τούτοις εἰς αρνησιν ἐχώρει Χριστοῦ, ὡς ἱερεῖον αμωμον ἐσφαγίαστο· ου καὶ τὸ αιμα βοᾷ μένον ὡς τοῦΑβελ η καὶ Ζαχαρίου πρὸς τὸν θεὸν ἀναλλοίω- τον· καὶ μύρον μὲν ἐκεῖθεν εστιν ἀρύσασθαι τοῖς πιστοῖς σπόγγοις τισὶν ἐναποματτόμενον, τὴν δὲ βαφὴν τοῦ αιματος ἀλλοιῶσαι οὐ πρόσεστιν. προσέτι μὴν αὐτόθι σοροὶ καὶ τάφοι ἀνεγήγερται αλ- λων τε πολλῶν τῶν ὑπὲρ Χριστοῦ τότε μαρτυρησάντων καὶ τῶν 78 δέκα περιωνύμων μαρτύρων. τοιούτῳ γοῦν τρόπῳ καὶ κατὰ τοῦ- τον ἀνηρπάσθησαν τὸν καιρὸν ἐκ μέσου τῶν Χριστιανῶν οἱ Κρη- ταιεῖς. 24 ̓Επεὶ δὲ ὀψὲ καὶ μόλις τοὺς περικυκλοῦντας τοῦτον ἐχθροὺς καὶ περικτυποῦντας ὁ Μιχαὴλ ἀπεσείσατο, δέον πρὸς θεὸν τραπέσθαι καὶ τοῦτον ἐξευμενίσασθαι, ιλεω διὰ τῶν εργων ποιῶν, ὁ δὲ τοὐναντίον η ὡς οἱ πολιτικοὶ θεσμοὶ βούλονται, ὡς οὐ παρ' αὐτοῦ ἀφ' ἑαυτοῦ δὲ σωθείς, επραττέ τε καὶ ἐπεπολί- τευτο. τῆς γαμετῆς γοῦν τελευτησάσης αὐτοῦ, καὶ δόξαν θέ- λοντος κατασχεῖν τῶν πολλῶν ὡς πένθος αληστον εχει αὐτῆς, τὴν σύγκλητον ἐποίει διά τινων μηνυμάτων κρυφίων καὶ μυστικῶν αἱ- ρήσασθαι τοῦτον πεῖσαι γυναικὶ αυθις ζευχθῆναι, καὶ οὐ παρα- καλέσαι μόνον πρὸς τοῦτο ἀλλὰ καὶ βιάσασθαι, καὶ εἰς ἐπανάστα- σιν, εἰ μὴ τοῦτο γένηται, χωρῆσαι αὐτούς· "οὐ γάρ ἐστιν οιον γυναικὸς ανευ" φάσκειν "βασιλέα τε ζῆν καὶ τὰς ἡμετέρας στε- ρεῖσθαι γαμετὰς δεσποίνης καὶ βασιλίδος." ἐπέπειστο γοῦν ὀψὲ διὰ τῶν ἐπιπλάστων λόγων, ους τῷ χρόνῳ λαθεῖν οὐκ ην· καὶ πρῶτον μὲν χειρόγραφα ὑπὲρ τῶν μήτε οντων μήτε ἐσομένων πᾶ- σαν ἀπῄτει χεῖρα, ὡς αὐτήν τε τὴν ἐσομένην αὐτῷ γαμετὴν καὶ τὰ ἐκ ταύτης εκγονα ὑπερασπίζειν καὶ ὑπερμαχεῖν μετὰ τὸν αὐτοῦ μὴ παύσαιντο θάνατον, ἀλλὰ κἀκείνην τε μετ' ἐκείνους βασιλέας εχοιεν καὶ δέσποιναν, ὡς εἰκός. ουτως οὐ τοῦ κατ' ἐκεῖνον ἀλλὰ 79 καὶ τοῦ μετ' αὐτὸν ῳετο κατακρατήσειν αἰῶνος, δέον πάντα ἐκ θεοῦ ἀλλ' οὐκ ἐκείνων ἀναρτῆσαι χειρί, δι' ον βασιλεῖς βασι- λεύουσι καὶ τύραννοι κρατοῦσι γῆς. πλὴν ὑπέκυπτεν ὁ πάσης κυριεύων γῆς προστάγματι τῷ συγκλητικῷ, καὶ συνάψεσθαι ακων ἠνείχετο ὁ σώφρονα βίον ἀνῃρημένος. ηγετο ουν πρὸς γάμον οὐ τήνδε η τήνδε, ἀλλὰ γυναῖκά τινα πάλαι τὸν κόσμον καὶ τὰ αὐτοῦ ἀποστέρξασαν, Χριστῷ δὲ νυμφευθεῖσαν καὶ ἀσκήσεσιν ἐκ παιδὸς κατὰ τὴν ἐν Πριγκίπῳ νήσῳ μονὴν σχολάσασαν καὶ προσανέχου- σαν τῷ θεῷ· Εὐφροσύνη ταύτης ἡ κλῆσις, καὶ πατρὸς ἐσεμνύ- νετο Κωνσταντίνου ειναι, δικαίᾳ κρίσει τὴν τύφλωσιν ὑπομεμενη- κότος παρὰ μητρός. ταῦτα μὲν ἐξεπέραινεν, καὶ ιλεω δι' αὐτῶν οὐ μόνον οὐκ ἐποιεῖτο ἀλλὰ καὶ παρώργισε τὸν θεόν. 25 Καὶ κατὰ τῶν τὴν Κρήτην δὲ καταλαβόντων καὶ λυ- μαινομένων αυθις ἐπαποστέλλει στρατόν· Κρατερὸς ονομα τῷ στρατηγέτῃ, ος τηνικαῦτα τὴν τῶν Κιβυρραιωτῶν διέπων στρα- τηγίδα, ἑβδομήκοντα ναῦς διήρεις