43
ἐφα- μίλλως ἐδεξιοῦτο καὶ πρεπούσαις δωρεαῖς ἐθεράπευεν, εὐεργέτην καὶ σωτῆρα πολλάκις ἀποκαλῶν. 25 ̓Αλλ' ὁ φθόνος ισχυσε κατ' αὐτοῦ, καὶ ὁ κατὰ πολ- λῶν καὶ τοσούτων μυριάδων ἀνδραγαθήσας καὶ τῶν ἐχθρῶν δια- σώσας τὸν βασιλέα ὑπ' ὀλίγων οἰκείων κατεπαλαίετο. οθεν εἰς καθοσίωσιν καὶ ἐπιβουλὴν παραλόγως ἐκ λοιδορίας ἐγκληθείς, καὶ πολὺν ειναι τὸν φθόνον τὸν κατ' αὐτοῦ ἐνιδών, ἐπεὶ διά τινος πιστοῦ ἀνεμάνθανεν, δούλου μὲν πρότερον οντος τοῦ Μανουήλ, τότε δὲ ἐκ χαρίσματος οἰνοχοοῦντος τῷ Θεοφίλῳ καὶ ἐξυπηρετοῦν- τος, ὡς μέλλοι τοῦτον ἀποτυφλοῦν καὶ ὀφθαλμῶν ποιῆσαι χωρίς, ἀποστασίαν τολμᾷ καὶ πρὸς ̓Αγαρηνοὺς μετατίθεται, μέγας παρ' αὐτοῖς ὀφθεὶς καὶ τιμαῖς ταῖς μεγάλαις τιμώμενος. ἐνέκειτο γοῦν κατὰ τῶν πλησιαζόντων αὐτοῖς ἐχθρῶν, οι ουτω δὴ Κορμάτοι καλοῦνται, πολύς, καὶ νίκας οὐ τὰς τυχούσας ἐποίει ατε δὴ καὶ πείρᾳ καὶ συνέσει διαφέρων πολλῶν. καὶ τὸ δὴ κρεῖττον λόγου, οτι μετὰ τῶν αἰχμαλώτων ̔Ρωμαίων καὶ καθειργνυμένων ἐν φυλα- καῖς ταῦτα εἰργάζετο, πίστιν αὐτοῖς δοὺς ὑπὲρ αὐτῶν ὡς οὐ φεύ- ξονται· οτε καὶ τὸ Χορασὰν λέγεται κατασχεῖν καὶ τῷ ἀμεραμνου- νῇ ὑποτάξαι οὐ τῷ διαφέρειν μόνον εἰς ἀνδρίαν αὐτοῖς, ἀλλὰ καὶ τῷ καινῶς πως καὶ παρηλλαγμένως ὀφθῆναι αὐτοῖς· η τε γὰρ τῶν σχημάτων μεταβολὴ καὶ ἡ τῶν φωνῶν παρὰ δόξαν μεταλλαγὴ εἰς 119 δειλίαν ἐμπίπτειν ἠνάγκαζε τοὺς πολεμίους. οὐ μὴν δὲ ἀλλὰ καὶ πολλῶν ἀτιθάσσων θηρίων κατασινομένων αὐτοὺς καὶ βλαπτόντων ἐλευθερώσας, καὶ μεγάλων αιτιος καλῶν αὐτοῖς γεγονώς, διαφε- ρόντως ἠγαπήθη αὐτῷ τε τῷ αρχοντι καὶ τῇ γερουσίᾳ αὐτοῦ. 26 ̓Αλλ' ἐπεὶ μετάμελον τῷ βασιλεῖ ἐνεποίησε ταῦτα δια- κούοντι καὶ λύπης αιτιος κατέστη πολλῆς, πάντα κάλων ἐδόκει τούτῳ κινεῖν ὡς αν τὸν ανδρα μετακαλέσοιτο καὶ παλινδρομῆσαι ποιήσειεν. οθεν οἱ μὲν εἰρηνικὰς σπονδὰς διὰ τοῦ μοναχοῦ ποιῆ- σαι τοῦτόν φασιν ̓Ιαννοῦ, πρὸς καιρὸν τοῦ κατὰ τὰς φυλακὰς διαλλαγίου, καὶ πρὸς τὰ ιδια μεταγαγεῖν, οτε καὶ χρυσοβούλλιον τούτῳ καὶ ορκους ἀπαθείας δι' αὐτοῦ τε καὶ ἑτέρων προτέρων πολλῶν ἐξαπέστειλεν. οἱ δὲ δι' αὐτοῦ μὲν τοῦ ̓Ιαννοῦ, οὐ μὴν ουτως διὰ φανερᾶς ἐντεύξεως καὶ συντυχίας, κρυπτῆς δὲ καὶ ἀδή- λου πολλοῖς, η τὸν ̓Ιαννὴν γνώμῃ τοῦ Θεοφίλου ἀφ' ἡμῶν μετα- στήσασα καὶ μεταμφιάσασα καὶ τοῖς ῥακοδυτοῦσινΙβηρσι καὶ μοναχοῖς τοῖς πρὸς τὰ ̔Ιεροσόλυμα μετὰ λιτῆς φοιτῶσιν ἐξομοιώ- σασά τε καὶ συγκαταμίξασα τῷ ἐν ῳ διῃτᾶτο οικῳ ὁ Μανουὴλ κατὰ τὸ Βαγδᾶ ἐγκατέστησεν ἐπαιτεῖν τε προσποιησάμενον καὶ τὴν τοῦ βασιλέως μετάνοιαν ἀναδιδάσκοντα. καὶ μάρτυρας τῶν εἰρη- μένων τό τε τοῦ βασιλέως ἐγκόλπιον καὶ τὸ χρυσοβούλλιον ἐδίδου, συμπάθειάν τε καὶ παντελῆ τῶν κακῶν ἀμνηστίαν εὐαγγελιζόμενα· α καὶ λαβὼν εἰς χεῖρας ὁ Μανουήλ, καὶ οἱονεὶ τὴν ψυχὴν ἀνα- καείς, τὴν οικαδε ἐμελέτα ἐπάνοδον. ἐπεὶ γοῦν εκ τε τοῦ χρόνου 120 καὶ τῶν πρότερον ἡμῖν εἰρημένων αὐτοῦ κατὰ τῶν πολεμίων εργων ἡ πρὸς αὐτὸν πίστις οὐ μείωσιν αυξησιν δέ τινα καθ' ἑκάστην ἐλάμβανεν, μηνύει τῷ ἀμεραμνουνῇ ὡς ἐφέσεως εχοι καὶ κατὰ τῶν ̔Ρωμαίων στρατεῦσαι, καὶ τοὺς ἐχθρούς, οι κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, ἀμύνασθαι, καὶ κατὰ τὴν Καππαδοκίαν τὰς οἰκή- σεις εχοντας· καὶ σὺν αὐτῷ καὶ τὸν υἱὸν ἠξίου πέμπεσθαι τὸν ἀμεραμνουνῆ εἰς πλείονα τῶν ὑπονοουμένων ἀσφάλειαν. κατανεύει τοῖς αἰτηθεῖσιν ὁ ̓Ισμαήλ, καὶ κατὰ τῶν ων ἐπεθύμει ἐξέπεμπεν. ὡς δὲ πλησίον που τοῖς τῶν ̔Ρωμαίων ὁρίοις ἐγίνοντο, δῆλα ποιεῖ- ται τὰ κατ' αὐτὸν τῷ Καππαδοκίας στρατηγῷ καὶ τὴν εἰσαῦθις πρὸς ̔Ρωμαίους ἐπάνοδον, καὶ αμα ἐδίδασκεν ὡς χρὴ κατὰ τὸν δεῖνα τόπον λόχον τινὰ καὶ ἐνέδραν γενέσθαι, ιν' οταν ἐκεῖσε δὴ γένωμαι, τὰ μὲν Σαρακηνῶν κοῦρσα ἐπ' αλλον δή τινα τόπον ἐξ- ελαύνειν ποιήσας μετὰ τοῦ λόχου δὴ γένωμαι καὶ πρὸς τὰ ̔Ρωμαίων ηθη ἐπαναδράμω αὐτός. ο καὶ γέγονεν· αρτι γὰρ ἐκεῖσε δή που ἐπλησίαζεν, καὶ πολλὰ τὸν τοῦ ̓Ισμαὴλ υἱὸν κατασπασάμενος "απιθι"