46
τῆς πατρίδος αἰσχύνῃ πυρπολούμενος τὴν ψυχήν. ἀντεπεξῄει δὲ καὶ ὁ Θεόφιλος κατὰ τὸ ∆ορύλαιον, τριῶν ἡμεροδρομιῶν πόρρω που τοῦ ̓Αμορίου διακείμενον. πολλῶν ουν συμβουλευόντων μετ- οικῆσαι τὸν ἐν ̓Αμορίῳ οἰκοῦντα λαὸν καὶ τέως ὑπεκδραμεῖν τὴν ασχετον φορὰν τῶν Σαρακηνῶν (πολὺς γὰρ ηυξητο καὶ λαὸν ἐπή- γετο αληκτον), ατοπον μὲν ἐφαίνετο τοῦτο τῷ Θεοφίλῳ καὶ αναν- δρον, καλὸν δὲ καὶ πρὸς ἀνδρίαν ευοδον τὸ μᾶλλον ἐποχυρῶσαι αὐτὸ καὶ στρατηγοῦ γενναίου διασῶσαι βουλαῖς. ̓Αέτιος ην ουτος ὁ πατρίκιος καὶ τῶν ̓Ανατολικῶν στρατηγός. ἐπεὶ δὲ καί τινος πολυχειρίας ἐδέετο, καὶ ταύτην ἀπέσταλκεν ὁ Θεόφιλος ὡς παντα- χόθεν ἀντιστησομένου καὶ τὸν ἐχθρὸν ἐκνικήσοντος. ἐπὶ τούτοις ἐδίδου δὴ ἡγεμόνας καὶ αρχοντας τοὺς μετὰ βραχὺ μαρτυρήσον- τας, Θεόδωρόν τε τὸν Κρατερὸν καὶ Θεόφιλον καὶ τὸν Βαβούτζι- κον· οιτινες οὐ μόνον ἐκείνου τοῦ λαοῦ ἀλλὰ καὶ τῆς φάλαγγος τῶν τεσσαράκοντα δύο μαρτύρων γεγόνασιν ἀρχηγοί. 31 ̓Επεὶ γοῦν κατὰ τὴν Ταρσὸν ὁ τῶν Σαρακηνῶν ἐπέ- στη μετὰ φρονήματος καὶ λαοῦ ἡγεμών, οὐκ ἀθρόως τούτῳ μαν- τευομένῳ καὶ συμβουλευομένῳ ἐφαίνετο καλὸν χωρεῖν πρὸς ̓Αμό- ριον, ἀπόπειραν δὲ πρότερον λαβεῖν τῆς τῶν ̔Ρωμαίων δυνάμεως διὰ τοῦ υἱοῦ αὐτοῦ μέρος λαβόντος τοῦ στρατοῦ καὶ κατὰ τοῦ βασιλέως χωρήσαντες. "εἰ γὰρ ουτος" φησι "νικήσειεν, εψεται πάντως ἡ νίκη καὶ τῷ πατρί· εἰ δὲ μή, καλὸν ἡσυχάζειν, οὐκ ἐπακολουθού- σης μοι τῆς νίκης." λαβόντος γοῦν αὐτοῦΑμερα τὸν τηνικαῦτα 127 διέποντα τὴν Μελιτηνὴν καὶ Τούρκους ὡσεὶ χιλιάδας δέκα, μετὰ πάσης τῆς ἐξ ̓Αρμενίων στρατιᾶς καὶ τοῦ αρχοντος τῶν ἀρχόντων, κατὰ τὸν ∆αζημόνα προσέβαλεν. ἀπῄει καὶ ὁ Θεόφιλος κατ' αὐ- τοῦ στρατόπεδον εχων οὐκ ἀγεννές, εκ τε Περσῶν καὶ τῶν δυτικῶν καὶ τῶν πρὸς τὸν ἀνίσχοντα ηλιον συνιστάμενον. ὡς δὲ κατὰ τὸν ̓Ανζὴν ουτω χῶρον καλούμενον ἐγίνετο, ἰδεῖν ἐπεθύμει τὸ τῶν ἐναν- τίων αθροισμα πρὸ τῆς προσβολῆς. ἐπί τινα γοῦν λόφον καὶ τῶν αλλων ὑπερβεβηκότα χῶρον ὁ δομέστικος τῶν σχολῶν λαβὼν ἀνήνεγκεν Μανουήλ, καί πως ἐκ στοχασμοῦ βραχύτερον ἐδόκει τὸ τῶν Σαρακηνῶν πλῆθος· οὐ μὴν πρὸς τοῦτο συντιθεμένου τοῦ Μανουὴλ ὁ τῶν δοράτων ισος ἐδόκει ἐσμός. "ἀλλ' ω" φησι "βα- σιλεῦ, τὸ καρτερὸν στοχαζόμενος, τὸν ἐκ δοράτων καλαμῶνα ἀμ- φοτέρον διάθρει." ἐπεὶ γοῦν ἰσχυρότερός πως οὐκ ὁ ιδιος ἀλλ' ὁ τῶν ἐναντίων ἐδόκει στρατός, βουλὴν ἐδέοντο ἀρτύειν νεανικήν· ἡ δὲ ην εκ τε Μανουὴλ συνισταμένη καὶ Θεοφόβου, νυκτὸς ἐπιτε- θῆναι τοῖς πολεμίοις. ἀλλ' ετεροι κρεῖττον ειναι τὴν ἡμέραν ἀντ- έφησαν, οις καὶ ὁ βασιλεύων ἐπέπειστο. ὡς δ' ουν ελαμψεν ἡ ἡμέρα, μάχης καρτερᾶς γενομένης, ἐκθύμως τῶν βασιλικῶν ἀγω- νισαμένων ταγμάτων, οἱ ̓Ισμαηλῖται ἐνέκλιναν εἰς φυγήν, ἀφέντες τὸ πολεμεῖν. ἀλλ' οἱ Τοῦρκοι ἐπιμόνῳ χρώμενοι τοξείᾳ, καὶ τὸ καταδιῶκον τῶν ̔Ρωμαίων ἀνακεκρουκότες, ἱστάναι ἀλλ' οὐ φεύ- γειν επεισαν τοὺς Σαρακηνούς· οθεν ἑαυτοὺς πάλιν συστησάμενοι, 128 καὶ τοῖς τόξοις δὴ γενναίως πόρρωθεν βάλλοντες, ἑτεραλκῆ τὴν μάχην ἐποίησαν. οις μὴ δυνάμενος ὁ τῶν ̔Ρωμαίων προσεγγίσαι στρατός, ἀλλ' οὐδὲ πόρρωθεν κατιδεῖν τῷ βάλλεσθαι καρτερᾶς, νῶτα κλίναντες τὸν βασιλέα κατέλιπον. οὐ μὴν οἱ τῶν βασιλικῶν ταγμάτων εξαρχοι μετὰ τῶν Περσῶν τοῦτο δρᾶσαι η ἐννοῆσαι τε- τολμήκασιν, ἀλλὰ περιστάντες τῷ βασιλεῖ σώζειν ἐβούλοντο, κύκλῳ τῶν ἐχθρῶν πάντοθεν περιστοιχησάντων αὐτοὺς καὶ βαλλόντων αὐτούς. καν ἀπώλοντο πανδημεί, εἰ μὴ νὺξ ἐλθοῦσα καὶ βραχύς τις ομβρος ἐπιγενόμενος τὰς μὲν νευρὰς χαλαρὰς εἰργάσατο αις ἠμύνοντο καὶ τὸ κράτος ειχον οἱ ἐναντίοι, αὐτοῖς δὲ ανεσιν τὴν ἐκ βελῶν περιεποίησεν καὶ σωτηρίας μόλις ἐνέδωκεν ἀφορμάς. (32) βαθείας γὰρ ηδη τῆς νυκτὸς γενομένης, ὡς ἠσχόλητο περὶ τὰς φυλακὰς ὁ Μανουήλ, γλώττῃ πως τῇ Σαρακηνῶν τὸν Περσῶν ομιλον σπένδεσθαί πως πρὸς αὐτοὺς διήκουσε, καὶ συνθέσθαι τούτους αυθις τὸ στράτευμα