1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

31

Λέοντος δὲ ἐπαναστάντας, απαντας εγνω ὀλέθρῳ παραδοῦναί τε καὶ σφαγῇ. οθεν δόγμα ἐξέθετο απαντας τοὺς τῶν βασιλικῶν ἀπολαύοντας φιλοτιμιῶν, προσέτι δὲ καὶ βασιλικῆς τιμῆς μετασχόντας τῆς οἱασοῦν, κατὰ τὴν Μαγναύραν συναθροισθῆναι. ἐπεὶ δὲ τοῦτο ἐγε- γόνει καὶ τοῦ προστάγματος οὐδεὶς ἐτόλμα καταφρονεῖν, τὴν τῆς ψυχῆς τέως ὡς ἐν σκότῳ κρύψας θηριωδίαν, ἠρέμα πως καὶ πραείᾳ φωνῇ ουτω πως ελεξεν ἐν βραχεῖ, ὡς ἐβούλετο μὲν καὶ δι' ἐπιθυ- μίας ειχεν, ὁ λαὸς καὶ κλῆρος ἐμός, τοὺς ἀντιλαβομένους καὶ τῆς βασιλείας ὑπερμαχήσαντας νεανικῶς ὁ ἐμὸς αγαν πατὴρ πολλῶν μὲν τιμῶν πολλῶν δὲ τούτους ἀγαθῶν ἑτέρων καταξιῶσαί τε καὶ γερῶν· ἀλλ' ἐπεὶ εφθασεν ἐξ ἀνθρώπων γενέσθαι θᾶττον η ειχε βουλῆς καὶ πρὸ τοῦ καιροῦ τῆς αὐτοῦ γνώμης εξω γέγονε τοῦ καιροῦ, ινα μὴ ἀχάριστος δόξῃ πολλοῖς, ἐμὲ οὐ τῆς βασιλείας μόνον διάδοχον ἀλλὰ καὶ τοῦ τοιούτου καλοῦ τούτοις ὑπόχρεων ἐγκατέλιπεν. διὸ εκαστος ἐκ μέσου ἀγόμενος δεικνύτω ἡμῖν ἑαυ- τόν. τούτοις ὑποκλαπέντες τοῖς λόγοις καὶ συλαγωγηθέντες τὸν νοῦν ἑαυτὸν εκαστος ἀπεγύμνου καὶ πᾶσιν ὡρᾶτο κατάδηλος. εὐθὺς 86 ουν νόμῳ τῷ πολιτικῷ χρῆσθαι τὸν υπαρχον ἐγκελεύεται, καὶ "αγε δή" φησίν, "ω ουτος, τούτους κατ' ἀξίαν τῶν βεβιωμένων ἀμείβου, οὐ μόνον οις οὐκ εδεισαν τὸ θεῖον, αιματι ἀνθρωπίνῳ μιάναντες δεξιάν, ἀλλὰ καὶ χριστὸν κυρίου βασιλέα ἀνελόντες οἱ αθλιοι." τούτοις διέλυσε τὸν σύλλογον ἐκεῖνον τὸν πρῶτον δή πως καὶ θαυμαστόν· ον ειπερ τις κατὰ νόμους εχοιτο ἐπαινεῖν, ἀλλ' οὐκ οιδ' εἰ στήσεται ἐγγὺς ἡμερωτάτης τε καὶ πραείας ψυ- χῆς. καὶ τούτους μὲν ουτως πως ἐξ ἀνθρώπων ἐποίησεν, προσε- πιθεὶς τούτοις τὸ ἐπαινετὸν ἐκεῖνό γε καὶ καλόν, τὸ ἀπελάσαι καὶ πρὸς τὴν ἐν ῃ τὸ πρότερον ἀπεκάρη μονὴν Εὐφροσύνην τὴν ἑαυ- τοῦ μητρυιὰν ποιῆσαι παλινοστῆσαι, ην ἡ ἱστορία δευτέραν γαμε- τὴν παρέδωκε τῷ Μιχαήλ, ἐκείνων γε τῶν ἡμῖν εἰρημένων ἐκεῖσε χειρογράφων καὶ ορκων πολλῶν, οὐχ ὁσίως πραχθέντων γε καὶ γενομένων, ὠφελησάντων οὐδέν. τί δήποτε; οτι μὴ ἐπὶ κυρίου πεποιθὼς ἠγάγετο γαμετήν (η γὰρ αν εννομόν τινα, ἀλλ' οὐ τὴν ηδη συνταξαμένην ἠγάγετο τῷ Χριστῷ), ἐπὶ δὲ τῇ ἑαυτοῦ θρασύ- τητι καὶ τοῖς ορκοις ἐκείνοις τοῖς εὐμεγέθεσί τε καὶ θεοῦ πάντας πόρρωθεν ἀποπέμψασι. 2 Καὶ τὰ πρῶτα μὲν τούτου τοιαῦτα· τὰ δ' ἑξῆς ἀντε- ποιεῖτο δικαιοσύνης καὶ ην φοβερός τε πᾶσι τοῖς πονηροῖς καὶ θαυμαστὸς ἀγαθοῖς, τοῖς μὲν οτι μισοπόνηρός τε καὶ δίκαιος; τοῖς δ' οτι ἐμβριθής τε καὶ αὐστηρός. πλὴν οὐκ ην τοῦτον πάν- 87 των καθαρεύειν τῶν πονηρῶν. καὶ διὰ τοῦτο ειχετο μὲν τῆς ἐπὶ θεὸν καὶ τὴν τούτου πάναγνον μητέρα, ὡς ελεγε, πίστεως, ειχετο δὲ καὶ τῆς πατροπαραδότου μιαρᾶς τῶν εἰκονομάχων αἱρέσεως, καὶ ταύτῃ γε δὴ τὸν εὐσεβῆ καὶ πανάγιον λαὸν ἐτάραττέ τε καὶ πολυειδέσιν ἐδίδου κακώσεσι, πάντα τὸν τῆς βασιλείας αὐτοῦ χρό- νον ἠρεμῆσαι μὴ συγχωρήσας, οις οὐδὲ τὰς ἐν πολέμοις ἀνδρα- γαθίας καταλλήλως ἐλάμβανεν, ἀλλ' ηττητό τε ἀεὶ καὶ οὐ κατὰ βασιλέα ὑπέστρεφεν. 3 Τοιγαροῦν ἐχόμενος τῆς δικαιοσύνης, οὐ μὴν δὲ καὶ τῆς πρὸς τὴν τοῦ θεοῦ μητέρα πίστεώς τε καὶ προθυμίας, ἀπῄει εφιππος διὰ τῆς κατὰ τὴν μέσην πλατείας καὶ λεωφόρου πρὸς τὸν ἐν Βλαχέρναις θεῖον ναὸν ἑκάστῃ ἑβδομάδι, ὑπὸ τῶν δορυφόρων παραπεμπόμενος. ἀπῄει δὲ πᾶσι μέν, πρὸ παντὸς δὲ τοῖς ἀδικου- μένοις διδοὺς ἑαυτόν, ὡς αν εχοιεν τὰ αὐτῶν ἐκτραγῳδεῖν ἀδική- ματα καὶ μὴ παρὰ τινῶν κακοποιῶν κωλύοιντο ὑφορωμένων τὴν εκτισιν, δεύτερον δὲ ινα διὰ τὴν ἀγορὰν διερχόμενος θεατὴς γίνοιτο τῶν ὠνίων· οθεν ἑκάστου τῶν πιπρασκομένων οσου πωλεῖται κατὰ τὴν ἀγορὰν ἠρώτα, οὐκ ἐν παρέργῳ τοῦτο ποιῶν ἀλλὰ καὶ λίαν ἐνεργῶς τε καὶ ἐπιμόνως, οὐδ' ἑνὶ τοῦτο ειδει ἀλλὰ παντὶ μὲν τῷ τρέφειν ανθρωπον δυναμένῳ, ειτ' ουν ἐσθιόμενον ειτ' ουν καὶ πινόμενον, παντὶ δὲ τῷ περιθάλπειν καὶ εἰς ἀμφίασιν τελοῦντι, καὶ πᾶσιν ἁπλῶς τοῖς κατὰ τὴν ἀγορὰν προκειμένοις τῶν βουλομέ- νων