37
ἀχειρότευκτον ἡμῖν ἐγκατέλιπεν. ουτοι γοῦν οἱ θειότατοι ανδρες τὴν τοῦ τυράννου μανίαν καὶ θηριωδίαν ἐκκα- λεσάμενοι τῷ σφόδρα παρρησιασθῆναι μετὰ πολλὰς ἑτέρας βασά- νους τῆς πόλεως ἐξώσθησαν, πρὸς δὲ εὐκτήριον προδρόμου τὸ ουτω καλούμενον τοῦ Φοβεροῦ κατὰ τὸν Ευξεινον πόντον πεφευ- γότες, καὶ ταῖς τῶν μαστίγων ἀφορήτοις φοραῖς τελείως κατα- πονηθέντες, τῆς ανω λήξεως ἠξιώθησαν· ων καὶ τὰ ἱερὰ σώματα ἐπὶ πολὺ αλλως ἐρριμμένα πρὸς τουδαφος, μηδὲ τῆς ταφῆς εὐμοι- ρηκότα, σῶα διετηρήθησαν καὶ ἀλώβητα, μέχρις οτου τοῖς πιστοῖς γενόμενα φανερὰ ἐκηδεύθησάν τε καὶ καταλλήλως τοῖς ὑπὲρ Χρι- στοῦ μαρτυρήσασιν ἐτιμήθησαν. 102 12 Τούτοις ἐφάμιλλος καί τις γενόμενος μοναχός, αρτι δὲ πρὸς ἀρχὴν τῆς ἱερωσύνης ἀναδραμὼν καὶ ζήλου πλη- σθείς, τὸν τύραννον ἐλέγξαι διέγνωκε καὶ περὶ τῶν ἁγίων εἰκόνων πεῖσαι, εἰ δυνατόν. καὶ δὴ κατὰ πρόσωπον αὐτοῦ στὰς αλλα τε διεξῄει πολλὰ καὶ τὸ τοῦ ἀποστόλου Παύλου ῥητόν, τοῦτο δὴ τὸ φάσκον "ει τις ὑμῖν εὐαγγελίζεται παρ' ο παρελάβετε, ἀνάθεμα εστω." ἀλλὰ καὶ τούτῳ πληγὰς ἐπιθεὶς οὐκ ὀλίγας, ἐπεὶ σοφώτερα λέγειν διέγνωκεν αὐτοῦ τε δυνατώτερα εἰπεῖν, πρὸς τὸν ̓Ιωάννην ἐξαπέσταλκεν, καθηγητὴν αὐτοῦ γεγονότα τε καὶ διδάσκαλον, δια- λεκτικαῖς ἀποδείξεσι χρώμενον καταβαλεῖν αὐτὸν ἐγκελευσάμενος. ἀλλὰ καὶ τοῦτον ὁ γενναῖος ἀγωνιστὴς οὐ ταῖς σοφιστικαῖς καὶ δια- λεκτικαῖς ἀποδείξεσι, τοῖς ἀποστολικοῖς δὲ καὶ εὐαγγελικοῖς ῥήμασιν ἀφωνότερον ἰχθύων ἀποδείξας τέως μὲν ἀπὸ τούτου ἐγένετο, υστε- ρον δὲ πρὸς τὸ Καλὸν ουτω λεγόμενον ἀποδημήσας ορος, ̓Ιγνάτιόν τινα θεοφόρον ανδρα καταλαβὼν χειροτονίας τε ἠξίωσεν, καὶ περὶ τῶν μελλόντων πραγμάτων τε καὶ βασιλέων ἀναδιδάξας, αχρι καὶ τοῦ φιλοχρίστου Λέοντος καὶ τῶν τέκνων αὐτοῦ διαμείνας, πρὸς κύριον ἐξεδήμησεν. 13 ̓Επεὶ δὲ πάντας τοὺς τὰς θείας ἐκτυποῦντας μορφὰς ἐξ ἀνθρώπων ποιεῖν ὁ τύραννος ἐνενόησεν η τὸ ζῆν αἱρουμένους ἐμπτύειν τε καὶ ὡς βέβηλά τινα ἐπ' ἐδάφους ῥιπτεῖν καὶ καταπα- τεῖν καὶ ουτω σώζεσθαι, καὶ τὸν μοναχὸν Λάζαρον (περιβόητος 103 δὲ τηνικαῦτα κατὰ τὴν ζῷα γράφουσαν ὑπῆρχε τέχνην) βιάζεσθαι τὸν ανδρα διέγνωκεν. ἀλλὰ καὶ τοῦτον κρείττω μὲν τῶν θωπειῶν κρείττω δὲ καὶ τῆς αὐτοῦ γνώμης εὑρίσκων, οὐχ απαξ η δὶς ἀλλὰ καὶ πολλάκις ὑπ' αὐτοῦ ἐλεγχόμενος, τοσοῦτον ταῖς βασάνοις κατῄκισεν ὡς πρῶτον μὲν συναπορρέειν τὰς σάρκας τῷ αιματι καὶ μηδὲ ζῆν ολως ὑπονοεῖσθαι παρὰ πολλῶν. ἐπεὶ δὲ τῷ δεσμωτη- ρίῳ τοῦτον αυθις ἐγκαθειργμένον μόλις τε ἀναρραΐσαντα διήκουσε, καὶ τῇ ἑαυτοῦ τέχνῃ ἐνασχολούμενον τὰς τῶν ἁγίων ἐν πίναξιν ἀναστηλοῦν μορφάς, πέταλα σιδηρᾶ ἀπανθρακωθέντα ταῖς πα- λάμαις αὐτοῦ τεθῆναι προσέταξεν. ἐβόσκετο ουν τὸ πῦρ τὰς σάρκας αὐτοῦ καὶ κατενέμετο, αχρι ποτὲ ἀπαγορεύσας εκειτο ἡμιθνής. ἀλλ' εδει τοῦτον ὑπὸ τῆς χάριτος διατηρεῖσθαι καὶ τοῖς υστερον εναυσμα· οθεν ἐπεὶ τὰ τελευταῖα πνεῖν τὸν οσιον ἀνεμάνθανεν, ἱκετείαις τῆς Αὐγούστης καί τινων αλλων οἰκειοτέρων τῆς εἱρκτῆς μὲν ἀπέλυσεν, ὁ δὲ πρὸς τὸν ναὸν τοῦ προδρόμου τὸν ουτω κα- λούμενον τοῦ Φοβεροῦ ἐναπεκρύβη, ενθα καὶ τῶν πληγῶν συνου- σῶν αὐτῷ εἰκόνα διέγραψε τοῦ προδρόμου τὴν καὶ μέχρις ἡμῶν διασωζομένην τε καὶ ἰάσεις ἐπιτελοῦσαν πολλάς. καὶ τότε μὲν ταῦτα, μετὰ δὲ τὴν τοῦ τυράννου ἀποβίωσιν, τῆς ὀρθοδοξίας ἀνα- λαμψάσης, τὴν ἐν τῇ Χαλκῇ εἰκόνα τοῦ θεανθρώπου ̓Ιησοῦ Χρι- στοῦ οἰκείαις ουτος χερσὶν ἀνεστήλωσεν. ος καὶ καλούμενος ὑπὸ τῆς περιφανοῦς Θεοδώρας συγγνώμην δοῦναί τε καὶ αἰτήσασθαι τῷ ταύτης ἀνδρί, "οὐκ αδικος ὁ θεός" εφη, "ω βασίλισσα, ἐπι- 104 λαθέσθαι τῆς ἡμῶν ἀγάπης καὶ τῶν πρὸς αὐτὸν κόπων, ἐκείνου δὲ τὸ μῖσος καὶ τὴν ὑπερβάλλουσαν μανίαν καὶ προτιμῆσαι." ἀλλὰ ταῦτα μὲν υστερον. 14 Καί ποτε δὲ τὸν ὁμολογητὴν Θεοφάνην καὶ Θεόδωρον τὸν αὐτοῦ ἀδελφόν, ἐπείπερ λογιότητι διαφέροντας ἀνεγίνωσκε τῶν πολλῶν, κατὰ τὸν τοῦ Λαυσιακοῦ