30
ποιῆσαι καθυ- ποσχόμενος καὶ διδόναι φόρους πολλούς, εἰ μόνον ἀναγορεύσει τοῦτον βασιλέα καί τινα παράσχοι βοήθειαν. ἀναγορεύει γοῦν τοῦτον βασιλέα ̔Ρωμαίων, καὶ χεῖρα δίδωσι πολλήν, καὶ τῆς Σι- κελίας ἐγκρατὴς γίνεται, παρ' αὐτοῦ τούτου λαβὼν αὐτήν, οὐ τούτου μόνον ἀλλὰ καὶ ἑτέρων συνδρόμων γενομένων ἐπὶ τῇ τοιού- των ἀπωλείᾳ τόπων. δηλοῖ δὲ ταῦτα σαφέστατα καὶ πλατικώτε- ρον ἡ τότε γραφεῖσα Θεογνώστῳ τῷ περὶ ὀρθογραφίας γεγραφότι καὶ εἰς χεῖρας ἐλθοῦσα ἡμῶν, ην ὁ βουλόμενος μεταχειριζόμενος τὰ καθ' εκαστον ἀναδιδαχθήσεται. πλὴν ὁ μὲν Εὐφήμιος μετ' οὐ πολὺ αθλον τῆς ἀποστασίας καὶ τῆς ἑαυτοῦ ἀνομίας λαμβάνει τὴν τῆς ἑαυτοῦ στέρησιν κεφαλῆς. σχῆμα γὰρ εχων βασιλικὸν ἀπῄει καὶ κατὰ τὴν Συράκουσαν, καὶ δὴ αποθεν γενόμενος τῆς 83 ἑαυτοῦ τάξεως καὶ τῶν δορυφόρων ὡς ἀπὸ τόξου βολῆς ἐγένετο κατὰ τὴν πόλιν, ὁμιλῶν αὐτοῖς τυραννικῶς τε καὶ βασιλικῶς. τοῦτον ὡς προσερχόμενον εγνωσαν δύο τινὲς ἀδελφοί, γενόμενοι σύμπνοοι καὶ ταὐτὸν φρονήσαντες προσέρχονται τούτῳ εἰρηνικῶς, τὴν προσήκουσαν βασιλεῖ τιμὴν ἀπονέμοντες. ὡς δ' Εὐφήμιος τήν τε παρ' αὐτῶν ἀναγόρευσιν ἀσπαστῶς ἐδέξατο καὶ τῶν αλλων κατήκουεν αὐτῶν, προσεκαλεῖτο τούτους φιλοφρόνως ἀποδώσων τὸν ἀσπασμόν· καὶ δὴ κλίνας τὴν κεφαλὴν καὶ τὸ στόμα προσε- ρείσας τῷ στόματι ταῖς θριξὶ μὲν κατέχεται ἰσχυρῶς πρὸς ἑτέρου τῶν ἀδελφῶν, ὑπὸ δὲ τοῦ ἑτέρου ἀφαιρεῖται τὴν κεφαλήν. καὶ ὁ μὲν Εὐφήμιος τοιούτῳ τέλει τοῦ βίου ἐχρήσατο. 28 Οἱ δ' ̓Αγαρηνοὶ οὐ τῆς Σικελίας μόνον εκτοτε ἀλλὰ καὶ Καλαβρίας καὶ Λαγγοβαρδίας ἐγένοντο ἐγκρατεῖς, πᾶσαν κατατρέχοντες καὶ διαπορθοῦντες καὶ ἐνσκηνοῦντες αχρι τῆς βασι- λείας τοῦ ἐν μακαρίᾳ τῇ λήξει Βασιλείου τοῦ βασιλέως. ἀλλὰ ταῦτα μὲν ἡ ἐκείνου δηλώσει ἱστορία· ὁ δὲ Μιχαὴλ μῆνας ὀκτὼ καὶ ετη τῆς βασιλείας γενόμενος ἐγκρατὴς ἐννέα τὸν βίον κατέλυσε, τῷ δυσουρίας νοσήματι ἁλούς, ἐκ τῶν νεφρῶν λαβούσης τὴν ἀρ- χήν, μήτε τὴν πρὸς θεὸν καταλύσας δυσμένειαν, οις οὐκ ηθελε τὴν ἑαυτοῦ μορφὴν δι' ἡμᾶς ἀναλαβόμενον σάρκα προσκυνεῖν, μᾶλλον δὲ καὶ τοὺς προσκυνοῦντας καθαιρῶν Μεθόδιόν τε καὶ Εὐθύμιον, περὶ ων εἰρήκαμεν, καὶ τὸν τῶν ̓Αγαρηνῶν ἐπαυξή-σας ἀκατάλλακτον πόλεμον, τά τε κατὰ Θωμᾶν καὶ τῶν Κρη- 84 ταιέων, ἀλλὰ μὴν καὶ τῶν εἰρημένων ̓Αφρικῶν διὰ τὴν ἑαυτοῦ κακίαν ἀποστείλαντος τοῦ θεοῦ. ἀλλὰ καὶ πᾶσα ἡ ∆αλματία τῆς τῶν ̔Ρωμαίων ἀπέστη τότε βασιλείας, καὶ γεγόνασιν απαντες ἰδιο- ρυθμοί τε καὶ αὐτοκέφαλοι μέχρι τῆς τοῦ Βασιλείου τοῦ ἀοιδίμου βασιλείας· τότε γὰρ πάλιν ουτοι ̔Ρωμαίοις καθυπετάγησαν. πε- πλήρωτο δὲ καὶ ὁ ἐπ' αὐτῷ χρησμός, λέγων ουτω, ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί, οταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων δύσγλωσσος αρδην καὶ φιλόχρυσος λίαν. ἐτέθη δὲ ὁ τούτου νεκρὸς ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν τῷ ἡρώῳ ̓Ιουστινιανοῦ, ἐν λάρνακι πρασίνῳ Θετταλικῇ.
{1ΠΕΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΘΕΟΦΙΛΟΥ ΥΙΟΥ ΜΙΧΑΗΛ. ΛΟΓΟΣ Γ.} 1 Τὰ μὲν δὴ πραχθέντα Μιχαὴλ τῷ Τραυλῷ βασιλεύσαντι ἐννέα ετεσιν πρὸς
μησὶν ὀκτὼ ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται· ὁ δὲ υἱὸς αὐτοῦ ηδη Θεόφιλος ἀνδρὸς εχων ἡλικίαν τὴν πατρικὴν ἀρχὴν καὶ βασιλείαν κατὰ τὸν ̓Οκτώβριον μῆνα τῆς ὀγδόης ἰνδικτιῶνος 85 διεδέξατο, λόγῳ μὲν ουν τῆς δικαιοσύνης ωσπερ εμπυρος ἐραστὴς καλεῖσθαι βουλόμενος καὶ νόμων ειναι φύλαξ πολιτικῶν ἀκριβής· τῇ δ' ἀληθείᾳ εξωθεν ἑαυτὸν τῶν ἐπιβουλευόντων διατηρῶν, ὡς αν μή τις κατ' αὐτοῦ τι νεανιεύσηται, ταῦτα ὑπεκρίνετο. τὸν ἐπηρτημένον ουν κίνδυνον ὑφορῶν, τοὺς τῷ πατρὶ μὲν αὐτοῦ ἐκ συνωμοσίας τὴν βασιλείαν παρεσχηκότας, κατὰ τοῦ