36
ἐκείνοις τούτου παρισταμένου καὶ κατὰ τὴν ̓Ιωάννου ἐξήγησιν τὰ τῶν εργων ἐκπερατοῦντος, ος ονο- μα μὲν Πατρίκης ουτω καλούμενος ὠνομάζετο, τῇ τῶν πατρικίων δὲ τιμῇ ἐσεμνύνετο, τοῦτο μόνον περιττότερον ἐργασάμενος, τὸ κατὰ τὸν κοιτῶνα μὲν ἀνεγεῖραι ναὸν εἰς ονομα ὑπεραγίας δεσποί- νης ἡμῶν θεοτόκου, κατὰ δὲ τὸ προαύλιον τῶν τοιούτων παλα- 99 τίων τὸν τρίκογχον ναὸν κάλλει τε κάλλιστον καὶ μεγέθει πολλῶν διαφέροντα, καὶ τὸ μὲν μέσον εἰς ονομα τοῦ ἀρχιστρατήγου, τὰ δὲ ἑκατέρωθεν τούτου εἰς μαρτύρων γυναικῶν ἁγίων ὀνόματα. 10 Καὶ περὶ μὲν τὰ τοιαῦτα ἐδόκει τε καὶ ἐνομίζετο με- γαλοπρεπὴς ὁ Θεόφιλος καὶ θαυμαστός· περὶ δὲ τοὺς πιστοὺς ἡμᾶς καὶ τοὺς τὰς σεπτὰς καὶ θείας εἰκόνας προσκυνοῦντας οιος! ὡς βάρβαρός τις καὶ αὐστηρός, πάντας παρελάσαι φιλονεικῶν ἐπὶ τούτῳ δεινούς. οἱ μὲν γὰρ πρὸ αὐτοῦ (Λέων δὲ ησαν καὶ Μιχαὴλ ὁ τούτου πατήρ) ὁ μὲν ἐθέσπισεν μή τινι τῶν γεγραμμέ- νων εἰκόνων, καν ει που γραφόμεναι τύχοιεν, τὴν αγιος φωνὴν ἐγχαράττεσθαι, ὡς οὐκ αλλῳ τινὶ ταύτην ἁρμόζει ἐπιγράφεσθαι η τῷ θείῳ οὐκ εὐστόχως βαλὼν τῷ νῷ· πῶς γάρ, ειγε καὶ αὐτῆς τῆς θεὸς φωνῆς ὑψηλοτέρας ουσης μεταδοὺς ὁ θεὸς τοῖς ἀνθρώ- ποις, τοῖς οὐ φύσει, θεοῖς δέ φημι, ειγε αὐτὸς διὰ τοῦ προφήτου ην ὁ φθεγξάμενος, τῆς αγιος ἀποστερήσει ταπεινοτέρας ουσης κατὰ πολύ; πλὴν ὁ μὲν τοῦτο, φησί, θεσπίσας ην, ατερος δὲ ὁ Λέων τὸ μηδὲ προσκυνεῖσθαι· ἐγὼ δὲ τὸ μηδὲ χρώμασι ταύτας τυποῦσθαί τε καὶ μορφάζεσθαι, καθὸ χαμαιπετῆ οντα οὐ χρὴ πρὸς ταῦτα ἐπτοῆσθαι, πρὸς μόνην δὲ τὴν ἀλήθειαν σκοπεῖν. ἐντεῦθεν ουν καθῃροῦντο μὲν κατὰ πᾶσαν ἐκκλησίαν αἱ θεῖαι μορ- φαί, θηρία δὲ καὶ ορνιθες ἀντὶ τούτων ἀνεστηλοῦντο καὶ ἐνεγρά- 100 φοντο, τὴν θηριώδη καὶ ἀνδραποδώδη τούτου διάνοιαν ἐξελέγχον- τα. ἐντεῦθεν βεβήλοις χερσὶ δι' ἀγορᾶς τὰ ἱερὰ κειμήλια ἐφυ- βρίζοντο καὶ αλλως ἐρριπτοῦντο κατὰ τῆς γῆς πυρὶ διδόμενα, καὶ κοινὰ τὰ τίμια ἐλογίζοντο, οσα τὰς θείας εφερον ἐγκεκολαμμένας μορφάς. ἐντεῦθεν πλήρη μὲν τὰ πολιτικὰ δεσμωτήρια τῶν διὰ τιμῆς ἀγόντων αὐτάς, τῶν γραφόντων, τῶν μοναζόντων, τῶν ἐπισκόπων, τῶν ποιμένων, τῶν ποιμαινομένων, πλήρη δὲ τὰ ορη τε καὶ τὰ σπήλαια τῶν ὡς κακούργων ἀναιρεθέντων λιμῷ τε καὶ δίψει, καὶ τῶν ἐκ πολιορκίας δεινῆς οὐκ ἐπ' ελαττον. αρτι γὰρ ἀβάτους τηρεῖσθαι τοῖς μοναχοῖς τὰς πόλεις ἐγκελευσάμενος, καὶ πάντῃ τούτους ὡς ἀποτρόπαιον ἀπελαύνεσθαι θεσπίσας, ἀλλὰ μηδὲ κατὰ χώραν ὁρᾶσθαι τολμᾶν, εἰργάσατο τούτων τὰ μονα- στήρια καὶ ἡσυχαστήρια περιφανῶς πολυάνδρια καὶ κοσμικὰ καταγώγια. τινὲς μὲν γὰρ αὐτῶν προδοῦναι τὴν ἀρετὴν καὶ τὸ ἱερὸν ενδυμα οὐμενοῦν θέλοντες λιμῷ τακέντες καὶ κακουχίαις ἐξέλιπον· οἱ δὲ πρὸς τοσοῦτον ἀγῶνα μηδ' ἀντοφθαλμεῖν δυνά- μενοι τῶν ἐνδυμάτων μὲν κατωλιγώρησαν, τὴν ἑαυτῶν δὲ σωτη- ρίαν πως ᾠκονόμησαν· ετεροι δὲ ῥᾳθυμότερον διαζῶντες τὸν ανε- τον καὶ ἐκλελυμένον ἠσπάσαντο βίον, τῶν θείων υμνων καὶ ᾠδῶν καὶ ἐσθήματος ἀφειδήσαντες, τὸ μηδὲ τούτους τελεῖσθαι τοὺς συλλόγους τὸν τύραννον βούλεσθαι, α πολλάκις καὶ μόνα δύναν- ται τηρεῖν καὶ οιον χαλινός τις ειναι τοῖς πρὸς τὰ πάθη ἀτάκτως κατολισθαίνουσιν. 101 11 Πλὴν οὐκ ην πάντῃ τὴν παρρησίαν καὶ ἐλευθερίαν ἰδεῖν τῶν ἀνθρώπων ἀποφοιτήσασαν, ἀλλὰ τῶν θερμοτέρων τινὲς μὲν καθ' εις τινὲς δὲ συστάδην, ὡς οἱ τῆς τῶν ̓Αβρααμιτῶν μονῆς ὁρμώμενοι, αὐτῷ λογικῶς εκ τε τῶν εἰρημένων τοῖς πατράσιν ἡμῶν ∆ιονυσίῳ τε τῷ θείῳ καὶ ̔Ιεροθέῳ καὶ Εἰρηναίῳ ἀπεδείκνυον ὡς οὐ χθὲς καὶ πρῴην ἡ τῶν μοναχῶν πολιτεία τε καὶ κατάστασις ἐπινενόηται, παλαιὰ δέ τις καὶ ἀρχέγονος καὶ τοῖς ἀνθρώποις ἐπέραστος. οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν θείων εἰκόνων ἐκτύπωσιν σύντροφόν τε τῶν ἀποστόλων καὶ ὁμοδίαιτον ἀπεδείκνυον, ειγε Λουκᾶς μὲν ὁ θεῖος τὴν τῆς θεοτόκου μορφὴν ἐνετύπωσεν, αὐτὸς δὲ Χριστὸς ὁ δεσπότης ἡμῶν καὶ θεὸς τὴν ἑαυτοῦ ἐπί τινος ὀθό- νης ἀπομαξάμενος