44
εφη "ὑγιής, απιθι, τέκνον πρὸς τὸν πατέρα σου· ἐμὲ δὲ ισθι πορευόμενον οὐ πρὸς αλλον, πρὸς δὲ τὸν ἐμὸν οντως βασι- λέα καὶ κύριον." διασωθεὶς δ' ἐκεῖθεν πρὸς τὴν βασιλεύουσαν εἰς τὸν ἐν Βλαχέρναις θεῖον ἐπεφοιτήκει ναόν, τὸν Θεόφιλον εἰδὼς οὐ τὴν τυχοῦσαν εχοντα πίστιν εἰς αὐτόν. οθεν καὶ μάγιστρος τιμᾶται, καὶ σύντεκνος εκτοτε χρηματίζει αὐτοῦ, καὶ δομέστικος προβιβάζεται τῶν σχολῶν. εἰσὶ μὲν δ' οι φυγῇ μὲν χρήσασθαι 121 τὸν Μανουήλ φασι πρὸς τοὺς ἐξΑγαρ, καὶ διὰ τὴν Θεοφίλου, ὡς ειρηται, ἐπανελθόντα σπουδήν, οὐ μὴν καθοσίωσιν ἐγκληθέντα ἐπὶ Θεοφίλου φυγεῖν, ἐπὶ Μιχαὴλ δὲ τοῦ Τραυλοῦ τοῦ τούτου πατρός, ειτε καὶ μίσει τῷ πρὸς αὐτὸν φερόμενον, ειτε δὴ καὶ παλαιὰν δεδοικότα μῆνιν αὐτοῦ. Χειροτονεῖται δὲ καὶ ̓Ιαννὴς ἐπίσκοπος Κωνσταντινουπόλεως κατὰ τὴν εἰκάδα πρώτην τοῦ ̓Απριλλίου μηνός, ἡμέρᾳ πρώτῃ, αθλον ἀσεβείας καὶ ἀπιστίας καὶ τοῦ μὴ τὰς θείας εἰκόνας προσκυ- νεῖν τὴν ἱερωσύνην ἀπενεγκάμενος. 27 Ζητητικῷ δὲ τῷ Θεοφίλῳ τυγχάνοντι καὶ αγαν ἐγκει- μένῳ περὶ γνώσεως τῶν μελλόντων βασιλεύειν ἀνδρῶν, γύναιόν τι ληφθὲν ἐκ τῶνΑγαρ κατὰ τοὺς πολέμους τούτους Πύθωνος κατεχόμενον πνεύματι παρά τινων ἀνεμάνθανε. τοῦτο ουν ηγαγέ τε παρ' ἑαυτῷ ὁ Θεόφιλος, καὶ τίνες ειεν ων ἡ βασιλεία διαρκέσει ἐπὶ πολὺ ἐπυνθάνετο. ὡς δὲ σοῦ μὲν διάδοχον τὸν σὸν υἱὸν καὶ γαμετὴν ἀπεφοίβασέ τε γενέσθαι καὶ ἐμαντεύσατο, μετέπειτα δὲ τοὺς Μαρτινακίους ἐπὶ πολὺ τῆς βασιλείας κατασχεῖν, αὐτίκα τοῦτον τὸν Μαρτινάκην, καί τοί γε προσῳκειωμένον αὐτῷ πως κατὰ συγγένειαν, πρὸς τὸ μονάζειν ἀπέκειρεν, καὶ τὸν ἑαυτοῦ οικον θεοῦ καὶ μοναχῶν ἐναπέδειξεν ἐνδιαίτημα. οὐ τοῦτο δὲ μόνον ἀλλὰ καὶ πολλὰ τῶν μελλόντων τὸ γύναιον ἀπεθέσπισεν· τόν τε γὰρ ̓Ιαννὴν τοῦ πατριαρχικοῦ θρόνου πόρρω που γενέσθαι ἐνεσή- μανεν, καὶ τὴν τῶν σεπτῶν εἰκόνων ἀναστήλωσιν κατεσάφησεν. 122 οις τὴν ψυχὴν ὁ Θεόφιλος ἐπώδυνος γεγονὼς καὶ δυσαπόνιπτα ταῦτα φέρων ἀεὶ πολλὰ πολλάκις ἐπῇδε τῇ ἑαυτοῦ γαμετῇ, πρὸς δὲ καὶ λογοθέτῃ Θεοκτίστῳ παρῄνει καὶ πλήθει κατεδέσμει ορκων τοῦ μήτε τὸν ̓Ιαννὴν ὑπερορίας τυχεῖν μήτε μὴν τὰς εἰκόνας προσ- κυνήσεως. τοσοῦτον δὲ αρα τὰ περὶ τῆς βασιλείας ἠρεύνα τε καὶ ἐξιχνίαζεν ὡς καὶ παρὰ τοῦ ̓Ιαννοῦ ἐν λεκανομαντείᾳ τὸν μέλλοντα Βασίλειον τὴν τοιαύτην ὑπειληφέναι ἀρχὴν καθαρῶς ἐνιδεῖν. οὐ μὴν δὲ ἀλλὰ καὶ Κωνσταντῖνον τὸν κατὰ τὸν Τριφύλιον τὰ αὐτῷ συμβησόμενα διετράνου τὸ γύναιον, πολλὰ λιπαροῦντα καὶ πυν- θανόμενον· αὐτόν τε γὰρ καὶ τοὺς αὐτοῦ υἱεῖς κληρικοῦ σχῆμα ἐπὶ τοῦ Βασιλείου διαμειφθῆναι· ο καὶ γέγονεν. καὶ Γεώργιον δὲ τὸν τὰς στρατιωτικὰς δέλτους ἐπειλημμένον ἐπὶ σφενδόνῃ τῇ κατὰ τὸν ἱππόδρομον ἀποκτανθῆναι, καὶ τὴν υπαρξιν αὐτοῦ τῷ βασιλικῷ ἀνειλῆφθαι ταμείῳ. καὶ ταῦτα μὲν ωδέ πῃ κατὰ Πλά- τωνα...... 28 Τῷ δ' ἐπιόντι ετει πρὸς τὸν κατ' ἀλλήλων πόλεμον οι τ' ̓Αγαρηνοὶ καὶ ὁ Θεόφιλος ἐξελθόντες εμειναν απρακτοι παν- τελῶς ἀλλήλους καταπτοούμενοι, καὶ πρὸς τὴν ἑαυτῶν ἐπανέστρε- φον. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ο τε χαγάνος Χαζαρίας καὶ ὁ Πὲχ πρὸς τὸν αὐτοκράτορα Θεόφιλον επεμπον πρεσβευτάς, τὸ κάστρον οπερ ουτω Σάρκελ κατονομάζεται αὐτοῖς κτισθῆναι ἐξαι- τούμενοι, οπερ ἑρμηνεύεται μὲν Λευκὸν οικημα, εστι δὲ καὶ κατὰ τὸν Τάναϊν ποταμόν, ος τούς τε Πατζινακίτας ἐντεῦθεν καὶ αὐ- τοὺς διείργει τοὺς Χαζάρους ἐκεῖθεν, ενθα καὶ Χαζάρων ταξεῶται 123 καθέζονται τριακόσιοι κατὰ χρόνον ἐναλλασσόμενοι. ων τῇ αἰ- τήσει καὶ παρακλήσει πεισθεὶς ὁ Θεόφιλος τὸν σπαθαροκανδιδά- τον Πετρωνᾶν τοῦ ἐπονομαζομένου Καματεροῦ, μετὰ χελανδίων βασιλικοπλωΐμων καὶ τοῦ Κατεπάνω τῆς Παφλαγονίας ἀπέστειλεν, εἰς πέρας τὴν τούτων αιτησιν κελεύσας ὑπαγαγεῖν. ος αμα τῷ τὴν Χερσῶνα καταλαβεῖν τὰς μὲν μακρὰς νῆας ἐκεῖσέ που προσ- ορμίσας ἐπὶ τῆς χέρσου κατέλιπεν, τὸν δὲ λαὸν ἐν στρογγύλαις εἰσαγαγὼν ναυσὶ μέχρι τοῦ Τανάϊδος διεβιβάσθη, ενθα καὶ τὴν πόλιν