1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

34

γραμμάτων πάντας ἐν τέλει καὶ ἀξιώμασιν ἀνερευνῶν ἐκέλευε τοιόνδε καὶ τοιόνδε ἀπο- στεῖλαι αὐτῷ. οθεν λαβόμενος ὁ στρατηγὸς ἀφορμῆς ἀφείλετο τοῦ ἀνδρὸς τὸν ιππον καὶ ακοντος, καὶ πρὸς βασιλέα ὡς οἰκεῖον ἀπέσταλκεν. αυτη ἡ αἰτία, καὶ τοῦ ιππου δὲ ἡ στέρησις. ἐπεὶ δὲ κατά τινα περιπέτειαν πάντας ἐκέλευσεν ὁ βασιλεύς, καὶ τοὺς οἱᾳδήποτε αἰτίᾳ πεπαυμένους, ἐξιέναι πρὸς πόλεμον, καὶ τὸν αν- δρα τοῦτον ἐξεληλυθότα ιππου στερούμενον ἀγαθοῦ ἀπήγαγε τῆς ζωῆς, γυναῖκα καταλελοιπότα καὶ τέκνα πτωχά. τί ουν ἡ γυνή; καὶ τὸ φιλήκοον ἀκούουσα τοῦ βασιλέως καὶ φιλοδίκαιον, καὶ τῷ τοῦ ἀνδρὸς φίλτρῳ ἐκκαιομένη, καὶ τοῖς τέκνοις οπως καὶ χορη- γοίη οὐκ εχουσα τὰ πρὸς ζωήν, τὴν βασιλεύουσαν καταλαμβάνει, καὶ τὸν Θεόφιλον, ἐν ῃ ἡμέρᾳ ειθιστο πρὸς Βλαχέρνας ἀπιέναι, τοῦτον δὴ τοῦ ἀνδρὸς αὐτῆς ιππον ἀναβαίνοντα κατιδοῦσα, γονυ- πετοῦσα καὶ κατολοφυρομένη ἐδέετο τοῦ βασιλέως, τὸν χαλινὸν τοῦ ιππου κατέχουσα, καὶ ἀνεδίδασκεν πῶς αὐτῆς τε ειη ὁ ιππος 94 καὶ οὐκ αλλος τις ἀλλ' αὐτὸς αιτιος τῆς τοῦ ἀνδρὸς σφαγῆς. ἐκ- πλαγὴς ουν ὁ βασιλεὺς γενόμενος ἐν τῇ παρρησίᾳ τῆς γυναικὸς καὶ περιθαμβής, καὶ τῶν λεγομένων εἰδὼς οὐδέν, τέως μὲν αὐτὴν ταμιευθῆναι διωρίσατο τῆς αὐτοῦ αχρι ἐπανόδου πρὸς τὰ ἀνάκτο- ρα, καὶ καλεῖν ταύτην καὶ δὴ εφησεν τὴν γυναῖκα μετὰ σπουδῆς ἐπαναδραμών· καὶ ηδε παρέστη εὐθέως, ἐκδιδάσκουσά τε πάντα καὶ διεξιοῦσα σαφῶς. κελεύει ουν τόν τε ἀφικέσθαι τὸν στρατη- γὸν ὁ βασιλεύς, καὶ περὶ τοῦ ιππου ζήτησιν ποιεῖ νεανικήν. ὡς δ' οικοθεν ὁ στρατηγὸς καὶ οὐκ αλλοθεν, ἀλλ' οὐδ' ἐξ ἁρπαγῆς τὸν ιππον ἀποσταλῆναι διεβεβαίου, παρίστησι κατὰ πρόσωπον τὴν ανθρωπον ελεγχον τῶν λεγομένων καὶ κατήγορον. οὐκ εφερεν ουν ὁ στρατηγὸς τῷ ψεύδει καταλαμπρύνεσθαι τὴν οψιν τῆς γυναικὸς ἐνορῶν, καὶ αμα ἱκέτης γίνεται ἐλεεινὸς καὶ τοῦ βασιλέως τοὺς πόδας λαμβάνει μετὰ κλαυθμοῦ. τί ουν ὁ βασιλεύς; ἐκείνην μὲν τὴν γυναῖκα μετὰ τῶν αὐτῆς παίδων ἀδελφοὺς ἐξ ισου καὶ κλη- ρονόμους τῆς ἐκείνου δείκνυσιν ὑποστάσεως, μεθίστησί τε τῆς ἀρχῆς αὐτόν, καὶ πᾶσι κατάδηλος γίνεται ἡ δικαία κρίσις αὐτοῦ καὶ τὸ πρὸς τοὺς αρπαγας φιλαπέχθημον. 8 Οὐχ ηττον δέ γε καὶ ταῖς οἰκοδομαῖς ἐγκείμενος τὴν ἑαυτοῦ ἐδείκνυτο ἐπιμέλειαν. τείχη τε γὰρ τὰ χθαμαλώτερα ἐκ βάθρων ἀναδειμάμενος, τὸ γῆρας ωσπερ ἀποξύσας καὶ πρὸς υψος μετὰ κάλλους ἀπάρας, αβατα πάντῃ πεποίηκε τοῖς ἐχθροῖς, α 95 καὶ μέχρι τοῦ νῦν τὴν τούτου προσηγορίαν ἐμφαίνουσιν ἐγγεγραμ- μένην εχοντα ἐν αὐτοῖς. οὐ μὴν δὲ ἀλλὰ καὶ πόρνας ἀπελάσας ἐξ οἰκημάτων, καὶ καθάρας ολον ἐκεῖνον τὸν χῶρον, ξενῶνα τὴν ἐκεί- νου φέροντα προσηγορίαν, κάλλει τε κάλλιστον καὶ μεγέθει μέγι- στον, ευπνουν τε καὶ ευοπτον, δι' ων τὰ φθοροποιὰ μὲν παθή- ματα ἀποκλύζονται, τὰ σωτηριώδη δὲ ἐπιγίνονται ἀλεξήματα, κατεσκεύασεν. ουτως ειχεν ἐκεῖνος πρὸς πόρνας. πλὴν οτι γέ φασιν αὐτόν ποτε κάλλει θεραπαινίδος τῆς Θεοδώρας ἁλόντα συμ- φθαρῆναι αὐτῇ, ῥᾳθύμως τότε βιοῦντα· ἐπεὶ γοῦν ῃσθετο τῆς ἐκ τοῦ καλοῦ διαμαρτίας, καὶ αλλως οὐδὲ τὴν Θεοδώραν τοῦτο λαθοῦσαν, κατηφιῶσαν δὲ καὶ αὐχμῶσαν καὶ στυγνάζουσαν, εκ- τοτε ἐξειπεῖν αὐτῇ, ἐπομνύμενον καὶ φρικτῶς τὰς χεῖρας ἐπαίροντα πρὸς θεὸν η μὴν τότε καὶ μόνον διολισθεῖν, καὶ συγγνώμην ἐπι- ζητεῖν παρὰ τῆς ἑαυτοῦ γυναικός. πρὸς τούτοις οικόν τινα καὶ ἀνάκτορα ταῖς ἑαυτοῦ θυγατράσιν παρὰ τὸν ουτω καλούμενον χῶρον τὰ Καριανοῦ πλουσίᾳ χειρὶ ἐξανέστησέν τε καὶ ηγειρεν, ων λείψανά τινα καὶ κολωνοὶ τῆς ἐκείνων μνήμης μέχρις ἡμῶν δια- σώζονται. 9 ̓Επεὶ δὲ παλαιῷ εθει ἑπόμενος ἐβούλετο τοῖς τῆςΑγαρ τὰ τῆς αὐτοκρατορίας ποιῆσαι κατάδηλα, ειτε δὴ κοινωνοὺς εὐ- φροσύνης λαμβάνων ειτε μᾶλλον τῷ φοβερὸς μέλλειν ὁρᾶσθαι αὐτοῖς, πρὸς τὴν τοιαύτην αξιον διακονίαν κρίνει ̓Ιωάννην τὸν τότε μὲν σύγκελλον, αὐτοῦ δὲ πρότερον, ὡς εφθημεν εἰπόντες, 96 διδάσκαλον. πολιτικῆς γὰρ εὐταξίας τοῦτον πλήρη