1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

35

τυγχάνοντα, οὐ μὴν δὲ καὶ τῇ αἱρέσει τούτου συμπαραμένοντα, ετι γε μὴν καὶ τὸ πρὸς τοὺς ἀντιρρητικοὺς λόγους κεκτημένον δραστήριον, ἠγάπα ουτος καὶ διαφερόντως τῶν κατ' αὐτὸν ἁπάντων ἐσέμνυνεν· ου δὴ χάριν καὶ πρὸς τὸν τῆς Συρίας αρχοντα ἐξαπέστειλεν, αλλα τε δοὺς αὐτῷ πολλὰ οις θαυμάζεται βασιλεία ̔Ρωμαίων καὶ τῶν ἀλ- λοφύλων γένος ἐπτόηται, προσεπιδοὺς δὲ καὶ χρυσίον κεντηναρίων τεσσάρων ὑπερβαῖνον ποσότητα. ἀλλὰ τὰ μὲν τῷ ἀμεραμνουνῇ ὡς δῶρα ἀπέσταλκεν, τὸ χρυσίον δέ, ὡς ειη τῷ ̓Ιωάννῃ εἰς φιλο- τιμίας ἐπίδοσιν, ἐπιδείξεώς τε χάριν αμα καὶ αὐξήσεως· εἰ γὰρ αμμου δίκην ὁ ἀποσταλεὶς τὸ χρυσίον εχει σπείρειν ὡς βούλεται, πολλῷ δή που μᾶλλον τὸν ἀποστείλαντα ἐπὶ πλούτου θημῶνας θαυμάζεσθαι χρή. διὸ καὶ σκεύη πρὸς τούτοις δύο ἐκ χρυσοῦ τε καὶ λίθων πολυτελῶν τὴν σύστασιν εχοντα, α ἡ κοινὴ γλῶττα καὶ μὴ καθαρὰ καλεῖ χερνιβόξεστα, αὐτῷ ἐπιδέδωκεν, πάντοθεν ἐξαί- ρων τὸν ἀπόστολον αὐτοῦ καὶ κοσμῶν. ος δὴ ἀφικόμενος καὶ τὰ Βαγδὰ αρτι καταλαβὼν πολὺς μὲν ἐφαίνετο ἐκ τῆς ενδον περι- νοίας καὶ λόγου τοῦ προφητικοῦ, πολὺς δὲ ἐκ τοῦ εξωθεν ἐπαν- θοῦντος πλούτου αὐτῷ καὶ σεμνότητος, οὐ μικρά τινα τοῖς ἀπο- στελλομένοις καὶ πρὸς αὐτὸν φοιτῶσι διδούς, μεγάλα δὲ καὶ τῷ βασιλεῖ τῶν ̔Ρωμαίων μόνον κατάλληλα. ἐκ τούτου ἐθαυμάζετό 97 τε, καὶ τὸ αὐτοῦ διαπρύσιον ἐγίγνετο ονομα. ἀλλὰ πρῶτον μὲν αρτι τοῖς ὁρίοις τῶν βαρβάρων προσβὰς ἐξέπληξέ τε πάντας, καὶ τῆς ἐρωτήσεως χάριν αὐτῷ ὑπηντηκόσιν καὶ οπως εχοι πυθομένοις μόνον ὁ βασιλεύς, τῇ δαψιλείᾳ τῶν δώρων καὶ τοῦ χρυσίου θαυμάσαι τούτους ἐποίησεν. τότε δὴ πλησιάσας τῷ ̓Ισμαὴλ καὶ κατὰ πρόσω- πον στάς, καὶ ἀπαγγείλας τοὺς ἐκ βασιλέως λόγους αὐτῷ, ἐπεὶ ἀπηγγέλκει, απεισι πρὸς τὸ ἀναπαύσεως καταγώγιον. μᾶλλον δὲ καὶ μᾶλλον βουλόμενος ἐξᾶραι τὰ ̔Ρωμαίων πράγματα, τοὺς ἐφ' οἱᾳδηποτοῦν αἰτίᾳ πρὸς αὐτὸν φοιτῶντας, μεγάλῃ τε καὶ μικρᾷ, σκεῦός τι ἀργύρεον χρυσίου πληρῶν ἑκάστῳ ἐπεδίδου φιλοτιμού- μενος. καί ποτε δὲ τοῖς βαρβάροις συνεστιώμενος τῶν εἰρημένων δύο χειρονίπτρων τοῖς ὑπηρετοῦσι παρήγγειλεν ἀπολέσαι τούτων ἑκουσίως τὸ ετερον, ο εἰς ὑπηρεσίαν ἐκέκτητο. ὡς δὲ θροῦς τις οὐκ ἀγεννὴς ἐπὶ τῇ ἀπωλείᾳ τούτου ἐγένετο, καὶ πάντες οἱ βάρβαροι τῷ κάλλει τούτου καὶ τῇ σεμνότητι, ετι γε καὶ τῇ μεγαλοπρεπείᾳ βε- βλημένοι τὴν ψυχὴν πολλὴν συζήτησιν ἐποιοῦντο καὶ ερευναν, καὶ πάντα κάλων, τὸ δὴ λεγόμενον, εσειον, ὡς αν εἰς φῶς ἀχθῇ τὸ κλαπέν, τηνικαῦτα ουτος τὸ ετερον ἐκβαλεῖν κελεύσας, καὶ "τοῦτο εα φθείρεσθαι" ἐπειπών, εἰς θάμβος ηγε τοὺς Σαρακηνούς, τὴν τοιαύτην ζήτησιν αὐτοῦ καταπαύσαντος. οθεν καὶ ὁ ἀμεραμνουνῆς ἀντιφιλοτιμούμενος, καὶ τούτου δεύτερος ὀφθῆναι μὴ βουλόμενος, 98 αλλοις τε δώροις αὐτὸν ἐθεράπευεν, οισπερ αὐτὸς οὐχ ἡλίσκετο ἀλλ' ὡς χοῦν αὐτοῦ κατενώπιον ερριπτεν, καὶ ἐπεδίδου αἰχμαλώ- τους ἑκατὸν αρτι τῆς φρουρᾶς ἐξαγαγὼν καὶ ἀμφιάσεσι κοσμήσας εὐπρεπέσι, τὰ τῆς αἰχμαλωσίας περιελόμενος ῥάκια. ἀλλὰ καὶ ουτος ἐπῄνει μὲν πάνυ καὶ ἀπεδέχετο τοῦ διδόντος τὸ μεγαλόδω- ρον, ἐλάμβανε δὲ οὐδαμῶς, εἰπὼν τούτους ἐν ἀνέσει μὲν τέως καὶ ἐλευθερίᾳ μένειν παρ' ἑαυτοῖς, μέχρις αν τὴν ἀντισήκωσιν ἐξεργά- σεται καὶ αλλους αἰχμαλώτους Σαρακηνοὺς ἐπιδοὺς ἐκείνοις τοὺς ἡμετέρους ἐκλήψεται. τοῦτο γοῦν γενόμενον ἐξέπληξε τὸν Σαρα- κηνόν· καὶ οὐκέτι ὡς ξένον ὡς οἰκεῖον δὲ ἡγούμενος τοῦτον συνε- χῶς μετεκαλεῖτο, καὶ θησαυροὺς ἐδείκνυε τοὺς ἑαυτοῦ καὶ τὰ τῶν οἰκημάτων κάλλη καὶ τὴν αὐτοῦ σεμνοπρέπειαν, καὶ ουτως δὴ τι- μῶν γε τοῦτον ἐφαίνετο, αχρις ου μεγαλοπρεπῶς πάλιν πρὸς τὴν Κωνσταντινούπολιν ἐξαπέσταλκεν. ος καὶ πρὸς τὸν Θεόφιλον αρτι ἐξεληλυθώς, καὶ τὰ τῆς Συρίας πρὸς αὐτὸν διεξερχόμενος, επεισε τὰ τοῦ Βρύου ἀνάκτορα πρὸς τὴν τῶν Σαρακηνῶν κατα- σκευασθῆναι ὁμοίωσιν, εν τε σχήμασι καὶ ποικιλίᾳ μηδὲν ἐκείνων τὸ σύνολον παραλλάττοντα,