1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

45

εδει τούτοις οἰκοδομεῖν. ἐπεὶ δὲ λίθων ὁ τόπος ἠπόρει, ἐκ μὲν τῶν μικρῶν καχλήκων τοῦ ποταμοῦ ασβεστον, ἐκ δὲ τῆς ὑπο- κειμένης γῆς πηλὸν ἐγκαύσας διὰ καμίνων, καὶ βίσαλον ἐργασά- μενος, τὴν ὁρισθεῖσαν αὐτῷ δουλείαν μόγις μέν, ἐπεραίου δὲ διὰ πολυχειρίας λαμπρῶς, καὶ πρὸς τὴν βασιλεύουσαν ἐπανέστρεφεν. ἐδίδου δὲ καὶ περὶ τοῦ Χερσῶνος τῷ βασιλεῖ γνώμην τε καὶ βου- λήν, οις εἰς πεῖραν τῶν ἀνθρώπων ηλθεν καὶ τῶν τόπων ὁμοῦ, καὶ "οὐκ αλλως αρξεις τῆς χώρας καὶ τῶν τόπων ὁλοσχερῶς η στρατηγὸν προχειριζόμενος ιδιον, ἀλλ' οὐ τοῖς ἐκείνων αρχουσί τε καὶ πρωτεύουσι καταπιστεύων σαυτόν." οὐδὲ γὰρ οὐδ' ἡμέτερός πω τῆς ἐκείνων προνοούμενος ἐξαπεστέλλετο στρατηγός, ἀλλ' ὁ λε- γόμενος πρωτεύων μετὰ καὶ τῶν πατέρων τῆς πόλεως τὰ πάντα ην διοικῶν. ἐπὶ τούτῳ ὁ βασιλεὺς Θεόφιλος οὐκ αλλον ἀλλὰ τὸν εἰρημένον Πετρωνᾶν, ὡς εμπειρον κρίνας τοῦ τόπου, πρωτοσπα- θάριόν τε ἐτίμησεν καὶ στρατηγὸν ἐξαπέστειλεν, τόν τε πρωτεύοντα 124 καὶ τοὺς αλλους θεσπίσας ὑπείκειν ἀνενδοιάστως αὐτῷ· ἐξ οτου περ καὶ μέχρι ἡμῶν ἐκράτησεν ἀπὸ τῶν ἐντεῦθεν εἰς Χερσῶνα προβάλλεσθαι στρατηγούς. ουτω μὲν ουν η τε τοῦ Σάρκελ οἰ- κοδομὴ ἐγένετο καὶ ἡ πρὸς τοὺς Χερσωνίτας τῶν ἐντεῦθεν ἀπο- στολὴ στρατηγῶν. 29Εξεισι δὲ πάλιν ὁ Θεόφιλος κατὰ τῶν ̓Αγαρηνῶν ἐμ-βριθέστερος, τῆς πατρικῆς ἡττᾶσθαι τόλμης ἀνέραστος ων. οθεν καὶ πορρωτέρω πρόεισι τῆς Συρίας, ὁμοῦ μὲν κείρων τὴν γῆν καὶ πορθῶν, ὁμοῦ δὲ λαφυραγωγῶν αὐτὴν καὶ αἰχμαλωτίζων, καὶ πόλεις παραλαμβάνων αλλας τε δύο καὶ μέχρις ἐδάφους καταστρε- φόμενος, καὶ αὐτὴν δὲ τὴν Σωζόπετραν ἐκπολιορκήσας πατρίδα τυγχάνουσαν τοῦ ἀμεραμνουνῆ, ὑπὲρ ης ἐγένετο ἐκεῖθεν διὰ γραμ- μάτων προτρέψασθαι ἀναχωρεῖν τὸν Θεόφιλον ἐκ τῆς πατρίδος αὐτοῦ, καν οὐκ ειχέ πως τὸν ἀκούοντα. καὶ ταῦτα μὲν διοικησά- μενος πρὸς τὴν βασιλεύουσαν ἐπάνεισιν ὁ Θεόφιλος, τῷ Θεοφόβῳ τὰ τῶν Περσῶν ἐνδιαθέσθαι προτρεψάμενος καὶ αυθις διὰ ταχέων ἐπαναδραμεῖν πρὸς αὐτόν. ἀλλ' οἱ Πέρσαι συσχόντες αὐτὸν κατὰ τὴν Σινώπην βασιλέα καὶ ακοντα ἀνεκήρυξαν· ος αἰδοῖ τε καὶ φόβῳ πρὸς τὸν βασιλέα βαλλόμενος ἀνένευέ τε καὶ δεινὰ πείσεσθαι τούτους ελεγεν ἐπὶ τῷ τολμήματι. οθεν πλέον κατορρωδοῦντες αὐτοὶ τὰς ἐκ βασιλέως ἀπειλὰς ειχοντο μὲν τῆς γνώμης αὐτῶν, ειχον δὲ καὶ αὐτὸν ἐν μέσῳ παραθαρρύνοντες. ἀλλ' ὁ Θεόφοβος λάθρα τὰ τελεσθέντα δηλοῖ τῷ βασιλεῖ, καὶ ἐνωμότως πληροφορεῖ ὡς οὐκ αὐτὸς ἐκεῖνοι δὲ τῶν τολμηθέντων ὑπαίτιοι. ἀλλ' ἐκεί- 125 νου τε ὁ βασιλεὺς ἀσμένως ἀποδέχεται τὴν προαίρεσιν καὶ πρὸς τὰ βασίλεια εἰσκαλεῖ, τὴν ἀρχαίαν εὐκληρίαν ἀποδιδούς· συγγνώ- μην τε απασι τοῖς αλλοις καὶ ἀμνηστίαν κακῶν δοὺς τῆς Σινώπης, ειτε δὴ καὶ ̓Αμάστριδος, ποιεῖ ἐκδημεῖν. καὶ ἐπείπερ εἰς πολυ- πληθίαν ἐνέδωκάν τε καὶ ηυξησαν ὡς εἰς τρεῖς μυριάδας ἐληλα- κέναι, οὐ συμφέρον ἐδόκει τῷ βασιλεῖ τούτους ἐλευθέρους ειναι καὶ ἀνειμένους, ἀλλὰ καλῶς σκεψάμενος ἑκάστῳ θέματι χιλιάδας δύο ἀπέσταλκεν, ὑπὸ χεῖρα τελεῖν τοῖς εἰς στρατηγίαν τεταγμένοις· ἐφ' ων καὶ τουρμάρχας ἐπιστατεῖν ἐξετίθετο. οθεν αχρις ἡμῶν τὴν προσηγορίαν Περσῶν αἱ τῶν θεμάτων τοῦρμαι κεκλήρωνται, ἐφ' οις διεσπάρησαν. τοῦτο γοῦν τὸ τόλμημα θρασύτερόν πως καὶ ἰταμώτερον δόξαν τῷ Θεοφίλῳ αὐτούς τε διασπαρῆναι καὶ διανεμηθῆναι ἐποίησεν καὶ τὸν Θεόφοβον μετ' οὐ πολὺ ἀπήγαγε τῆς ζωῆς. ἐγένετο δέ τι καὶ δεύτερον αιτιον, ο δηλώσει πάντως ὁ λόγος κατὰ τὸν οἰκεῖον καιρόν. 30 ̔Ο δὲ ἀμεραμνουνὴς τοσοῦτον ἐτρώθη τὴν ψυχὴν ἐπὶ τῇ καταλήψει τε καὶ πορθήσει τῆς πατρίδος αὐτοῦ ὡς πανταχοῦ θεσπίσαι τε καὶ κηρῦξαι πᾶσαν ἡλικίαν εκ τε Βαβυλωνίας καὶ Φοινίκης καὶ Κοίλης Συρίας Παλαιστίνης τε καὶ τῆς κάτω Λιβύης συναθροιζομένην ἐπὶ ταῖς ἀσπίσιν αὐτῶν ἐγγράψαι ̓Αμόριον, τὴν κατ' αὐτοῦ διάβασιν μετὰ θρασύτητος αἰνιττόμενος. συνήγετο γοῦν καὶ κατὰ τὴν Ταρσὸν πολὺς ἐξ ὀλίγων ἐγένετο, μανίᾳ ἐπὶ 126 τῇ