1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

42

περὶ αὐτοῦ λόγους ἐπισφραγίζων, ἐκέλευσέ πως ἰδὼν ὁ βασι- λεύς, καὶ τοῖς ἐπαίνοις κλαπείς, ιππον τε τὸν ανδρα ἐπιβῆναι καὶ δόρατα λαβόντα δύο τὴν εὐφυΐαν τούτου καὶ ἀριστείαν ἁπάσῃ τῇ πόλει ἐνδείξασθαι. καὶ δὴ τούτου γενομένου καὶ τοῖς ἀπειροτέ- ροις τέρψιν παρέχοντος τῇ ὁράσει, Θεόδωρος ὁ Κρατερὸς ουτω λεγόμενος, ὁ καὶ μετὰ βραχὺ ἀρχηγὸς τῆς τῶν ἁγίων μβʹ μαρτύ- ρων φάλαγγος γεγονώς, πλησιάζων τῷ βασιλεῖ ἐξεμυκτήριζε τὸν ̓Αγαρηνόν, ἀνδρεῖον οὐδὲν φάσκων οὐδὲ καταπληκτικὸν ἐνδεικνύ- μενον. ῳ καὶ χαλεπήνας ὁ βασιλεύς "ἀλλὰ δι' ἰσχύος εχεις αὐτός, ω θηλυδρία καὶ ανανδρε, τοιοῦτόν τι ἐργάσασθαι;" καὶ ος αὐ- τίκα "δύο μέν, βασιλεῦ, μὴ μαθὼν οὐδὲ μεταχειρίσασθαι δόρατα δύναμαι· οὐδὲ γὰρ ἐν πολέμῳ τοιαύτης χρεία ἀδολεσχίας· ἑνὶ δὲ δόρατι χρώμενος τὴν εἰς θεὸν πεποίθησιν εχω βεβαίαν ὡς κρη- μνίσω τε τοῦτον καὶ τοῦ ιππου καταβαλῶ." τὴν παρρησίαν γοῦν μὴ φέρων ὁ βασιλεὺς η μὴν εφησε, κατὰ τῆς κεφαλῆς αὐτοῦ τὸν ορκον ἐπαγαγών, θανάτῳ παραδοῦναι τὸν αγιον, εἰ μὴ τοὺς λό- 116 γους οντως εἰς εργον ἀγάγοιεν. ιππον ουν ἀναβὰς ὁ Θεόδωρος καὶ δόρυ λαβὼν ἐν χεροῖν θᾶττον η λόγος ἐν οὐ πολλαῖς περιόδοις τὸν Σαρακηνὸν κατεκρήμνισε, καὶ μέγα τούτῳ φρονεῖν δέδωκεν οὐδα- μῶς. ὁ μὲν ουν βασιλεὺς ᾐσχύνθη ατε δὴ καταβεβλημένον ἰδὼν τὸν Σαρακηνὸν ὑπ' ἀνδρὸς εὐνούχου καὶ οὐ γενναίου τινός, παν- οῦργος δὲ τέως ων καὶ τὴν ἀρετὴν αἰδούμενος τοῦ ἀνδρὸς ἐφιλο- φρονήσατο μὲν λόγοις αὐτόν, στολάς τε καὶ περιβολὰς αὐτῷ τὴν πολιτείαν αἰδούμενος ἐδωρήσατο. 24Αρτι δὲ πάλιν τοῦ εαρος ἱσταμένου καὶ τοὺς μαχητὰς κατ' ἀλλήλων ὁπλίζοντος, ὁ Θεόφιλος δύναμιν πολλὴν ἠθροικὼς κατὰ τῶν Σαρακηνῶν εξεισι, καὶ τὸν οσιον Μεθόδιον τῆς εἱρκτῆς ἀναρρυσάμενος καὶ μεθ' ἑαυτοῦ ἐπαγόμενος, οὐ νῦν μόνον καὶ πρῶτον ἀλλ' ἀεὶ τοῦτο ποιῶν καὶ πλησίον που εχων αὐτόν, ειτε τοῦ ἀσαφῆ ενεκεν καὶ πολλοῖς αγνωστα διαλύειν καὶ γνώριμα τού- τῳ ποιεῖν διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν (καὶ γὰρ ἐτύγχανε τῶν ἀποκρυφῶν αγαν ζητητικὸς ὁ Θεόφιλος), ειτε δή τινας ἐπανα- στάσεις φυλαττόμενος παρ' αὐτοῦ παθεῖν διὰ τὸν κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων πόλεμον. οὐ μικρῶς γὰρ ἐδόκει τιμᾶν τὸν ανδρα καὶ σέβεσθαι τὸ τῆς πολιτείας εκκριτον καὶ φιλόθεον· διά τοι τοῦτο αγειν μεθ' ἑαυτοῦ ἀλλ' οὐ κατόπιν ἀπολιμπάνειν ἐφαί- νετο τούτῳ σεμνόν. καὶ δῆτα προσπεσόντων ἀλλήλοις τῶν στρα- τευμάτων, καὶ τῶν ̓Ισμαηλιτῶν καθυπερτερούντων, συνέβη τὸν 117 βασιλέα πως περικυκλωθέντα ὑπὸ τῶν ἐχθρῶν κινδυνεύειν περὶ ψυχῆς, οτε δὴ καὶ Μανουὴλ ὁ στρατηγέτης δεινὸν ἡγησάμενος καὶ πέρα τοῦτο δεινὸν δορυάλωτον βασιλέα γενέσθαι, τοὺς περὶ αὐτὸν ἀναθαρρύνας καὶ "ω ανδρες" εἰπών, "τὰς μελίσσας αἰδεῖ- σθε, αι τοῦ βασιλέως κατόπιν τῷ φίλτρῳ βαλλόμεναι πέτανται," εἰσῄει ωσπερ τις λέων περὶ τῶν τέκνων βαλλόμενος, τὸν βασιλέα ζητῶν. ὡς δ' ευρεν ἀποκαμόντα καὶ τὴν σωτηρίαν μὲν ὑπὸ δει- λίας ἀπογνόντα, προφασιζόμενον δὲ ὡς μὴ βούλεσθαι τὸν λαὸν λιπόντα διαφυγεῖν, "αγε δή" εφησεν, "ω βασιλεῦ, ἀκολούθει μοι εὐρεῖαν τὴν φάλαγγα ποιοῦντι καὶ πολλοὺς ἀποσφάττοντι." ὡς δ' ὁ Μανουὴλ ἐξῄει καὶ τὸν ἑπόμενον δεδιότα πολλὰ καὶ κατεπτη- χότα βασιλέα οὐκ ειχεν, αυθις ἐρρήγνυ μετὰ πολλῶν τὴν φάλαγ- γα, τοῦτον ἐξελέσθαι βουλόμενος. ὡς δ' ἡμάρτανεν αυθις, καὶ τρίτον δὲ ἐκ στερροτέρας ψυχῆς τὴν συνέχουσαν φάλαγγα τὸν βα- σιλέα διέκοψεν, καὶ πλησίον ἐγεγόνει τούτου, ὡς καὶ ἱμᾶσι τὸν ἐπιφέροντα τοῦτον ἐπιδῆσαι ιππον καὶ αυθις ὑπεξερύσασθαι ἐτύγ- χανεν. ἐτρώθη τὴν ψυχὴν ὁ ἀνήρ, βασιλέα ̔Ρωμαίων αἰχμάλω- τον γενέσθαι φοβούμενος καὶ τῶν ἐχθρῶν ὑποπόδιον· οθεν ταχυ- τέραν αμα καὶ δεξιωτέραν τὴν ὑποστροφὴν ποιήσας, καὶ θάνατον ἀπειλήσας αὐτῷ εἰ μὴ τούτῳ συνακολουθήσειεν, ὀψὲ καὶ μόλις τοῦ κινδύνου διέσωσεν, ὀλίγων τινῶν κατόπιν διακρουόντων τὸν 118 πόλεμον, καὶ τοῖς ἑαυτοῦ ἐγκατέλεξε. διὸ τιμαῖς τε τοῦτον