39
ἐκείνου φασὶν ειναι τόκον ψυχῆς. 17 ̓Επεὶ δὲ καὶ τὸν τῆς κεφαλῆς κόσμον ὀλίγον πως ἐκ φύσεως εφερε καὶ ψιλὸς τὰς τρίχας ὑπῆν, ἐθέσπισεν ἁπανταχῇ ἐν χρῷ ταύτας ἀποκείρειν καὶ μή τινα ̔Ρωμαῖον οντα τοῦ τραχήλου περαιτέρω φέρειν συγχωρεῖν· εἰ δέ τις φωραθῇ, πολλαῖς αἰκιζό- μενον μάστιξι πρὸς τὴν τῶν προγόνων ̔Ρωμαίων ἐπανάγεσθαι ἀρε- τήν· τούτῳ γὰρ καὶ ουτοι τριχώματι ἐσεμνύνοντο. οθεν καὶ νόμον ἐξέθετο τοῦ μή τινα διόλου κατατολμᾶν περαιτέρω τοῦ αὐχένος προβαίνειν ἐᾶν. 18Εδει δὲ αρα καὶ τὰ κατ' αὐτὸν καὶ τὴν αὐτοῦ συγγέ- νειαν προνοήσασθαί τε καὶ διοικῆσαι κατὰ τὸ τούτῳ δοκοῦν· καὶ διὰ τοῦτο, ἐπεὶ πέντε μὲν ετυχε τηνικαῦτα θυγατέρων ὑπάρχειν πατήρ, ερημος δὲ ἀρρενικῆς ὡρᾶτο γονῆς, τὴν πασῶν ἐσχάτην Μαρίαν ὑπερβαλλόντως ἠγαπημένην ουσαν τῶν αλλων ᾠήθη δεῖν συζεῦξαι ἀνδρί. ὁ δ' ἀνὴρ τῆς τῶν Κρηνιτῶν κατήγετο γενεᾶς, χώρας τῆς τῶν ̓Αρμενίων, ̓Αλέξιος τουνομα, Μουσελὲ τὴν ἐπωνυ-μίαν, τῷ ειδει ὡραῖος, ἀκμάζων τὴν ἡλικίαν, οἰκῶν κατὰ τὸ τῆς ἀκροπόλεως μέρος, κατὰ τὰς ουτω καλουμένας τῆς Κρηνιτίσσης 108 οἰκίας· ον πρῶτον μὲν τῇ τῶν πατρικίων καὶ τῶν ἀνθυπάτων τι- μήσας ἀξίᾳ διὰ τὸ πρὸς τὴν θυγατέρα τούτου φιλόστοργον, επειτα δὲ καὶ μάγιστρον καὶ Καίσαρα τὸ εσχατον ἀνηγόρευσεν, στρατεύματά τε δοὺς ἱκανὰ πρὸς τὴν Λογγοβαρδίαν ἐξέπεμψεν, χρείας τηνικαῦτα κατεπειγούσης τινός. καὶ ὁ μὲν ἀπῄει καλῶς τὰ κατ' αὐτὸν ἀνύων, καὶ ὡς ἐδόκει τῷ βασιλεῖ· καὶ διὰ τοῦτο ηκμαζε μὲν ὁ πρὸς αὐτὸν πόθος τοῦ βασιλέως, συνήκμαζε δὲ καὶ ὁ ἐξ ἀνθρώπων φθόνος αὐτῷ, καί τινες ἐλοιδόρουν καὶ βλάσφημά τινα εφασκον κατ' αὐ- τοῦ, ὡς τῆς τε βασιλείας ἐπιθυμεῖ καὶ δεῖ ποτὲ τὸ αλφα τοῦ θῆτα κατακυριεῦσαι. οθεν ἐπεὶ τὰς κατ' αὐτοῦ συρραφείσας διαβολὰς ὁ Καῖσαρ ̓Αλέξιος διακήκοεν, τὸν φθόνον ωσπερ κατευλαβούμενος πολλὰ τοῦ βασιλέως ἐδέετο οἰκτεῖραι τοῦτον καὶ συγχωρῆσαι πρὸς τὸν μονήρη βίον μετατάξασθαι. ἀλλὰ τότε μὲν ουτ' ἐκεῖνος συνε- χώρησεν, τὴν χηρείαν τῆς θυγατρὸς προβαλλόμενος, καὶ ὁ ῥηθεὶς Καῖσαρ εμενεν ἐφ' ἡσυχίας πολλῆς τοῖς δημοσίοις ἐνασχολούμενος πράγμασιν. ὡς δὲ τὸν Μιχαὴλ ἐγέννησεν ὁ Θεόφιλος, καὶ ἡ τούτου μὲν θυγάτηρ τοῦ Καίσαρος δὲ γαμετὴ τὸν βίον μετήλλα- ξεν, ταύτην μὲν τοσοῦτον τετίμηκεν ὡς καὶ τὸν χοῦν αὐτῆς ἐν λάρνακι θεῖναι περιηργυρωμένῃ καὶ προνόμιον δοῦναι διὰ λελα- ξευμένων ἐν αὐτῇ ἰάμβων ἀσυλίας τοῖς ἐφ' οιοις δήποτε ἐγκλήμα- σιν ἀνθρώποις ἁλοῦσιν καὶ προσφυγοῦσιν ἐκεῖ· τὸν ̓Αλέξιον δὲ λάθρα μεταταξάμενον καὶ τὸ μοναχικὸν μεταμφιασάμενον εσθη- μα, ἐπεὶ μὴ ἠδύνατο πεῖσαι τοῦ πάλιν αὐτὸ ἀποβαλεῖν, μόλις 109 συγχωρῆσαι, πολλοῖς ὀνείδεσι περιβαλὼν οις οὐ μετ' αὐτοῦ εκρι- νεν ειναι ἀλλ' ἐν παραβύστῳ που καὶ γωνίᾳ. οθεν ἐδίδου τούτῳ δωρεὰν τό τε κατὰ Χρυσόπολιν βασιλικὸν μοναστήριον, προσέτι μὴν καὶ τὸ τοῦ Βυρσέως καὶ τὸ τοῦ κατὰ τὸν ̓Ελαίαν. ἀλλ' ἐκεῖ- νος τῷ κατὰ τὴν Χρυσόπολιν οντι ἐνδιαιτώμενος, ἐπεί ποτε περι- πάτου ἐδεήθη καὶ κατὰ τὸν ̓Ανθεμίου τόπον ἐγένετο, βασιλικῶν τηνικαῦτα τυγχάνοντα τῶν μαγγάνων, ελεγεν δὲ ὡς εκαστον τῶν σεμνείων τῶν οἰκοδομούντων φέρει τὴν κλῆσιν ἀθάνατον, ειλετο τοῦτον διὰ βασιλικῆς προστάξεως ἐξωνήσασθαι καὶ ιδιον κατα- σκευάσαι. ο καὶ διὰ τῆς βασιλίδος Θεοδώρας ἐγένετο, τῆς αὐτοῦ πενθερᾶς. οθεν καλῶς ἐποικοδομήσας καὶ εἰς μοναχικὴν τάξιν ἀγαγὼν ἐκεῖσε τὸν βίον ἐκλιμπάνων ἐτέθη, τὸν τάφον καὶ τὴν αὐ- τοῦ ανωθεν ἐπιγεγραμμένην εἰκόνα μάρτυρα εχων τῶν λεγομένων. οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου ἀδελφὸς Θεοδόσιος πλησίον τέθειται αὐτοῦ, πατρικίων τιμῇ ἐγκαταλεγείς, πολλὰ γνωρίσματα τῆς αὐ- τοῦ ἀρίστης βιώσεως ἐν τῷ μοναστηρίῳ καταλιπών. 19 ̓Εγκειμένων δὲ τῶν ̓Αγαρηνῶν καὶ μετὰ πολλῶν μυ-ριάδων τοῦ ̓Ιβραὴμ κατὰ ̔Ρωμαίων ἐκστρατεύοντος, καὶ ὁ Θεόφι-λος ερωτι φιλοτιμίας καὶ γενναιότητος ἐπὶ πόλεμον εξεισιν, αναν- δρον οὐδὲν οὐδὲ μαλακὸν ἐννοῶν· εἰ γάρ τι καὶ δέος προσῆν, ἀλλ' ἡ τῶν σὺν αὐτῷ ἀνδρῶν κατὰ πολέμους