32
ἐξωνήσει. διά τοι τοῦτο οὐδὲ ῥᾳδίως αν ειδέν τις αὐτὸν ἐξ- 88 εληλυθότα εἰς πρόκενσον, πολλὴν ἐνδεικνύμενον σπουδὴν πρὸς τὰ κοινά τε καὶ ἐπιμέλειαν νῦν μὲν ἐν κριτηρίοις, νῦν δέ, ὡς ειρηται, κατὰ τὰς προόδους τῆς ἑβδομάδος. 4Οθεν ἐπεί τινα τῶν ὀφθαλμῶν ἑστίασιν τὰ πρὸ τῆς πόλεως εχοντα ὡς ἐπὶ τὸ πλεῖστον εἰς ἑαυτὰ καλοῦσι τοὺς βασιλεῖς, τὰ πρὸς τὴν θάλασσαν τοῦ παλατίου τείχη τῶν ἀρχαίων θεμελίων ουτος παρεκβαλών, καὶ πρὸς τὰ ἡλιακά, ενθα πρότερον κινστέρ- νης ουσης συνέβη βασιλικὸν ἀποπνιγῆναι υἱόν, παραδείσους ἐργα- σάμενος, ἐκεῖθεν τὸ λεῖπον ἀνεπλήρου καὶ ἑαυτὸν ετερπε τούτοις καὶ ἐψυχαγώγει, ὡς τὸ εἰκός. καί ποτε τούτου ἐκεῖσε ἐνδιατρί- βοντος, ειτε δὴ καὶ δειπνοῦντος, ὡς λόγος, συνέβη ναῦν τινὰ μυριοφόρον ἐξ οὐρίας πλέουσαν ἀναπεπταμένοις δὴ τοῖς ἱστίοις τῷ μεγέθει τὸν λιμένα κατασκιάσαι καὶ τὸν βασιλέα εἰς θάμβος ἐπα- γαγεῖν. ἐπύθετο ουν αὐτίκα τίνος τε ἡ ὁλκὰς ειη καὶ ο τι φέροι τῶν ἐδωδίμων. ὡς δὲ τῆς Αὐγούστης ηκουσεν καὶ λαθεῖν τοῦτο οὐκ ην, τότε μὲν ἐφησυχάσαι λέγεται καὶ διαπέμψαι τὸν καιρὸν μέχρι τῆς ης εἰώθει ἡμέρας κατὰ τὰς Βλαχέρνας ἰέναι. ἐπεὶ δ' η τε ἡμέρα παρῆν καὶ ὁ τοῦ πλοίου ορμος δῆλος ὑπῆρχε τῷ βασι- λεῖ ἀναμαθόντι διά τινος, τῆς εἰς τὸ πλοῖον φερούσης ἀπήρχετο ὁδοῦ· ην δὲ κατὰ τὸν Βόσπορον. καὶ ἐπείπερ παραγενόμενος παρὰ τὴν πρύμναν εστη τῆς νεὼς ἀκολουθούσης τῆς τάξεως, ἠρώτα τὴν σύγκλητον οὐχ απαξ δὴ μόνον ἀλλὰ καὶ δὶς καὶ τρίς, οτου 89 δή τις εχοι χρείαν τῶν ἐδωδίμων, σίτου η οινου η τινος αλλου τῶν κατ' οικον ἀναλισκομένων. ὡς δὲ πολλάκις ἐρωτηθέντες μόλις απαξ ἀπεκρίθησαν μηδενὸς λείπεσθαι μέχρι τῆς σῆς εὐμοιροῦμεν δεσποτείας τε καὶ βασιλείας, καὶ προστιθέντων μηδὲν εἰδέναι τῶν ων ἐρωτώμεθα, "ἀλλ' οὐκ ιστε" εφησεν "οτι με ὑπὸ θεοῦ βασι- λέα γενόμενον ἡ Αὐγούστα καὶ σύμβιος ναύκληρόν με εἰργάσατο; καὶ τίς πώποτε, μετὰ πικρίας λέγων τοῦτο ψυχῆς, βασιλέα ̔Ρω- μαίων η τὴν αὐτοῦ γαμετὴν εμπορον ἐθεάσατο;" καὶ ἐπὶ τούτῳ ἀναπολογήτων μενόντων, ἐκέλευσεν αὐθωρὸν μόνους ἐξιόντας τοὺς ἀνθρώπους τὴν ναῦν ἐκείνην παραδοῦναι πυρὶ αὐταῖς ἀγκύραις καὶ ἱστίοις καὶ τοῖς αλλοις πᾶσιν ἀγωγίμοις, πολλὰ κατειπὼν υστερον καὶ παντοίαις υβρεσι τὴν δέσποιναν περιβαλών, ὡς καὶ αὐτῆς ἐπαπειλῆσαι ἐξαγαγεῖν τῆς ζωῆς, ειγε δὴ εκτοτε τοιοῦτόν τι ποι- οῦσα φωραθείη. 5 ̓Αλλὰ πατρίδα μὲν ἡ Θεοδώρα (τοῦτο γὰρ ονομα τῇ Αὐγούστῃ) Παφλαγονίαν ἐσέμνυνεν, καὶ χωρίονΕβισσαν, γεννή-τορα δὲ Μαρῖνον οὐκ ασημόν τινα η ἰδιώτην τὴν τύχην, δρουγγά- ριον δὲ η τουρμάρχην κατά τινας, καὶ μητέρα Θεοκτίστην τὴν ουτω Φλωρίναν κατονομαζομένην, ἀμφοτέρους εὐσεβείᾳ ἐντεθραμμένους καὶ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν οὐκ ἐξαρνουμένους μέν, ὡς κατ' ἐκεῖνο πάντες καιροῦ, ἀσπαζομένους δὲ καὶ ἐνστερνιζομέ- νους ὑπερφυῶς. ἀλλ' ἡ μὲν Θεοδώρα διαδήματι βασιλείας πάλαι 90 δὴ κατέστεπτο, καὶ ἡ αὐτῆς μήτηρ Θεοκτίστη ζωστή τε καὶ πατρι- κία τετίμητο. αυτη δὴ ουν ἡ Θεοκτίστη κατὰ τὸν ἑαυτῆς οικον, ενθα δὴ ἡ τῶν Γαστρίων μονὴ τὴν πῆξιν εχει τὰ νῦν καὶ ιδρυσιν (ην δὲ τοῦτον ἐξ ἐκείνου τοῦ πατρικίου ἐξωνησαμένη Νικήτα), τὰς τῆς Θεοδώρας θυγατέρας μετακαλουμένη (πέντε δὲ ησαν τὸν ἀριθμόν, η τε Θέκλα καὶΑννα ̓Αναστασία τε καὶ Πουλχερία καὶ ἡ Μαρία) αλλαις τε δωρεαῖς αις ὑπάγεσθαι τὸ θῆλυ πέφυκεν ἐδεξιοῦτο, καὶ ἰδίᾳ παραλαμβάνουσα οὐ μαλακίζεσθαι οὐδὲ μένειν θηλείας οπερ ησαν ἐξελιπάρει καὶ καθικέτευεν, ἀνδρίζεσθαι δὲ καὶ τῆς μητρῴας θηλῆς αξια διανοεῖσθαι καὶ πρέποντα, τὴν πατρῴαν μὲν αιρεσιν ἀπορριπιζομένας, καταφιλούσας δὲ καὶ κατασπαζο- μένας τὰς τῶν σεπτῶν εἰκόνων μορφάς. καὶ αμα ταύτας εἰς χεῖ- ρας ἐμβάλλουσα (ἐφυλάττοντο δὲ αὐτῇ εν τινι κιβωτίῳ), τῷ προσώπῳ καὶ τοῖς χείλεσιν ἐπιτιθεμένη ἡγίαζέν τε αὐτὰς καὶ πρὸς τὸ ἐκείνων φίλτρον διήγειρεν. τοῦτο ουν ἐνδελεχῶς ποιοῦσα καὶ ταῖς ἐγγόνοις τὸ περὶ τὰς εἰκόνας φίλτρον ἀναζωπυροῦσα οὐκ ελα- θε τὸν Θεόφιλον,