40
πεῖρά τε καὶ γενναιότης ἀπέτρεπε τοῦτο καὶ πόρρω ποι ἐναπέπεμπε. Θεόφοβος οἱ ανδρες 110 καὶ Μανουὴλ ἐκαλοῦντο. ἀλλ' ὁ Μανουὴλ δεινὸς ἐπ' ἀνδρείᾳ, καὶ τοῖς ἐναντίοις απασι γνώριμος· ἐξ ̓Αρμενίων γὰρ τὴν γένεσιν ην, καὶ τοῦ στρατοῦ τῶν ̓Ανατολικῶν ἐπὶ τοῦ Λέοντος προηγού- μενος, καὶ τοῦ πρὸ αὐτοῦ Μιχαὴλ ἱπποκόμων ὁ πρῶτος· πρωτο- στράτορα τοῦτόν φασιν. δηλώσει δὲ καὶ τὸν Θεόφοβον ὁ λόγος, οθεν τε καὶ οπως ἐκ Περσῶν καταγόμενος τῷ βασιλεῖ γέγονε γνώ- ριμος καὶ τὴν ἀδελφὴν αὐτοῦ εἰς γάμον ἡρμόσατο. εἰς πρεσβείαν τίς ποτε τῶν ἐκ βασιλικῆς σειρᾶς Περσῶν ἀφικόμενος πρὸς τὴν Κωνσταντίνου, οὐκ ἐκ νομίμου συναφείας κρυφίου δὲ καὶ λα- θραίας τοῦτον γεννηθῆναι ποιήσας ἐξαπεδήμησεν. ἐπεὶ δὲ νόμος τοῖς Πέρσαις ἀπαράβατος μή τινα τῆς παρ' αὐτῶν ἀρχῆς ἐγκρατῆ γενέσθαι, εἰ μὴ τῆς βασιλικῆς μετέχῃ σειρᾶς, ἐξέλιπον δὲ ἐκ τῶν συνεχῶν πολέμων καὶ τῇδε κἀκεῖσε μετασκηνώσεων ὑπὸ τῶν ̓Αγα- ρηνῶν ἐλαυνόμενοι οἱ τῆς βασιλικῆς φυλῆς, ἀλλὰ καὶ λόγος ἐφέ- ρετο πολὺς περὶ αὐτοῦ παρὰ τῶν ἐν Περσίδι μενόντων, ὡς ῃ τις κατὰ τὸ Βυζάντιον ὠνομασμένος Θεόφοβος (καὶ γὰρ ην δοθεὶς ὑπὸ τοῦ τηνικαῦτα σπείραντος τοῦτον πατρός), εδοξε τοῖς ἀρίστοις τῶν Περσῶν κρύφα τινὰς ἐκπέμψαι τοῦ ζητουμένου εἰς ερευναν. καὶ δὴ καταλαβόντες τὴν ἡμετέραν μόγις τοῦτόν ποτε τῇ μητρὶ συνόντα καὶ κατὰ τὴν ̓Οξεῖαν ἐνδιαιτώμενον προσεφεύρισκον. ἐπεὶ γοῦν οὐκ εκ τινων μόνον ἰνδαλμάτων ἀλλὰ καὶ αὐτῶν τῆς ψυχῆς καὶ σώματος γνωρισμάτων ὁ ζητούμενος ἐδηλοῦτο τότε καὶ ἐγνω- 111 ρίζετο, προσέτι μὴν καὶ τῶν ἐκ γειτόνων ἐμαρτύρει τις τὴν γενο- μένην τῇ γυναικὶ πρὸς τὸν Πέρσην συνάφειαν (οὐ γάρ τι κρυπτὸν ο τοῖς πολλοῖς οὐ γνωσθήσεται), δήλους ἑαυτοὺς οἱ ἀπεσταλμένοι ποιοῦσι τῷ βασιλεῖ καὶ τὰ τοῦ δράματος σαφηνίζουσιν, εἰρήνην καὶ σπονδὰς καὶ παντὸς τοῦ εθνους ὑποταγὴν καθυπισχνούμενοι, εἰ τοῦτον αὐτοῖς ἐπιδοῦναι οὐ παραιτήσεται. ἐγεγήθει γοῦν τοῖς ὑποσχεθεῖσιν ὁ βασιλεύς, καὶ ἐπείπερ ουτως εχουσαν ευρισκε τὴν ἀλήθειαν, ἐν βασιλείοις τοῦτον αὐλίζεσθαι καὶ κατασκηνοῦν ποιεῖ, μαθήμασί τε καὶ παιδείᾳ ἐπιμελούμενον. 20Εστι δὲ καὶ αλλος λόγος περὶ τοῦ Θεοφόβου (καλὸν γὰρ ἀμφοτέρους εἰρῆσθαι), μικρὸν μὲν κατὰ τὴν ἀρχὴν διενηνοχέ- ναι δοκῶν, ταλλα δὲ ομοια σώζων τῶν γεγραμμένων καὶ πάρισα· εστιν δὲ ος οὐκ ἀπὸ πρέσβεώς τινος τὴν νόθον σπορὰν δέξασθαι τοῦτόν φησιν, ἀλλὰ κατά τινα περιπέτειαν τῶν ἐν πολέμοις συμ- βαινόντων καὶ τὸν τούτου πατέρα, ειτε βασιλεύοντα ειτε καὶ βα- σιλέως ἐγγὺς οντα κατὰ συγγένειαν, φυγεῖν ἐκ Περσίδος καὶ πρὸς τὴν βασιλεύουσαν πένητα διαθλοῦντα βίον προσρυῆναι, κἀκεῖσε καπηλίδι τινὶ γυναικῶν δουλεύοντα ὀψέ ποτε τῷ ταύτης ερωτι καὶ νομίμῳ συναφείᾳ τοῦτον ἐναποτεκεῖν. ἀλλ' ὁ μὲν ἐξ ἀνθρώπων ἐγένετο, ἀστρονομίᾳ δέ τινι καὶ μαντείᾳ (καὶ γάρ φασι ταύτας τὰς ἐπιστήμας ἀκμάζειν ετι παρὰ Πέρσαις) μαθεῖν περὶ τοῦ Θεοφό- βου, ζητοῦσιν αὐτοῖς εἰ εστι πού τις ἐκ βασιλικῆς φυλῆς καταγό- 112 μενος, καὶ ἐπείπερ εμαθον, σπουδῇ ἐπὶ τὴν Κωνσταντίνου θεῖν εἰς τὴν τοῦ ζητουμένου ερευναν. γνωστὸν ουτως γενέσθαι τῷ βασιλεῖ, καταληφθέντος αὐτοῦ. ἐπείπερ ουν ἡ τούτου ἐμφάνεια καὶ κατὰ τὸν βίον παρουσία απασιν ἐγνώσθη τοῖς κατὰ τὴν Περ- σίδα διὰ τῶν ὑποστρεψάντων ἀποστόλων, ἡδὺ πᾶσιν ἐφάνη καὶ ἐφετὸν τοῦ ἀπόστασίν τινα ἐννοῆσαι ἀπὸ τῶν τῆςΑγαρ, τῇ δὲ τῶν ̔Ρωμαίων ἀρχῇ προσχωρῆσαι, ὡς αν τοῦ κατὰ γένος ἀρχηγοῦ εὐ- μοιρήσειαν. (21) ετυχε δὲ αλλως ὁ τῶν Περσῶν ἀρχηγὸς Βάβεκ ηδη πενταετίαν εχων ἐξ ἀμεραμνουνῆ ἀποστὰς καὶ πτέρναν ἐπάρας κατ' αὐτοῦ ἐν χιλιάσιν ἑπτά· ος καὶ πόθῳ πρὸς τὸν Θεόφοβον καὶ φόβῳ τῷ ἐξ ου ἀπέστη ̓Αγαρηνοῦ πρὸς τὴν ̔Ρωμαϊκὴν ἐπικρά-τειαν κατὰ πόλιν Σινώπην ερχεται, καὶ τῷ βασιλεῖ ἑαυτόν τε καὶ τὸ ολον εθνος ὑπήκοον τέθεικεν. διά τοι τοῦτο τόν τε Θεόφοβον ὁ Θεόφιλος τιμῇ τῇ πατρικίων ἐναριθμεῖ, καὶ τῇ ἑαυτοῦ ἀδελφῇ πρὸς γάμον ἐκδίδωσι, συναρμόζεσθαί τε εκαστον τῶν Περσῶν νομοθετεῖ